§3.685ΜΕ. πῶς δὴ καὶ τί μεμφόμενος αὐτῶν λέγεις;
ΜΕ. 一体どのように、また彼らの何を非難してそうおっしゃるのですか。
ΑΘ. ὅτι τριῶν γενομένων τῶν οἰκήσεων τὰ δύο αὐτῶν μέρη ταχὺ τήν τε πολιτείαν καὶ τοὺς νόμους διέφθειρεν, τὸ δὲ ἓν μόνον ἔμεινεν, τὸ τῆς ὑμετέρας πόλεως.
ΑΘ. 三つの入植地ができたうち、その三分の二の部分が速やかに国制と法律を台無しにしてしまい、ただ一つの部分、すなわちあなた方の都市のものだけが残ったからです。
ΜΕ. οὐ πάνυ ῥᾴδιον ἐρωτᾷς.
ΜΕ. あなたは決して容易ではない問いをされています。
ΑΘ. ἀλλὰ μὴν δεῖ γε ἡμᾶς τοῦτο ἐν τῷ νῦν σκοποῦντας καὶ ἐξετάζοντας, περὶ νόμων παίζοντας παιδιὰν πρεσβυτικὴν σώφρονα, διελθεῖν τὴν ὁδὸν ἀλύπως, ὡς ἔφαμεν ἡνίκα ἠρχόμεθα πορεύεσθαι.
ΑΘ. しかしながら、私たちは現在この点を考察し検討しながら、法律について思慮深い老人の遊びに興じつつ、旅を始めた時に言ったように、苦痛なくこの道のりを歩み通さねばなりません。
ΜΕ. τί μήν;
ΜΕ. 当然そうですとも。
καὶ ποιητέον γε ὡς λέγεις.
おっしゃる通りにしなければなりません。
ΑΘ. τίνʼ οὖν ἂν σκέψιν καλλίω ποιησαίμεθα περὶ νόμων ἢ τούτων οἳ ταύτας διακεκοσμήκασιν;
ΑΘ. それなら、これらの都市を秩序づけた法律よりも、法律についてのより優れた考察を、私たちはどこに見出せるでしょうか。
ἢ πόλεων περὶ τίνων εὐδοκιμωτέρων τε καὶ μειζόνων κατοικίσεων σκοποίμεθʼ ἄν;
あるいは、これらよりも評判が高く、より規模の大きい入植都市について、私たちは何を考察できるでしょうか。
ΜΕ. οὐ ῥᾴδιον ἀντὶ τούτων ἑτέρας λέγειν.
ΜΕ. これらに代えて他のものを挙げるのは容易ではありません。
ΑΘ. οὐκοῦν ὅτι μὲν διενοοῦντό γε οἱ τότε τὴν κατασκευὴν ταύτην οὐ Πελοποννήσῳ μόνον ἔσεσθαι βοηθὸν ἱκανήν, σχεδὸν δῆλον, ἀλλὰ καὶ τοῖς Ἕλλησιν πᾶσιν, εἴ τις τῶν βαρβάρων αὐτοὺς ἀδικοῖ, καθάπερ οἱ περὶ τὸ Ἴλιον οἰκοῦντες τότε, πιστεύοντες τῇ τῶν Ἀσσυρίων δυνάμει τῇ περὶ Νῖνον γενομένῃ, θρασυνόμενοι τὸν πόλεμον ἤγειραν τὸν ἐπὶ Τροίαν.
ΑΘ. そうすると、当時の人々がこの制度設計について、ペロポネソスにとって十分な防衛手段となるだけでなく、万一異民族の誰かがギリシア人を不当に扱うようなことがあれば、ギリシア人全員にとってもそうなるだろうと考えていたことは、ほぼ明らかです。 それはちょうど、当時イリオスの周辺に住んでいた人々が、ニノスを拠点とするアッシリア人の勢力を頼り、大柄な態度でトロイアに対する戦争を引き起こしたのと同じです。
ἦν γὰρ ἔτι τὸ τῆς ἀρχῆς ἐκείνης σχῆμα τὸ σῳζόμενον οὐ σμικρόν·
というのも、当時その帝国の姿はまだ無視できない規模で維持されていたからです。
καθάπερ νῦν τὸν μέγαν βασιλέα φοβούμεθα ἡμεῖς, καὶ τότε ἐκείνην τὴν συσταθεῖσαν σύνταξιν ἐδέδισαν οἱ τότε.
私たちが今、ペルシアの大王を恐れているように、当時の人々も当時組織されていたあの連合を恐れていました。
μέγα γὰρ ἔγκλημα πρὸς αὐτοὺς ἡ τῆς Τροίας ἅλωσις τὸ δεύτερον ἐγεγόνει·
実際、トロイアの陥落は彼らにとって、二度目の大きな不満の種となっていました。
τῆς ἀρχῆς γὰρ τῆς ἐκείνων ἦν μόριον.
というのも、トロイアは彼らの帝国の一部だったからです。
πρὸς δὴ ταῦτʼ ἦν πάντα ἡ τοῦ στρατοπέδου τοῦ τότε διανεμηθεῖσα εἰς τρεῖς πόλεις κατασκευὴ μία ὑπὸ βασιλέων ἀδελφῶν, παίδων Ἡρακλέους, καλῶς, ὡς ἐδόκει, ἀνηυρημένη καὶ κατακεκοσμημένη καὶ διαφερόντως τῆς ἐπὶ τὴν Τροίαν ἀφικομένης.
実にこれらのことすべてに対して、当時の軍勢がヘラクレスの子らである兄弟の王たちによって三つの都市に分配された一つの制度設計は、非常に見事に発見され、組織されており、トロイアへ向かった軍勢よりもはるかに優れていると思われました。
πρῶτον μὲν γὰρ τοὺς Ἡρακλείδας τῶν Πελοπιδῶν ἀμείνους ἡγοῦντο ἀρχόντων ἄρχοντας ἔχειν, ἔπειτʼ αὖ τὸ στρατόπεδον τοῦτο τοῦ ἐπὶ Τροίαν ἀφικομένου διαφέρειν πρὸς ἀρετήν·
まず第一に、ペロプスの子孫よりもヘラクレスの子孫の方が、支配者たちの支配者として優れていると考えられていたからです。 さらに第二に、この軍勢がトロイアへ向かった軍勢よりも卓越性において勝っているとされたからです。
νενικηκέναι γὰρ τούτους, ἡττᾶσθαι δʼ ὑπὸ τούτων ἐκείνους, Ἀχαιοὺς ὄντας ὑπὸ Δωριῶν.
なぜなら、彼らは勝利した側であり、あちらは彼らによって打ち負かされた側、すなわちドリス人に敗れたアカイア人だったからです。
ἆρʼ οὐχ οὕτως οἰόμεθα καί τινι διανοίᾳ ταύτῃ κατασκευάζεσθαι τοὺς τότε;
当時の人々は、このような意図をもってその制度を設計したのだと考えられないでしょうか。
ΜΕ. πάνυ μὲν οὖν.
ΜΕ. 全くその通りです。
§3.686ΑΘ. οὐκοῦν καὶ τὸ βεβαίως οἴεσθαι ταῦθʼ ἕξειν εἰκὸς αὐτοὺς καὶ χρόνον τινʼ ἂν πολὺν μένειν, ἅτε κεκοινωνηκότας μὲν πολλῶν πόνων καὶ κινδύνων ἀλλήλοις, ὑπὸ γένους δὲ ἑνὸς τῶν βασιλέων ἀδελφῶν ὄντων διακεκοσμῆσθαι, πρὸς τούτοις δʼ ἔτι καὶ πολλοῖς μάντεσι κεχρημένους εἶναι τοῖς τε ἄλλοις καὶ τῷ Δελφικῷ Ἀπόλλωνι;
ΑΘ. そうすると、彼らがこれらの取り決めを確実に保持し、それが長い間存続するだろうと考えたのも当然のことではありませんか。 というのも、彼らは互いに多くの苦難と危険を共にしてきたのであり、また一人の祖先から出た兄弟である王たちによって統治が組織されていたのであり、さらには、他の多くの神託者たちだけでなく、デルポイのアポロン神をも頼りにしていたのですから。
ΜΕ. πῶς δʼ οὐκ εἰκός;
ΜΕ. どうして当然でないことがありましょう。
ΑΘ. ταῦτα δὴ τὰ μεγάλα οὕτως προσδοκώμενα διέπτατο, ὡς ἔοικε, τότε ταχύ, πλὴν ὅπερ εἴπομεν νυνδὴ σμικροῦ μέρους τοῦ περὶ τὸν ὑμέτερον τόπον, καὶ τοῦτο δὴ πρὸς τὰ δύο μέρη πολεμοῦν οὐ πώποτε πέπαυται μέχρι τὰ νῦν·
ΑΘ. しかし、そのように大きく期待されていたこれらの事柄は、どうやら当時あっという間に霧散してしまったようです。 ただ、私たちが先ほど言及した、あなた方の土地の周辺にあたる小さな部分だけは例外ですが、この部分でさえ、残りの二つの部分に対して現在に至るまで戦争を行うことを一度もやめたことがありません。
ἐπεὶ γενομένη γε ἡ τότε διάνοια καὶ συμφωνήσασα εἰς ἕν, ἀνυπόστατον ἄν τινα δύναμιν ἔσχε κατὰ πόλεμον.
というのも、もし当時の意図が実現し、一つに調和していたならば、戦争においていかなるものも抵抗できないほどの力を得ていたはずだからです。
ΜΕ. πῶς γὰρ οὔ;
ΜΕ. 全くその通りです。
ΑΘ. πῶς οὖν καὶ πῇ διώλετο;
ΑΘ. では、それはどのようにして、また何によって滅びてしまったのでしょうか。
ἆρʼ οὐκ ἄξιον ἐπισκοπεῖν τηλικοῦτον καὶ τοιοῦτον σύστημα ἥτις ποτὲ τύχη διέφθειρε;
これほど大きく優れた制度を、一体どのような運命が破壊したのかを詳しく調べることは、価値のあることではないでしょうか。
ΜΕ. σχολῇ γὰρ οὖν δή τις ἂν ἄλλο σκοπῶν, ἢ νόμους ἢ πολιτείας ἄλλας θεάσαιτο σῳζούσας καλὰ καὶ μεγάλα πράγματα ἢ καὶ τοὐναντίον διαφθειρούσας τὸ παράπαν, εἰ ἀμελήσειε τούτων.
ΜΕ. 確かにそうです。 もしこれらのことを放置するなら、他のいかなる法律や、他の国制を考察して、それが美しく偉大な事柄を維持しているか、あるいは逆に完全にそれらを破滅させているかを見極める余裕など、到底ないでしょうから。
ΑΘ. τοῦτο μὲν ἄρα, ὡς ἔοικεν, εὐτυχῶς πως ἐμβεβήκαμέν γε εἴς τινα σκέψιν ἱκανήν.
ΑΘ. するとどうやら、幸運にも私たちは十分に価値のある考察に入り込んだようですね。
ΜΕ. πάνυ μὲν οὖν.
ΜΕ. 全くその通りです。
ΑΘ. ἆρʼ οὖν, ὦ θαυμάσιε, λελήθαμεν ἄνθρωποι πάντες, καὶ τὰ νῦν δὴ ἡμεῖς, οἰόμενοι μὲν ἑκάστοτέ τι καλὸν ὁρᾶν πρᾶγμα γενόμενον καὶ θαυμαστὰ ἂν ἐργασάμενον, εἴ τις ἄρα ἠπιστήθη καλῶς αὐτῷ χρῆσθαι κατά τινα τρόπον, τὸ δὲ νῦν γε ἡμεῖς τάχʼ ἂν ἴσως περὶ τοῦτο αὐτὸ οὔτʼ ὀρθῶς διανοοίμεθα οὔτε κατὰ φύσιν, καὶ δὴ καὶ περὶ τὰ ἄλλα πάντες πάντα, περὶ ὧν ἂν οὕτω διανοηθῶσιν;
ΑΘ. では、不思議な友よ、私たち人間は皆、そしてまさに現在の私たちも、ある素晴らしい出来事が生じたのを目にし、もし誰かが何らかの方法でそれをうまく用いる方法を知ってさえいれば、それは驚くべきことを成し遂げただろうと、その都度思い込んでいるにもかかわらず、その一方で、実は今や私たちも、まさにその事柄自体について正しくも自然に即しても考えていないのではないか、そして実に、そのように考えるすべての人が、あらゆる事柄についてそうなのではないか、ということに気づかずにいるのではないでしょうか。
ΜΕ. λέγεις δὲ δὴ τί, καὶ περὶ τίνος σοι φῶμεν μάλιστʼ εἰρῆσθαι τοῦτον τὸν λόγον;
ΜΕ. あなたは一体何を言おうとしておられるのですか。 また、この議論が特に何について語られたものだと、私たちは言うべきなのでしょうか。
ΑΘ. ὠγαθέ, καὶ αὐτὸς ἐμαυτοῦ νυνδὴ κατεγέλασα.
ΑΘ. 友よ、私自身も先ほど自分がおかしくなりました。
ἀποβλέψας γὰρ πρὸς τοῦτον τὸν στόλον οὗ πέρι διαλεγόμεθα, ἔδοξέ μοι πάγκαλός τε εἶναι καὶ θαυμαστὸν κτῆμα παραπεσεῖν τοῖς Ἕλλησιν, ὅπερ εἶπον, εἴ τις ἄρα αὐτῷ τότε καλῶς ἐχρήσατο.
というのも、私たちが議論しているこの軍勢に目を向けたとき、それが極めて美しく、ギリシア人たちに舞い込んだ驚くべき財産であるように私には思われたからです。 先ほど言言ったように、もし当時、誰かがそれをうまく用いていたならば、ですが。
ΜΕ. οὐκοῦν εὖ καὶ ἐχόντως νοῦν σύ τε πάντα εἶπες καὶ ἐπῃνέσαμεν ἡμεῖς;
ΜΕ. それでは、あなたはすべてのことを思慮強く理に適った仕方で語り、私たちはそれを称賛したのではなかったのですか。
ΑΘ. ἴσως·
ΑΘ. おそらく。
ἐννοῶ γε μὴν ὡς πᾶς, ὃς ἂν ἴδῃ τι μέγα καὶ δύναμιν ἔχον πολλὴν καὶ ῥώμην, εὐθὺς ἔπαθε τοῦτο, ὡς εἴπερ ἐπίσταιτο ὁ κεκτημένος αὐτῷ χρῆσθαι τοιούτῳ τε ὄντι καὶ τηλικούτῳ, θαυμάστʼ ἂν καὶ πολλὰ κατεργασάμενος εὐδαιμονοῖ.
しかし私が考えているのは、大きく、多大な権力と力を備えた何かを見る者は誰でも、直ちに次のような感情を抱く、ということです。 すなわち、もしその所有者が、これほど優れ、かつ大規模なものをどのように使うべきか知っていたならば、多くの驚くべきことを成し遂げて幸福になったであろうに、と。