§3.688ΑΘ. ναί, καὶ δὴ καὶ πολιτικόν γε ἄνδρα νομοθέτην ὡς ἀεὶ δεῖ πρὸς τοῦτο βλέποντα τιθέναι τὰς τάξεις τῶν νόμων, αὐτός τε ἐμνήσθην καὶ ὑμᾶς ἐπαναμιμνῄσκω, κατʼ ἀρχὰς εἰ μεμνήμεθα τὰ λεχθέντα, ὅτι τὸ μὲν σφῷν ἦν παρακέλευμα ὡς χρεὼν εἴη τὸν ἀγαθὸν νομοθέτην πάντα πολέμου χάριν τὰ νόμιμα τιθέναι, τὸ δὲ ἐμὸν ἔλεγον ὅτι τοῦτο μὲν πρὸς μίαν ἀρετὴν οὐσῶν τεττάρων κελεύοι τίθεσθαι τοὺς νόμους, δέοι δὲ δὴ πρὸς πᾶσαν μὲν βλέπειν, μάλιστα δὲ καὶ πρὸς πρώτην τὴν τῆς συμπάσης ἡγεμόνα ἀρετῆς, φρόνησις δʼ εἴη τοῦτο καὶ νοῦς καὶ δόξα μετʼ ἔρωτός τε καὶ ἐπιθυμίας τούτοις ἑπομένης.
ΑΘ. 「はい、そして実に、政治的な人間であり立法者である者が、常にこの点に目を向けて法の配置を定めねばならないということを、私自身も言及しましたし、皆さんにも思い起こしていただきましょう。 もし私たちが初めに語られたことを覚えているならば、すなわち、あなた方二人の勧告は、優れた立法者は戦争のためにすべての法制度を定めねばならないというものであり、私の側の主張としては、そうすることは四つある徳のうちの一つにしか目を向けずに法を定めることを命じるものであるが、本来はすべての徳に目を向けるべきであり、とりわけ全体の先導者たる第一の徳に目を向けるべきだ、と述べました。 そして、これは思慮と知性であり、これらに従う愛と欲望を伴う思い込みである、と。
ἥκει δὴ πάλιν ὁ λόγος εἰς ταὐτόν, καὶ ὁ λέγων ἐγὼ νῦν λέγω πάλιν ἅπερ τότε, εἰ μὲν βούλεσθε, ὡς παίζων, εἰ δʼ, ὡς σπουδάζων, ὅτι δή φημι εὐχῇ χρῆσθαι σφαλερὸν εἶναι νοῦν μὴ κεκτημένον, ἀλλὰ τἀναντία ταῖς βουλήσεσίν οἱ γίγνεσθαι.
議論は再び同じところへと戻ってきました。 語り手である私は、今また当時と同じことを言います。 皆さんが望むなら冗談半分として、あるいは真面目なものとして。 すなわち、知性を備えていない者が祈りを用いることは危険であり、むしろ意志とは反対のことが彼に起こる、と私は主張するのです。
σπουδάζοντα δʼ εἴ με τιθέναι βούλεσθε, τίθετε·
もし私を真面目に語っていると見なしたいなら、そう見なしてください。
πάνυ γὰρ οὖν προσδοκῶ νῦν ὑμᾶς εὑρήσειν, τῷ λόγῳ ἑπομένους ὃν ὀλίγον ἔμπροσθε προυθέμεθα, τῆς τῶν βασιλέων τε φθορᾶς καὶ ὅλου τοῦ διανοήματος οὐ δειλίαν οὖσαν τὴν αἰτίαν, οὐδʼ ὅτι τὰ περὶ τὸν πόλεμον οὐκ ἠπίσταντο ἄρχοντές τε καὶ οὓς προσῆκεν ἄρχεσθαι, τῇ λοιπῇ δὲ πάσῃ κακίᾳ διεφθαρμένα, καὶ μάλιστα τῇ περὶ τὰ μέγιστα τῶν ἀνθρωπίνων πραγμάτων ἀμαθίᾳ.
というのも、少し前に私たちが提示した議論に従うならば、王たちの破滅と全計画の原因は臆病ではなく、また支配者たちや支配されるべき者たちが戦争に関する事柄を知らなかったからでもなく、それ以外のあらゆる邪悪によって、とりわけ人間の事柄のうちで最も重大な事柄に関する無知によって台無しにされたためであるということを、皆さんが今や見出すだろうと私は強く確信しているからです。
ταῦτʼ οὖν ὡς οὕτω γέγονε περὶ τὰ τότε, καὶ νῦν, εἴ που, γίγνεται, καὶ ἐς τὸν ἔπειτα χρόνον οὐκ ἄλλως συμβήσεται, ἐὰν βούλησθε, πειράσομαι ἰὼν κατὰ τὸν ἑξῆς λόγον ἀνευρίσκειν τε καὶ ὑμῖν δηλοῦν κατὰ δύναμιν ὡς οὖσιν φίλοις.
したがって、これらのことが当時の人々においてそのように起こり、また現在もどこかで起こっており、将来もそれ以外には起こらないであろうことを、皆さんがお望みなら、これからの議論に沿って進めながら突き止め、友人である皆さんに対して私の力の及ぶ限り明らかにすることに努めましょう。
ΚΛ. λόγῳ μὲν τοίνυν σε, ὦ ξένε, ἐπαινεῖν ἐπαχθέστερον, ἔργῳ δὲ σφόδρα ἐπαινεσόμεθα·
」 ΚΛ. 「異邦人よ、言葉であなたを称賛するのはいささか気が引けますが、行動によって大いに称賛することにしましょう。
προθύμως γὰρ τοῖς λεγομένοις ἐπακολουθήσομεν, ἐν οἷς ὅ γε ἐλεύθερος ἐπαινῶν καὶ μὴ μάλιστʼ ἐστὶν καταφανής.
というのも、私たちは語られることに熱心に付いていくからです。 そのことにおいてこそ、自由な人間が称賛しているかどうかが最も明らかになるのです。
ΜΕ. ἄριστʼ, ὦ Κλεινία, καὶ ποιῶμεν ἃ λέγεις.
」 ΜΕ. 「クレイニアスよ、素晴らしい。 そして君の言う通りにしよう。
ΚΛ. ἔσται ταῦτα, ἐὰν θεὸς ἐθέλῃ.
」 ΚΛ. 「神が望まれるならそうなるでしょう。
λέγε μόνον.
ただ語り続けてください。
ΑΘ. φαμὲν δή νυν, καθʼ ὁδὸν ἰόντες τὴν λοιπὴν τοῦ λόγου, τὴν μεγίστην ἀμαθίαν τότε ἐκείνην τὴν δύναμιν ἀπολέσαι καὶ νῦν ταὐτὸν τοῦτο πεφυκέναι ποιεῖν, ὥστε τόν γε νομοθέτην, εἰ τοῦθʼ οὕτως ἔχει, πειρατέον ταῖς πόλεσιν φρόνησιν μὲν ὅσην δυνατὸν ἐμποιεῖν, τὴν δʼ ἄνοιαν ὅτι μάλιστα ἐξαιρεῖν.
」 ΑΘ. 「それでは、私たちは議論の残りの道を進みつつ、次のように主張しましょう。 当時、あの強大な力を滅ぼしたのは最大の無知であり、現在でもまさにこれと同じことをする性質がそれには備わっている。 したがって、もしこのことがその通りであるならば、立法者は諸国家にできる限り思慮を植え付け、愚行を極力取り除くよう努めねばならない、と。
ΚΛ. δῆλον.
」 ΚΛ. 「明らかです。
§3.689ΑΘ. τίς οὖν ἡ μεγίστη δικαίως ἂν λέγοιτο ἀμαθία;
」 ΑΘ. 「では、どのような無知が、正当に『最大の無知』と呼ばれるべきでしょうか。
σκοπεῖτε εἰ συνδόξει καὶ σφῷν λεγόμενον·
私が述べることに対して、あなた方お二人も同意されるかどうか考えてみてください。
ἐγὼ μὲν δὴ τὴν τοιάνδε τίθεμαι.
私としては、次のようなものをそれと規定します。
ΚΛ. ποίαν;
」 ΚΛ. 「どのようなものですか。
ΑΘ. τὴν ὅταν τῴ τι δόξαν καλὸν ἢ ἀγαθὸν εἶναι μὴ φιλῇ τοῦτο ἀλλὰ μισῇ, τὸ δὲ πονηρὸν καὶ ἄδικον δοκοῦν εἶναι φιλῇ τε καὶ ἀσπάζηται.
」 ΑΘ. 「ある人にとって、あることが美しく、あるいは善いと思われているのに、それを愛さずに憎み、一方で悪く不義であると思われることを愛し、歓迎する場合です。
ταύτην τὴν διαφωνίαν λύπης τε καὶ ἡδονῆς πρὸς τὴν κατὰ λόγον δόξαν ἀμαθίαν φημὶ εἶναι τὴν ἐσχάτην, μεγίστην δέ, ὅτι τοῦ πλήθους ἐστὶ τῆς ψυχῆς·
この、苦痛や快楽と理性的な思いとの不協和を、私は極限の無知であり、かつ最大の無知であると主張します。 なぜなら、それが魂のなかの多数派に関わるものだからです。
τὸ γὰρ λυπούμενον καὶ ἡδόμενον αὐτῆς ὅπερ δῆμός τε καὶ πλῆθος πόλεώς ἐστιν.
というのも、魂における苦痛や快楽を感じる部分は、国家における民衆や多数派にあたるものだからです。
ὅταν οὖν ἐπιστήμαις ἢ δόξαις ἢ λόγῳ ἐναντιῶται, τοῖς φύσει ἀρχικοῖς, ἡ ψυχή, τοῦτο ἄνοιαν προσαγορεύω, πόλεώς τε, ὅταν ἄρχουσιν καὶ νόμοις μὴ πείθηται τὸ πλῆθος, ταὐτόν, καὶ δὴ καὶ ἑνὸς ἀνδρός, ὁπόταν καλοὶ ἐν ψυχῇ λόγοι ἐνόντες μηδὲν ποιῶσιν πλέον ἀλλὰ δὴ τούτοις πᾶν τοὐναντίον, ταύτας πάσας ἀμαθίας τὰς πλημμελεστάτας ἔγωγʼ ἂν θείην πόλεώς τε καὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν, ἀλλʼ οὐ τὰς τῶν δημιουργῶν, εἰ ἄρα μου καταμανθάνετε, ὦ ξένοι, ὃ λέγω.
したがって、知識や思い込みや理性といった、本来支配すべきものに対して魂が反抗するとき、私はこれを愚行と呼びます。 それは、国家において多数派が支配者や法に従わないときと同じであり、一人の人間において、魂の中に優れた言論が存在しながらも何の効果も持たず、むしろそれとは全く反対のことが行われるときも同様です。 これらすべての無知を、私は国家にとっても、市民の一人ひとりにとっても、最も調和を欠いた無知と規定します。 しかし、職人たちの技術的な無知はそうではありません。 異邦人の皆さん、私の言うことがお分かりいただけるでしょうか。
ΚΛ. μανθάνομέν τε, ὦ φίλε, καὶ συγχωροῦμεν ἃ λέγεις.
」 ΚΛ. 「分かりますとも、友よ。 そしてあなたの言うことに同意します。
ΑΘ. τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτʼ ἀμαθαίνουσι τῶν πολιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἐχόμενον καὶ ὡς ἀμαθέσιν ὀνειδιστέον, ἂν καὶ πάνυ λογιστικοί τε ὦσι καὶ πάντα τὰ κομψὰ καὶ ὅσα πρὸς τάχος τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα, τοὺς δὲ τοὐναντίον ἔχοντας τούτων ὡς σοφούς τε προσρητέον, ἂν καὶ τὸ λεγόμενον μήτε γράμματα μήτε νεῖν ἐπίστωνται, καὶ τὰς ἀρχὰς δοτέον ὡς ἔμφροσιν.
」 ΑΘ. 「それでは、このことは次のように合意され、語られたものとしておきましょう。 すなわち、これらのことについて無知である市民には、支配に関わるいかなることも委ねてはならず、彼らがたとえ非常に計算に長け、あらゆる洗練されたことや魂の素早さに適したすべての訓練を完全に積んでいたとしても、無知な者として非難されるべきである。 一方、これとは反対の状態にある者たちは、たとえ諺に言う『文字の読み書きも水泳もできない』者であっても、知恵ある者と呼べきであり、思慮ある者として支配権を与えるべきである。
πῶς γὰρ ἄν, ὦ φίλοι, ἄνευ συμφωνίας γένοιτʼ ἂν φρονήσεως καὶ τὸ σμικρότατον εἶδος;
なぜなら、友よ、協和がなければ、思慮の最も小さな形さえどうして生じ得ることがあるでしょうか。
οὐκ ἔστιν, ἀλλʼ ἡ καλλίστη καὶ μεγίστη τῶν συμφωνιῶν μεγίστη δικαιότατʼ ἂν λέγοιτο σοφία, ἧς ὁ μὲν κατὰ λόγον ζῶν μέτοχος, ὁ δὲ ἀπολειπόμενος οἰκοφθόρος καὶ περὶ πόλιν οὐδαμῇ σωτὴρ ἀλλὰ πᾶν τοὐναντίον ἀμαθαίνων εἰς ταῦτα ἑκάστοτε φανεῖται.
あり得ません。 むしろ、最も美しく最大の協和こそが、最も正当に知恵と呼ばれるべきです。 理路に従って生きる者はこれにあずかり、これに欠ける者は家庭を破滅させ、国家に対しても決して救い手とはならず、むしろこれらの事柄に関して常に無知をさらけ出すことになるでしょう。
ταῦτα μὲν οὖν, καθάπερ εἴπομεν ἄρτι, λελεγμένα τεθήτω ταύτῃ.
それでは、これらのことは、私たちが先ほど言ったように、このように語られたものとして規定しておきましょう。
ΚΛ. κείσθω γὰρ οὖν.
」 ΚΛ. 「そのように規定しましょう。
ΑΘ. ἄρχοντας δὲ δὴ καὶ ἀρχομένους ἀναγκαῖον ἐν ταῖς πόλεσιν εἶναί που.
」 ΑΘ. 「ところで、国家には支配者と支配される者が必然的に存在するはずですね。
ΚΛ. τί μήν;
」 ΚΛ. 「当然そうですとも。 」