§3.692ΑΘ. θεὸς εἶναι κηδόμενος ὑμῶν τις, ὃς τὰ μέλλοντα προορῶν, δίδυμον ὑμῖν φυτεύσας τὴν τῶν βασιλέων γένεσιν ἐκ μονογενοῦς, εἰς τὸ μέτριον μᾶλλον συνέστειλε.
雅典人:“那似乎是某位关怀你们的神,他预见到未来,将你们的国王世系从单一个体培植为双重,从而将其限制在更适度的范围内。
καὶ μετὰ τοῦτο ἔτι φύσις τις ἀνθρωπίνη μεμειγμένη θείᾳ τινὶ δυνάμει, κατιδοῦσα ὑμῶν τὴν ἀρχὴν φλεγμαίνουσαν ἔτι, μείγνυσιν τὴν κατὰ γῆρας σώφρονα δύναμιν τῇ κατὰ γένος αὐθάδει ῥώμῃ, τὴν τῶν ὀκτὼ καὶ εἴκοσι γερόντων ἰσόψηφον εἰς τὰ μέγιστα τῇ τῶν βασιλέων ποιήσασα δυνάμει.
在此之后,某个与神圣力量混合的人类本性,看到你们的统治权仍在发炎,便将属于老年人的温和力量与属于血统的傲慢力量融合在一起,使二十八位长老在重大事务上的表决权与国王们同等。
ὁ δὲ τρίτος σωτὴρ ὑμῖν ἔτι σπαργῶσαν καὶ θυμουμένην τὴν ἀρχὴν ὁρῶν, οἷον ψάλιον ἐνέβαλεν αὐτῇ τὴν τῶν ἐφόρων δύναμιν, ἐγγὺς τῆς κληρωτῆς ἀγαγὼν δυνάμεως·
而第三位救世主,看到你们的统治权仍在膨胀和愤怒,便给它套上了监察官的力量作为辔头,使其接近抽签决定的权力。
καὶ κατὰ δὴ τοῦτον τὸν λόγον ἡ βασιλεία παρʼ ὑμῖν, ἐξ ὧν ἔδει σύμμεικτος γενομένη καὶ μέτρον ἔχουσα, σωθεῖσα αὐτὴ σωτηρίας τοῖς ἄλλοις γέγονεν αἰτία.
因此,按照这个道理,你们那里的王权因由必要的要素混合而成,并拥有了适度,其自身得以保存,同时也成为了其他事物得以保存的原因。
ἐπεὶ ἐπί γε Τημένῳ καὶ Κρεσφόντῃ καὶ τοῖς τότε νομοθέταις, οἵτινες ἄρα ἦσαν νομοθετοῦντες, οὐδʼ ἡ Ἀριστοδήμου μερὶς ἐσώθη ποτʼ ἄν—οὐ γὰρ ἱκανῶς ἦσαν νομοθεσίας ἔμπειροι· σχεδὸν γὰρ οὐκ ἄν ποτʼ ᾠήθησαν ὅρκοις μετριάσαι ψυχὴν νέαν, λαβοῦσαν ἀρχὴν ἐξ ἧς δυνατὸν ἦν τυραννίδα γενέσθαι—νῦν δʼ ὁ θεὸς ἔδειξεν οἵαν ἔδει καὶ δεῖ δὴ τὴν μενοῦσαν μάλιστα ἀρχὴν γίγνεσθαι.
因为在梯墨诺斯、克雷斯丰忒斯以及当时的立法者(无论当时是谁在制定法律)之下,甚至连阿里斯托德摩斯的那一份也绝不可能保存下来——因为他们对立法没有足够的经验;他们几乎绝不会想到,可以通过誓言来使一个获得了有可能产生僭主政治之权力的年轻灵魂保持适度。 但现在神已经向我们展示了,一个最能持久的统治权过去应该、现在也确实应该如何构成。
τὸ δὲ παρʼ ἡμῶν γιγνώσκεσθαι ταῦτα, ὅπερ εἶπον ἔμπροσθεν, νῦν μὲν γενόμενον οὐδὲν σοφόν—ἐκ γὰρ παραδείγματος ὁρᾶν γεγονότος οὐδὲν χαλεπόν—εἰ δʼ ἦν τις προορῶν τότε ταῦτα καὶ δυνάμενος μετριάσαι τὰς ἀρχὰς καὶ μίαν ἐκ τριῶν ποιῆσαι, τά τε νοηθέντα ἂν καλὰ τότε πάντα ἀπέσωσε καὶ οὐκ ἄν ποτε ὁ Περσικὸς ἐπὶ τὴν Ἑλλάδα οὐδʼ ἄλλος οὐδεὶς στόλος ἂν ὥρμησε, καταφρονήσας ὡς ὄντων ἡμῶν βραχέος ἀξίων.
然而,由我们来理解这些事情,正如我先前所说,在事情发生之后并不需要什么智慧——因为从已经发生的实例中看清这一点并不难——但如果当时有人能预见到这些,并能够限制这些统治权,并由三个中制造出一个来,他就能保全当时所设想的一切美好事物,那么波斯的舰队或任何其他舰队也就绝不会向希腊进发,蔑视我们为不值一顾之辈。
ΚΛ. ἀληθῆ λέγεις.
” 克莱尼亚斯:“你说得对。
ΑΘ. αἰσχρῶς γοῦν ἠμύναντο αὐτούς, ὦ Κλεινία.
” 雅典人:“无论如何,他们抵抗他们的方式是可耻的,克莱尼亚斯。
τὸ δʼ αἰσχρὸν λέγω οὐχ ὡς οὐ νικῶντές γε οἱ τότε καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καλὰς νενικήκασι μάχας· ἀλλὰ ὅ φημι αἰσχρὸν τότʼ εἶναι, τόδε λέγω, τὸ πρῶτον μὲν ἐκείνων τῶν πόλεων τριῶν οὐσῶν μίαν ὑπὲρ τῆς Ἑλλάδος ἀμῦναι, τὼ δὲ δύο κακῶς οὕτως εἶναι διεφθαρμένα, ὥστε ἡ μὲν καὶ Λακεδαίμονα διεκώλυεν ἐπαμύνειν αὐτῇ, πολεμοῦσα αὐτῇ κατὰ κράτος, ἡ δʼ αὖ πρωτεύουσα ἐν τοῖς τότε χρόνοις τοῖς περὶ τὴν διανομήν, ἡ περὶ τὸ Ἄργος, παρακαλουμένη ἀμύνειν τὸν βάρβαρον οὔθʼ ὑπήκουσεν οὔτʼ ἤμυνεν.
我所说的‘可耻’, communal并不是说当时的人们没有在陆地和海上赢得辉煌的战役并取得胜利;但我所说当时可耻的是指:首先,在当时的那三个城邦中,只有一个为了希腊而进行防守,而其他两个城邦却败坏得如此严重,以至于其中一个甚至通过全力攻击拉刻代蒙,来阻碍其提供援助,而另一个在当时的分配事务中处于领先地位的城邦,即阿尔戈斯,在被召集去抵抗蛮族时,既不听从也不协助。
πολλὰ δὲ λέγων ἄν τις τὰ τότε γενόμενα περὶ ἐκεῖνον τὸν πόλεμον, τῆς Ἑλλάδος οὐδαμῶς εὐσχήμονα ἂν κατηγοροῖ·
如果有人详述当时关于那场战争所发生的许多事情,他绝不会对希腊做出体面的控诉。 ”