§3.688ΑΘ. ναί, καὶ δὴ καὶ πολιτικόν γε ἄνδρα νομοθέτην ὡς ἀεὶ δεῖ πρὸς τοῦτο βλέποντα τιθέναι τὰς τάξεις τῶν νόμων, αὐτός τε ἐμνήσθην καὶ ὑμᾶς ἐπαναμιμνῄσκω, κατʼ ἀρχὰς εἰ μεμνήμεθα τὰ λεχθέντα, ὅτι τὸ μὲν σφῷν ἦν παρακέλευμα ὡς χρεὼν εἴη τὸν ἀγαθὸν νομοθέτην πάντα πολέμου χάριν τὰ νόμιμα τιθέναι, τὸ δὲ ἐμὸν ἔλεγον ὅτι τοῦτο μὲν πρὸς μίαν ἀρετὴν οὐσῶν τεττάρων κελεύοι τίθεσθαι τοὺς νόμους, δέοι δὲ δὴ πρὸς πᾶσαν μὲν βλέπειν, μάλιστα δὲ καὶ πρὸς πρώτην τὴν τῆς συμπάσης ἡγεμόνα ἀρετῆς, φρόνησις δʼ εἴη τοῦτο καὶ νοῦς καὶ δόξα μετʼ ἔρωτός τε καὶ ἐπιθυμίας τούτοις ἑπομένης.
雅典人:“是的,而且确实,政治家和立法者必须始终看着这一点来制定法律的布局,我本人曾提到过这一点,现在也提醒你们,如果我们还记得开始时所说的话——也就是说,你们俩的建议是,优秀的立法者应当为了战争而制定所有的法律制度;而我的主张则是,这等于是在命令人们只看着四个德性中的一个来制定法律,但实际上应当看着所有的德性,尤其是作为全部德性领导者的第一德性,这就是思虑、理智以及伴随着爱和追随这些理智的欲望的意见。
ἥκει δὴ πάλιν ὁ λόγος εἰς ταὐτόν, καὶ ὁ λέγων ἐγὼ νῦν λέγω πάλιν ἅπερ τότε, εἰ μὲν βούλεσθε, ὡς παίζων, εἰ δʼ, ὡς σπουδάζων, ὅτι δή φημι εὐχῇ χρῆσθαι σφαλερὸν εἶναι νοῦν μὴ κεκτημένον, ἀλλὰ τἀναντία ταῖς βουλήσεσίν οἱ γίγνεσθαι.
论证确实又回到了相同的地方,而作为言说者的我,现在再次说出当时说过的话——如果你们愿意,可以当作是开玩笑;如果你们愿意,也可以当作是严肃的——即我主张,对于不具备理智的人来说,使用祈祷是危险的,相反,违背其意愿的事情倒会发生在他身上。
σπουδάζοντα δʼ εἴ με τιθέναι βούλεσθε, τίθετε· πάνυ γὰρ οὖν προσδοκῶ νῦν ὑμᾶς εὑρήσειν, τῷ λόγῳ ἑπομένους ὃν ὀλίγον ἔμπροσθε προυθέμεθα, τῆς τῶν βασιλέων τε φθορᾶς καὶ ὅλου τοῦ διανοήματος οὐ δειλίαν οὖσαν τὴν αἰτίαν, οὐδʼ ὅτι τὰ περὶ τὸν πόλεμον οὐκ ἠπίσταντο ἄρχοντές τε καὶ οὓς προσῆκεν ἄρχεσθαι, τῇ λοιπῇ δὲ πάσῃ κακίᾳ διεφθαρμένα, καὶ μάλιστα τῇ περὶ τὰ μέγιστα τῶν ἀνθρωπίνων πραγμάτων ἀμαθίᾳ.
如果你们愿意把我当作是严肃的,那就这样看待吧;因为我完全预料到,顺着我们不久前提出的论证,你们现在将会发现,国王们的毁灭以及整个计划的失败,其原因并不是怯懦,也不是统治者和那些应当被统治的人不懂得战争事务,而是由于被其余的一切邪恶所败坏,尤其是由于对人类事务中最大事物的无知。
ταῦτʼ οὖν ὡς οὕτω γέγονε περὶ τὰ τότε, καὶ νῦν, εἴ που, γίγνεται, καὶ ἐς τὸν ἔπειτα χρόνον οὐκ ἄλλως συμβήσεται, ἐὰν βούλησθε, πειράσομαι ἰὼν κατὰ τὸν ἑξῆς λόγον ἀνευρίσκειν τε καὶ ὑμῖν δηλοῦν κατὰ δύναμιν ὡς οὖσιν φίλοις.
因此,这些事情在当时是如何发生的,在现在如果有的话又是如何发生的,以及在未来也不会有其他结果,如果你们愿意,我将尝试沿着接下来的论证,去发现并尽我所能向作为朋友的你们说明。
ΚΛ. λόγῳ μὲν τοίνυν σε, ὦ ξένε, ἐπαινεῖν ἐπαχθέστερον, ἔργῳ δὲ σφόδρα ἐπαινεσόμεθα· προθύμως γὰρ τοῖς λεγομένοις ἐπακολουθήσομεν, ἐν οἷς ὅ γε ἐλεύθερος ἐπαινῶν καὶ μὴ μάλιστʼ ἐστὶν καταφανής.
” 克莱尼亚斯:“外邦人啊,用言语称赞你未免有些累赘,但我们将用行动大力称赞你;因为我们将热切地跟随着你的话语,正是在这上面,一个自由人的赞许与否表现得最为明显。
ΜΕ. ἄριστʼ, ὦ Κλεινία, καὶ ποιῶμεν ἃ λέγεις.
” 梅格洛斯:“克莱尼亚斯,太好了,我们就照你说的做。
ΚΛ. ἔσται ταῦτα, ἐὰν θεὸς ἐθέλῃ.
” 克莱尼亚斯:“如果神愿意,就会如此。
λέγε μόνον.
你尽管说下去。
ΑΘ. φαμὲν δή νυν, καθʼ ὁδὸν ἰόντες τὴν λοιπὴν τοῦ λόγου, τὴν μεγίστην ἀμαθίαν τότε ἐκείνην τὴν δύναμιν ἀπολέσαι καὶ νῦν ταὐτὸν τοῦτο πεφυκέναι ποιεῖν, ὥστε τόν γε νομοθέτην, εἰ τοῦθʼ οὕτως ἔχει, πειρατέον ταῖς πόλεσιν φρόνησιν μὲν ὅσην δυνατὸν ἐμποιεῖν, τὴν δʼ ἄνοιαν ὅτι μάλιστα ἐξαιρεῖν.
” 雅典人:“那么我们现在,沿着论证的剩余路径走下去,主张说是当时那最大的无知毁灭了那股力量,而现在它也生来具有做这同一件事的本性;因此,如果情况确实如此,立法者必须尝试在城邦中尽可能植入智慧,并尽可能消除愚蠢。
ΚΛ. δῆλον.
” 克莱尼亚斯:“显然如此。
§3.689ΑΘ. τίς οὖν ἡ μεγίστη δικαίως ἂν λέγοιτο ἀμαθία;
” 雅典人:“那么,什么样的无知可以被正当地称为‘最大的无知’呢?
σκοπεῖτε εἰ συνδόξει καὶ σφῷν λεγόμενον· ἐγὼ μὲν δὴ τὴν τοιάνδε τίθεμαι.
请考虑一下我所说的对你们两位来说是否也合适;因为我确实是这样规定的。
ΚΛ. ποίαν;
” 克莱尼亚斯:“哪一种无知?
ΑΘ. τὴν ὅταν τῴ τι δόξαν καλὸν ἢ ἀγαθὸν εἶναι μὴ φιλῇ τοῦτο ἀλλὰ μισῇ, τὸ δὲ πονηρὸν καὶ ἄδικον δοκοῦν εἶναι φιλῇ τε καὶ ἀσπάζηται.
” 雅典人:“也就是说,当某人认为某事是美德或善的,却不爱它反而恨它,而对那些看似邪恶和不义的事,他却爱并拥抱它。
ταύτην τὴν διαφωνίαν λύπης τε καὶ ἡδονῆς πρὸς τὴν κατὰ λόγον δόξαν ἀμαθίαν φημὶ εἶναι τὴν ἐσχάτην, μεγίστην δέ, ὅτι τοῦ πλήθους ἐστὶ τῆς ψυχῆς· τὸ γὰρ λυπούμενον καὶ ἡδόμενον αὐτῆς ὅπερ δῆμός τε καὶ πλῆθος πόλεώς ἐστιν.
这种痛苦和快乐同合乎理性的意见之间的不协调,我说这是极限的、也是最大的无知,因为它属于灵魂中的多数;因为灵魂中感受痛苦和快乐的部分,正相当于城邦中的平民和多数。
ὅταν οὖν ἐπιστήμαις ἢ δόξαις ἢ λόγῳ ἐναντιῶται, τοῖς φύσει ἀρχικοῖς, ἡ ψυχή, τοῦτο ἄνοιαν προσαγορεύω, πόλεώς τε, ὅταν ἄρχουσιν καὶ νόμοις μὴ πείθηται τὸ πλῆθος, ταὐτόν, καὶ δὴ καὶ ἑνὸς ἀνδρός, ὁπόταν καλοὶ ἐν ψυχῇ λόγοι ἐνόντες μηδὲν ποιῶσιν πλέον ἀλλὰ δὴ τούτοις πᾶν τοὐναντίον, ταύτας πάσας ἀμαθίας τὰς πλημμελεστάτας ἔγωγʼ ἂν θείην πόλεώς τε καὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν, ἀλλʼ οὐ τὰς τῶν δημιουργῶν, εἰ ἄρα μου καταμανθάνετε, ὦ ξένοι, ὃ λέγω.
因此,当灵魂反对知识、意见或理性这些本性上的统治者时,我称之为愚蠢;就像在城邦中,当多数人不服从统治者和法律时,情况是一样的;而且在单个的人身上也是如此,每当灵魂中存在的美好言论没有发挥任何作用,反而恰恰相反时,所有这些无知,我都会规定为城邦和每一个公民最失调的无知,但并不是手艺人的无知——如果你们确实理解我所说的话,外邦人啊。
ΚΛ. μανθάνομέν τε, ὦ φίλε, καὶ συγχωροῦμεν ἃ λέγεις.
” 克莱尼亚斯:“我们理解,朋友,并且同意你所说的。
ΑΘ. τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτʼ ἀμαθαίνουσι τῶν πολιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἐχόμενον καὶ ὡς ἀμαθέσιν ὀνειδιστέον, ἂν καὶ πάνυ λογιστικοί τε ὦσι καὶ πάντα τὰ κομψὰ καὶ ὅσα πρὸς τάχος τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα, τοὺς δὲ τοὐναντίον ἔχοντας τούτων ὡς σοφούς τε προσρητέον, ἂν καὶ τὸ λεγόμενον μήτε γράμματα μήτε νεῖν ἐπίστωνται, καὶ τὰς ἀρχὰς δοτέον ὡς ἔμφροσιν.
” 雅典人:“那么,这件事就这样被确立为一致同意并说过的:对于在这些事情上无知的公民,绝不委以任何与统治相关的事务,并且必须谴责他们为无知者,即使他们非常擅长计算,并彻底训练了所有精明之事以及一切天生使灵魂敏捷的才能;相反,必须称那些处于相反状态的人为智者,即使如俗话所说,他们既不识字也不会游泳,并且必须把官职赐予他们,视其为有智慧的人。
πῶς γὰρ ἄν, ὦ φίλοι, ἄνευ συμφωνίας γένοιτʼ ἂν φρονήσεως καὶ τὸ σμικρότατον εἶδος;
因为,朋友们,如果没有和谐,怎么会产生哪怕是最小形式的智慧呢?
οὐκ ἔστιν, ἀλλʼ ἡ καλλίστη καὶ μεγίστη τῶν συμφωνιῶν μεγίστη δικαιότατʼ ἂν λέγοιτο σοφία, ἧς ὁ μὲν κατὰ λόγον ζῶν μέτοχος, ὁ δὲ ἀπολειπόμενος οἰκοφθόρος καὶ περὶ πόλιν οὐδαμῇ σωτὴρ ἀλλὰ πᾶν τοὐναντίον ἀμαθαίνων εἰς ταῦτα ἑκάστοτε φανεῖται.
不可能。 相反,最美、最大的和谐才最公正地被称为最大的智慧,凡是过着合乎理性生活的人都是这智慧的分享者,而那些缺乏它的人,则总是表现为家庭的毁灭者,且在城邦事务中绝非救星,相反,在这些事情上极其无知。
ταῦτα μὲν οὖν, καθάπερ εἴπομεν ἄρτι, λελεγμένα τεθήτω ταύτῃ.
那么,这些事情,正如我们刚才所说,就这样被确立为说过了吧。
ΚΛ. κείσθω γὰρ οὖν.
” 克莱尼亚斯:“就这样确立吧。
ΑΘ. ἄρχοντας δὲ δὴ καὶ ἀρχομένους ἀναγκαῖον ἐν ταῖς πόλεσιν εἶναί που.
” 雅典人:“而在城邦中,显然必然存在统治者和被统治者吧。
ΚΛ. τί μήν;
” 克莱尼亚斯:“当然如此。 ”