§2.665ΑΘ. τῇ δὴ τῆς κινήσεως τάξει ῥυθμὸς ὄνομα εἴη, τῇ δὲ αὖ τῆς φωνῆς, τοῦ τε ὀξέος ἅμα καὶ βαρέος συγκεραννυμένων, ἁρμονία ὄνομα προσαγορεύοιτο, χορεία δὲ τὸ συναμφότερον κληθείη.
ΑΘ. アテネ人:さて、運動の秩序には「リズム」という名が与えられ、一方で、高音と低音が同時に調和して混ざり合う声の運動の秩序には「ハルモニア」という名が呼び与えられ、その両者を合わせたものが「コレイア」と呼ばれるべきでしょう。
θεοὺς δὲ ἔφαμεν ἐλεοῦντας ἡμᾶς συγχορευτάς τε καὶ χορηγοὺς ἡμῖν δεδωκέναι τόν τε Ἀπόλλωνα καὶ μούσας, καὶ δὴ καὶ τρίτον ἔφαμεν, εἰ μεμνήμεθα, Διόνυσον.
そして私たちは、神々が私たちを哀れんで、アポロンとムーサたちを、私たちの合唱の仲間かつ指導者として与えてくださったと言いました。 そしてさらに、もし覚えているなら、三人目としてディオニュソスをも与えてくださったと言いました。
ΚΛ. πῶς δʼ οὐ μεμνήμεθα;
ΚΛ. クレイニアス:どうして覚えていないことがありましょうか。
ΑΘ. ὁ μὲν τοίνυν τοῦ Ἀπόλλωνος καὶ τῶν Μουσῶν χορὸς εἴρηνται, τὸν δὲ τρίτον καὶ τὸν λοιπὸν χορὸν ἀνάγκη τοῦ Διονύσου λέγεσθαι.
ΑΘ. アテネ人:それでは、アポロンとムーサたちの合唱団については語られました。 しかし、第三の、そして残された合唱団は、ディオニュソスのものと言わざるを得ません。
ΚΛ. πῶς δή;
ΚΛ. クレイニアス:どうしてですか。
λέγε·
言ってください。
μάλα γὰρ ἄτοπος γίγνοιτʼ ἂν ὥς γε ἐξαίφνης ἀκούσαντι Διονύσου πρεσβυτῶν χορός, εἰ ἄρα οἱ ὑπὲρ τριάκοντα καὶ πεντήκοντα δὲ γεγονότες ἔτη μέχρι ἑξήκοντα αὐτῷ χορεύσουσιν.
というのも、不意にこれを聞く者にとっては、ディオニュソスの老人たちの合唱団などというのは、もし本当に30歳や50歳を超え60歳に達する人々が彼のために踊るのだとしたら、非常に奇妙に思われるでしょうから。
ΑΘ. ἀληθέστατα μέντοι λέγεις.
ΑΘ. アテネ人:まさしくその通り、あなたの言うことは最も真実です。
λόγου δὴ δεῖ πρὸς ταῦτα οἶμαι, ὅπῃ τοῦτο εὔλογον οὕτω γιγνόμενον ἂν γίγνοιτο.
ですから、これに対して、これがどのようにして妥当なものになり得るかを示す説明が、私には必要だと思われます。
ΚΛ. τί μήν;
ΚΛ. クレイニアス:当然、そうでしょう。
ΑΘ. ἆρʼ οὖν ἡμῖν τά γε ἔμπροσθεν ὁμολογεῖται;
ΑΘ. アテネ人:では、これまでのことは、私たちにおいて合意されていますか。
ΚΛ. τοῦ πέρι;
ΚΛ. クレイニアス:何のことについてですか。
ΑΘ. τὸ δεῖν πάντʼ ἄνδρα καὶ παῖδα, ἐλεύθερον καὶ δοῦλον, θῆλύν τε καὶ ἄρρενα, καὶ ὅλῃ τῇ πόλει ὅλην τὴν πόλιν αὐτὴν αὑτῇ ἐπᾴδουσαν μὴ παύεσθαί ποτε ταῦτα ἃ διεληλύθαμεν, ἁμῶς γέ πως ἀεὶ μεταβαλλόμενα καὶ πάντως παρεχόμενα ποικιλίαν, ὥστε ἀπληστίαν εἶναί τινα τῶν ὕμνων τοῖς ᾄδουσιν καὶ ἡδονήν.
ΑΘ. アテネ人:すべての男も子供も、自由人も奴隷も、女性も男性も、そして国全体に対して、国全体自身が、私たちがこれまで述べてきたことを自らに向けて歌いかけることを決してやめないということであり、それらは何らかの方法で常に変化し、あらゆる多様性を提供し、歌う人々にとって、賛歌に対する一種の飽くなき欲望と喜びが生まれるようになる、ということです。
ΚΛ. πῶς δʼ οὐχ ὁμολογοῖτʼ ἂν δεῖν ταῦτα οὕτω πράττεσθαι;
ΚΛ. クレイニアス:これらのことがそのように行われるべきであると、どうして合意されないことがありましょうか。
ΑΘ. ποῦ δὴ τοῦθʼ ἡμῖν τὸ ἄριστον τῆς πόλεως, ἡλικίαις τε καὶ ἅμα φρονήσεσιν πιθανώτατον ὂν τῶν ἐν τῇ πόλει, ᾆδον τὰ κάλλιστα μέγιστʼ ἂν ἐξεργάζοιτο ἀγαθά;
ΑΘ. アテネ人:では、年齢においても同時に思慮においても、この国の者たちのうちで最も説得力のある、私たちのこの「国で最も優れた部分」は、どこで最も美しいものを歌って、最大の善をもたらすことになるでしょうか。
ἢ τοῦτο ἀνοήτως οὕτως ἀφήσομεν, ὃ κυριώτατον ἂν εἴη τῶν καλλίστων τε καὶ ὠφελιμωτάτων ᾠδῶν;
それとも、私たちは、最も美しく最も有益な歌において最も決定的なものとなるはずのこれを、このように愚かにも手放してしまうのでしょうか。
ΚΛ. ἀλλὰ ἀδύνατον τὸ μεθιέναι, ὥς γε τὰ νῦν λεγόμενα.
ΚΛ. クレイニアス:しかし、今言われたことからすれば、それを放っておくことは不可能です。
ΑΘ. πῶς οὖν πρέπον ἂν εἴη τοῦτο;
ΑΘ. アテネ人:それでは、どのようにするのがこれにふさわしいでしょうか。
ὁρᾶτε εἰ τῇδε.
このように考えてみてはどうでしょう。
ΚΛ. πῇ δή;
ΚΛ. クレイニアス:どのようにですか。
ΑΘ. πᾶς που γιγνόμενος πρεσβύτερος ὄκνου πρὸς τὰς ᾠδὰς μεστός, καὶ χαίρει τε ἧττον πράττων τοῦτο καὶ ἀνάγκης γιγνομένης αἰσχύνοιτʼ ἂν μᾶλλον, ὅσῳ πρεσβύτερος καὶ σωφρονέστερος γίγνεται, τόσῳ μᾶλλον.
ΑΘ. アテネ人:年をとるにつれて、誰もが歌に対する躊躇いで満たされ、歌うことをあまり喜ばなくなり、歌わねばならない必要が生じたときには、より多く恥じるようになるでしょう。 より年をとり、より分別があるようになるにつれて、ますますそうです。
ἆρʼ οὐχ οὕτως;
そうではありませんか。
ΚΛ. οὕτω μὲν οὖν.
ΚΛ. クレイニアス:まさしくその通りです。
ΑΘ. οὐκοῦν ἐν θεάτρῳ γε καὶ παντοίοις ἀνθρώποις ᾄδειν ἑστὼς ὀρθὸς ἔτι μᾶλλον αἰσχύνοιτʼ ἄν·
ΑΘ. アテネ人:それゆえ、劇場で、あらゆる人々を前にして、直立して歌うことに対しては、いっそう恥ずかしく思うでしょう。
καὶ ταῦτά γʼ εἰ καθάπερ οἱ περὶ νίκης χοροὶ ἀγωνιζόμενοι πεφωνασκηκότες ἰσχνοί τε καὶ ἄσιτοι ἀναγκάζοιντο ᾄδειν οἱ τοιοῦτοι, παντάπασίν που ἀηδῶς τε καὶ αἰσχυντηλῶς ᾄδοντες ἀπροθύμως ἂν τοῦτʼ ἐργάζοιντο;
しかも、もし彼らのような人々が、勝利を競い合う合唱団のように、声の訓練をし、体を痩せさせ、食事を抜いて歌うよう強制されるとしたら、おそらくまったく不愉快に、また恥ずかしそうに歌うことになり、気が進まないままこれを行うことになるのではないでしょうか。
§2.666ΚΛ. ἀναγκαιότατα μέντοι λέγεις.
ΚΛ. クレイニアス:まさしく、まったくおっしゃる通りです。
ΑΘ. πῶς οὖν αὐτοὺς παραμυθησόμεθα προθύμους εἶναι πρὸς τὰς ᾠδάς;
ΑΘ. アテネ人:それでは、彼らが進んで歌うように、私たちはどのように説得すべきでしょうか。
ἆρʼ οὐ νομοθετήσομεν πρῶτον μὲν τοὺς παῖδας μέχρι ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι, διδάσκοντες ὡς οὐ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν εἴς τε τὸ σῶμα καὶ τὴν ψυχήν, πρὶν ἐπὶ τοὺς πόνους ἐγχειρεῖν πορεύεσθαι, τὴν ἐμμανῆ εὐλαβουμένους ἕξιν τῶν νέων·
まず第一に、子供たちには18歳になるまでワインを一切口にさせないという法律を定めるべきではないでしょうか。 若者たちの熱狂しやすい性質を警戒し、労働に取りかかる前に、体と魂に「火の上に火を注ぐ」ようなことをすべきではないと教えながら。
μετὰ δὲ τοῦτο οἴνου μὲν δὴ γεύεσθαι τοῦ μετρίου μέχρι τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ παράπαν τὸν νέον ἀπέχεσθαι·
その後のこととして、30歳までは適度のワインを味わうことは認めるものの、泥酔や過度の飲酒からは、若い者は絶対に遠ざかるべきであるとし、 40歳に達したときには、共同食事で歓待を受けた上で、他の神々を呼び、そしてさらにディオニュソスをも、老人たちの儀式であると同時に気晴らしへと招き入れるべきである、と。
τετταράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν, ἐν τοῖς συσσιτίοις εὐωχηθέντα, καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτέρων τελετὴν ἅμα καὶ παιδιάν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνηβᾶν ἡμᾶς, καὶ δυσθυμίας λήθῃ γίγνεσθαι μαλακώτερον ἐκ σκληροτέρου τὸ τῆς ψυχῆς ἦθος, καθάπερ εἰς πῦρ σίδηρον ἐντεθέντα γιγνόμενον, καὶ οὕτως εὐπλαστότερον εἶναι;
ディオニュソスは、老年の過酷さに対する助けとして、人々にワインを薬として与えてくださり、それによって私たちが若返り、憂鬱を忘れて、魂の気質が硬い状態からより柔らかい状態へと変化し、ちょうど火に入れられた鉄がそうなるように、いっそう形作りやすくなるのです。
πρῶτον μὲν δὴ διατεθεὶς οὕτως ἕκαστος ἆρʼ οὐκ ἂν ἐθέλοι προθυμότερόν γε, ἧττον αἰσχυνόμενος, οὐκ ἐν πολλοῖς ἀλλὰ ἐν μετρίοις, καὶ οὐκ ἐν ἀλλοτρίοις ἀλλʼ ἐν οἰκείοις, ᾄδειν τε καὶ ὃ πολλάκις εἰρήκαμεν ἐπᾴδειν;
まず、このように心構えができたとき、一人一人が、恥ずかしがる気持ちも薄れ、大勢の前ではなく適度な人数の前で、また他人の前ではなく身内の前で、歌うこと、そして私たちが何度も言ってきたように歌いかけることを、より熱心に望むようになるのではないでしょうか。
ΚΛ. καὶ πολύ γε.
ΚΛ. クレイニアス:まさに、大いにそうでしょう。
ΑΘ. εἰς μέν γε τὸ προάγειν τοίνυν αὐτοὺς μετέχειν ἡμῖν ᾠδῆς οὗτος ὁ τρόπος οὐκ ἂν παντάπασιν ἀσχήμων γίγνοιτο.
ΑΘ. アテネ人:それなら、彼らを私たちの歌に参与させるよう促す上で、この方法は全く見苦しいものではなくなります。
ΚΛ. οὐδαμῶς.
ΚΛ. クレイニアス:決して、そのようなことはありません。
ΑΘ. ποίαν δὲ ἥσουσιν οἱ ἄνδρες φωνήν;
ΑΘ. アテネ人:では、この男たちはどのような声を出すでしょうか。
ἢ μοῦσαν δῆλον ὅτι πρέπουσαν αὑτοῖς δεῖ γέ τινα;
彼ら自身にふさわしい何らかの歌でなければならないことは、明らかではないでしょうか。
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. クレイニアス:当然、そうでしょう。
ΑΘ. τίς ἂν οὖν πρέποι θείοις ἀνδράσιν;
ΑΘ. アテネ人:それでは、神聖な男たちには、どのようなものがふさわしいでしょうか。
ἆρʼ ἂν ἡ τῶν χορῶν;
合唱団のためのものでしょうか。
ΚΛ. ἡμεῖς γοῦν, ὦ ξένε, καὶ οἵδε οὐκ ἄλλην ἄν τινα δυναίμεθα ᾠδὴν ἢ ἣν ἐν τοῖς χοροῖς ἐμάθομεν συνήθεις ᾄδειν γενόμενοι.
ΚΛ. クレイニアス:少なくとも私たちや、ここにいる人々は、異邦人よ、私たちが合唱団の中で慣れ親しんで歌うことを学んだもの以外の、いかなる歌も歌うことはできないでしょう。
ΑΘ. εἰκότως γε·
ΑΘ. アテネ人:当然のことです。
ὄντως γὰρ οὐκ ἐπήβολοι γεγόνατε τῆς καλλίστης ᾠδῆς.
というのも、あなた方は本当に、最も美しい歌を身につけていないのですから。
στρατοπέδου γὰρ πολιτείαν ἔχετε ἀλλʼ οὐκ ἐν ἄστεσι κατῳκηκότων, ἀλλʼ οἷον ἁθρόους πώλους ἐν ἀγέλῃ νεμομένους φορβάδας τοὺς νέους κέκτησθε·
あなた方は陣営の国制を持っているのであって、都市に住む人々の国制を持っていません。 かえって、あなた方は若者たちを、牧場で群れをなして飼われている子馬たちの集まりのように、所有しているのです。