Humanitext Reader

柏拉图 · 法律篇 §2.665-2.666

老人合唱团与饮酒的法律规制

第 23 段,共 186 段 · 希腊语

内容简介

雅典人确认了节奏、和谐与歌舞的定义,论证了献给狄奥尼索斯的第三个“老人合唱团”的必要性,以及通过对饮酒进行法律规制来鼓励他们歌唱。

§2.665ΑΘ. τῇ δὴ τῆς κινήσεως τάξει ῥυθμὸς ὄνομα εἴη, τῇ δὲ αὖ τῆς φωνῆς, τοῦ τε ὀξέος ἅμα καὶ βαρέος συγκεραννυμένων, ἁρμονία ὄνομα προσαγορεύοιτο, χορεία δὲ τὸ συναμφότερον κληθείη.
雅典人:那么,运动的秩序可以称为“节奏”,而高低音同时相调和的声音的秩序则可以称为“和谐”,两者结合起来可以称为“歌舞”。
θεοὺς δὲ ἔφαμεν ἐλεοῦντας ἡμᾶς συγχορευτάς τε καὶ χορηγοὺς ἡμῖν δεδωκέναι τόν τε Ἀπόλλωνα καὶ μούσας, καὶ δὴ καὶ τρίτον ἔφαμεν, εἰ μεμνήμεθα, Διόνυσον.
我们曾说过,神明怜悯我们,赐予我们阿波罗和缪斯作为我们的同舞者和合唱领队,而且,如果我们还记得,我们还说了第三个,即狄奥尼索斯。
ΚΛ. πῶς δʼ οὐ μεμνήμεθα;
克里尼亚:怎么会不记得呢?
ΑΘ. ὁ μὲν τοίνυν τοῦ Ἀπόλλωνος καὶ τῶν Μουσῶν χορὸς εἴρηνται, τὸν δὲ τρίτον καὶ τὸν λοιπὸν χορὸν ἀνάγκη τοῦ Διονύσου λέγεσθαι.
雅典人:那么,阿波罗和缪斯的合唱团已经谈过了,而第三个、也是剩下的合唱团,必然要说是属于狄奥尼索斯的。
ΚΛ. πῶς δή;
克里尼亚:怎么会呢?
λέγε·
请说。
μάλα γὰρ ἄτοπος γίγνοιτʼ ἂν ὥς γε ἐξαίφνης ἀκούσαντι Διονύσου πρεσβυτῶν χορός, εἰ ἄρα οἱ ὑπὲρ τριάκοντα καὶ πεντήκοντα δὲ γεγονότες ἔτη μέχρι ἑξήκοντα αὐτῷ χορεύσουσιν.
因为对于一个突然听到的人来说,如果三十岁以上、甚至五十岁直到六十岁的人真的要为他跳舞的话,狄奥尼索斯的老人合唱团听起来确实会非常离奇。
ΑΘ. ἀληθέστατα μέντοι λέγεις.
雅典人:你说得确实非常对。
λόγου δὴ δεῖ πρὸς ταῦτα οἶμαι, ὅπῃ τοῦτο εὔλογον οὕτω γιγνόμενον ἂν γίγνοιτο.
因此我想,对于这一点,我们需要一个论述,来说明这件事情以这种方式发生如何能够是合理的。
ΚΛ. τί μήν;
克里尼亚:当然如此。
ΑΘ. ἆρʼ οὖν ἡμῖν τά γε ἔμπροσθεν ὁμολογεῖται;
雅典人:那么,我们之前谈妥的那些事情,是否达成了共识?
ΚΛ. τοῦ πέρι;
克里尼亚:关于什么?
ΑΘ. τὸ δεῖν πάντʼ ἄνδρα καὶ παῖδα, ἐλεύθερον καὶ δοῦλον, θῆλύν τε καὶ ἄρρενα, καὶ ὅλῃ τῇ πόλει ὅλην τὴν πόλιν αὐτὴν αὑτῇ ἐπᾴδουσαν μὴ παύεσθαί ποτε ταῦτα ἃ διεληλύθαμεν, ἁμῶς γέ πως ἀεὶ μεταβαλλόμενα καὶ πάντως παρεχόμενα ποικιλίαν, ὥστε ἀπληστίαν εἶναί τινα τῶν ὕμνων τοῖς ᾄδουσιν καὶ ἡδονήν.
雅典人:那就是:每一个男人和儿童、自由人和奴隶、女性和男性,乃至整个城邦对整个城邦自身,都绝不能停止对自己吟唱我们已经阐明的那些内容,并以某种方式不断改变它们,提供丰富多样性,从而使歌唱者对这些赞歌产生某种永不满足的渴望和快乐。
ΚΛ. πῶς δʼ οὐχ ὁμολογοῖτʼ ἂν δεῖν ταῦτα οὕτω πράττεσθαι;
克里尼亚:怎么能不赞同这些事情应当这样去实行呢?
ΑΘ. ποῦ δὴ τοῦθʼ ἡμῖν τὸ ἄριστον τῆς πόλεως, ἡλικίαις τε καὶ ἅμα φρονήσεσιν πιθανώτατον ὂν τῶν ἐν τῇ πόλει, ᾆδον τὰ κάλλιστα μέγιστʼ ἂν ἐξεργάζοιτο ἀγαθά;
雅典人:那么,我们城邦中这个最优秀的部分——由于年龄和智慧而在城邦中具有最大说服力的部分——将在哪里歌唱最美妙的内容,从而产生最大的福祉呢?
ἢ τοῦτο ἀνοήτως οὕτως ἀφήσομεν, ὃ κυριώτατον ἂν εἴη τῶν καλλίστων τε καὶ ὠφελιμωτάτων ᾠδῶν;
抑或,我们将如此愚蠢地放任这个部分,而它本来应该是最美妙、最有益的歌谣中最具主导作用的要素?
ΚΛ. ἀλλὰ ἀδύνατον τὸ μεθιέναι, ὥς γε τὰ νῦν λεγόμενα.
克里尼亚:但根据现在所说的话,放弃它是绝不可能的。
ΑΘ. πῶς οὖν πρέπον ἂν εἴη τοῦτο;
雅典人:那么,怎样做才是合适的呢?
ὁρᾶτε εἰ τῇδε.
看看是不是用这种方式。
ΚΛ. πῇ δή;
克里尼亚:究竟是怎样的方式?
ΑΘ. πᾶς που γιγνόμενος πρεσβύτερος ὄκνου πρὸς τὰς ᾠδὰς μεστός, καὶ χαίρει τε ἧττον πράττων τοῦτο καὶ ἀνάγκης γιγνομένης αἰσχύνοιτʼ ἂν μᾶλλον, ὅσῳ πρεσβύτερος καὶ σωφρονέστερος γίγνεται, τόσῳ μᾶλλον.
雅典人:我想,任何人只要变得年长,就会对歌唱充满犹豫,在做这件事时感到较少的快乐,而如果非唱不可,他就会感到更加羞怯,随着他越年长、越克制,就越发感到羞怯。
ἆρʼ οὐχ οὕτως;
难道不是这样吗?
ΚΛ. οὕτω μὲν οὖν.
克里尼亚:确实如此。
ΑΘ. οὐκοῦν ἐν θεάτρῳ γε καὶ παντοίοις ἀνθρώποις ᾄδειν ἑστὼς ὀρθὸς ἔτι μᾶλλον αἰσχύνοιτʼ ἄν· καὶ ταῦτά γʼ εἰ καθάπερ οἱ περὶ νίκης χοροὶ ἀγωνιζόμενοι πεφωνασκηκότες ἰσχνοί τε καὶ ἄσιτοι ἀναγκάζοιντο ᾄδειν οἱ τοιοῦτοι, παντάπασίν που ἀηδῶς τε καὶ αἰσχυντηλῶς ᾄδοντες ἀπροθύμως ἂν τοῦτʼ ἐργάζοιντο;
雅典人:因此,在剧场里,面对形形色色的人,站直了去歌唱,他必然会感到更加羞怯;而且,如果像那些争夺胜利的合唱团一样,让这些年长的人在训练嗓音、身形消瘦并禁食的情况下去被迫歌唱,他们唱起来肯定会感到非常不愉快和羞愧,而且会毫无热情地去做这件事吧?
§2.666ΚΛ. ἀναγκαιότατα μέντοι λέγεις.
克里尼亚:你说得确实非常必然。
ΑΘ. πῶς οὖν αὐτοὺς παραμυθησόμεθα προθύμους εἶναι πρὸς τὰς ᾠδάς;
雅典人:那么,我们将如何劝导他们,使他们乐于歌唱呢?
ἆρʼ οὐ νομοθετήσομεν πρῶτον μὲν τοὺς παῖδας μέχρι ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι, διδάσκοντες ὡς οὐ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν εἴς τε τὸ σῶμα καὶ τὴν ψυχήν, πρὶν ἐπὶ τοὺς πόνους ἐγχειρεῖν πορεύεσθαι, τὴν ἐμμανῆ εὐλαβουμένους ἕξιν τῶν νέων·
我们难道不应该首先立法规定,十八岁以下的儿童绝对不能尝酒,教导他们不应该在着手进行劳作之前,就将火引向身体和灵魂中的火,以防范年轻人那种近乎狂乱的气质吗?
μετὰ δὲ τοῦτο οἴνου μὲν δὴ γεύεσθαι τοῦ μετρίου μέχρι τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ παράπαν τὸν νέον ἀπέχεσθαι· τετταράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν, ἐν τοῖς συσσιτίοις εὐωχηθέντα, καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτέρων τελετὴν ἅμα καὶ παιδιάν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνηβᾶν ἡμᾶς, καὶ δυσθυμίας λήθῃ γίγνεσθαι μαλακώτερον ἐκ σκληροτέρου τὸ τῆς ψυχῆς ἦθος, καθάπερ εἰς πῦρ σίδηρον ἐντεθέντα γιγνόμενον, καὶ οὕτως εὐπλαστότερον εἶναι;
在此之后,三十岁以前可以适量饮酒,但年轻人必须绝对远离醉酒和过度饮酒;而当步入四十岁时,在公共会餐中饱餐之后,应当呼求其他神明,特别是邀请狄奥尼索斯加入年长者的仪式与娱乐之中——这娱乐就是他作为应对老年之严酷的助手赐予人类的酒这种药剂,使我们得以重获青春,并在忘却沮丧中,使灵魂的性格从较硬变得较软,就像铁被放入火中一样,从而变得更容易塑造?
πρῶτον μὲν δὴ διατεθεὶς οὕτως ἕκαστος ἆρʼ οὐκ ἂν ἐθέλοι προθυμότερόν γε, ἧττον αἰσχυνόμενος, οὐκ ἐν πολλοῖς ἀλλὰ ἐν μετρίοις, καὶ οὐκ ἐν ἀλλοτρίοις ἀλλʼ ἐν οἰκείοις, ᾄδειν τε καὶ ὃ πολλάκις εἰρήκαμεν ἐπᾴδειν;
首先,每个人若处于这种状态,难道不会更加热心地——因为感到较少羞怯——不去在大群人面前而是在适量的人群中,不去在陌生人面前而是在自家人面前,去歌唱并吟唱那我们已经多次提到过的东西吗?
ΚΛ. καὶ πολύ γε.
克里尼亚:确实会极大地乐意。
ΑΘ. εἰς μέν γε τὸ προάγειν τοίνυν αὐτοὺς μετέχειν ἡμῖν ᾠδῆς οὗτος ὁ τρόπος οὐκ ἂν παντάπασιν ἀσχήμων γίγνοιτο.
雅典人:那么,为了诱导他们与我们一起参与歌唱,这种方法绝非是不体面的。
ΚΛ. οὐδαμῶς.
克里尼亚:决不如此。
ΑΘ. ποίαν δὲ ἥσουσιν οἱ ἄνδρες φωνήν;
雅典人:那么,这些男子将发出怎样的声音呢?
ἢ μοῦσαν δῆλον ὅτι πρέπουσαν αὑτοῖς δεῖ γέ τινα;
显然,他们需要某种适合他们自身的音乐,不是吗?
ΚΛ. πῶς γὰρ οὔ;
克里尼亚:当然是这样。
ΑΘ. τίς ἂν οὖν πρέποι θείοις ἀνδράσιν;
雅典人:那么,哪种音乐适合这些神圣的人们呢?
ἆρʼ ἂν ἡ τῶν χορῶν;
会是合唱团的那种吗?
ΚΛ. ἡμεῖς γοῦν, ὦ ξένε, καὶ οἵδε οὐκ ἄλλην ἄν τινα δυναίμεθα ᾠδὴν ἢ ἣν ἐν τοῖς χοροῖς ἐμάθομεν συνήθεις ᾄδειν γενόμενοι.
克里尼亚:外邦人啊,至少我们和这些人,除了我们在合唱团中习得并习惯歌唱的那些歌谣之外,无法唱任何其他的歌。
ΑΘ. εἰκότως γε·
雅典人:理所当然。
ὄντως γὰρ οὐκ ἐπήβολοι γεγόνατε τῆς καλλίστης ᾠδῆς.
因为事实上你们尚未掌握最美妙的歌谣。
στρατοπέδου γὰρ πολιτείαν ἔχετε ἀλλʼ οὐκ ἐν ἄστεσι κατῳκηκότων, ἀλλʼ οἷον ἁθρόους πώλους ἐν ἀγέλῃ νεμομένους φορβάδας τοὺς νέους κέκτησθε·
因为你们拥有的是军营的政体,而非定居于城市之人的政体,你们把年轻人当作在牧场上成群放牧的小马一样拥有着。

词汇与语法注释

  1. 665aσυγκεραννυμένων — 属格独立结构(genitive absolute)。前方的名词短语 `τοῦ τε ὀξέος ἅμα καὶ βαρέος` 为其逻辑主语,修饰分词 `συγκεραννυμένων`(现在中被动分词属格复数),用以描绘声音相互交融的状态。
  2. 665bἀκούσαντι — 与格分词的限定用法(关系与格或判断与格)。与小词 `ὥς γε` 连用,限定了视角的出发点:“对于突然听到此话的人来说”。
  3. 665cτὸ δεῖν — 中性单数宾格冠词 `τὸ` 使非人称不定式 `δεῖν` 名词化。作为对前文提问的回答,引出双方合意的内容,在 `δεῖν` 下方接带宾格主语的不定式结构 `πάντʼ ἄνδρα καὶ παῖδα... μὴ παύεσθαι`。

引用这一段

柏拉图, 法律篇 §2.665-2.666. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:2.665-2.666

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。