§2.664ΑΘ. τὸ σπαρέντων ποτὲ ὀδόντων ὁπλίτας ἐξ αὐτῶν φῦναι.
ΑΘ. アテネ人:かつて歯が蒔かれて、そこから重装歩兵が生えてきたという話です。
καίτοι μέγα γʼ ἐστὶ νομοθέτῃ παράδειγμα τοῦ πείσειν ὅτι ἂν ἐπιχειρῇ τις πείθειν τὰς τῶν νέων ψυχάς, ὥστε οὐδὲν ἄλλο αὐτὸν δεῖ σκοποῦντα ἀνευρίσκειν ἢ τί πείσας μέγιστον ἀγαθὸν ἐργάσαιτο ἂν πόλιν, τούτου δὲ πέρι πᾶσαν μηχανὴν εὑρίσκειν ὅντινά ποτε τρόπον ἡ τοιαύτη συνοικία πᾶσα περὶ τούτων ἓν καὶ ταὐτὸν ὅτι μάλιστα φθέγγοιτʼ ἀεὶ διὰ βίου παντὸς ἔν τε ᾠδαῖς καὶ μύθοις καὶ λόγοις.
しかしながら、これは立法者にとって、若者の魂を説得しようと企てることなら何であれ説得できるという、大きな範例です。 したがって、彼は、何を信じ込ませれば国に最大の善をもたらすことができるか、という点だけを考慮して見出せばよく、これに関して、そのような共同体全体が、これらの事柄について、生涯を通じて歌や神話や議論において、できる限り常に同一のことを語るようになるにはどうすればよいか、そのあらゆる手段を見出さねばなりません。
εἰ δʼ οὖν ἄλλῃ πῃ δοκεῖ ἢ ταύτῃ, πρὸς ταῦτα οὐδεὶς φθόνος ἀμφισβητῆσαι τῷ λόγῳ.
しかし、もしこれが別のやり方で正しいと思われるなら、私たちの議論に異議を唱えることを誰も拒みはしません。
ΚΛ. ἀλλʼ οὔ μοι φαίνεται πρός γε ταῦτα δύνασθαι ἡμῶν ἀμφισβητῆσαί ποτʼ ἂν οὐδέτερος.
ΚΛ. クレイニアス:しかし、少なくともこれらの点に関しては、私たち二人のどちらも決して異議を唱えることはできないと思われます。
ΑΘ. τὸ μετὰ τοῦτο τοίνυν ἐμὸν ἂν εἴη λέγειν.
ΑΘ. アテネ人:それでは、その次に続くことを語るのが私の役割でしょう。
φημὶ γὰρ ἅπαντας δεῖν ἐπᾴδειν τρεῖς ὄντας τοὺς χοροὺς ἔτι νέαις οὔσαις ταῖς ψυχαῖς καὶ ἁπαλαῖς τῶν παίδων, τά τε ἄλλα καλὰ λέγοντας πάντα ὅσα διεληλύθαμέν τε καὶ ἔτι διέλθοιμεν ἄν, τὸ δὲ κεφάλαιον αὐτῶν τοῦτο ἔστω·
というのも、私は、三つある合唱団のすべてが、子供たちのまだ若く柔軟な魂に対して、私たちがこれまで述べてきたこと、そしてこれから述べるであろうすべての美しく善いことを語りながら、歌いかけるべきだと主張するからです。 それらの要点は次のようであるべきです。
τὸν αὐτὸν ἥδιστόν τε καὶ ἄριστον ὑπὸ θεῶν βίον λέγεσθαι φάσκοντες, ἀληθέστατα ἐροῦμεν ἅμα, καὶ μᾶλλον πείσομεν οὓς δεῖ πείθειν ἢ ἐὰν ἄλλως πως φθεγγώμεθα λέγοντες.
「神々によって、最も快く、かつ最も優れた生が、同一の生であると言われている」と主張することで、私たちは同時に最も真実なことを語ることになり、また別のやり方で語るよりも、説得すべき人々をよりよく説得することになるでしょう。
ΚΛ. συγχωρητέον ἃ λέγεις.
ΚΛ. クレイニアス:あなたの言うことに同意せざるを得ません。
ΑΘ. πρῶτον μὲν τοίνυν ὁ Μουσῶν χορὸς ὁ παιδικὸς ὀρθότατʼ ἂν εἰσίοι πρῶτος τὰ τοιαῦτα εἰς τὸ μέσον ᾀσόμενος ἁπάσῃ σπουδῇ καὶ ὅλῃ τῇ πόλει, δεύτερος δὲ ὁ μέχρι τριάκοντα ἐτῶν, τόν τε Παιᾶνα ἐπικαλούμενος μάρτυρα τῶν λεγομένων ἀληθείας πέρι καὶ τοῖς νέοις ἵλεων μετὰ πειθοῦς γίγνεσθαι ἐπευχόμενος.
ΑΘ. アテネ人:それならまず、ムーサたちの子供の合唱団が、国中に対してあらゆる熱意を込めて、このようなことを公の場で歌うために、最も正しく最初に登場すべきです。 第二の合唱団は、30歳までの若者たちで構成され、語られていることの真実性についてパイアンを証人として呼び求め、彼が説得力をもって若者たちに慈悲深くあってくれるよう祈り求めるべきです。
δεῖ δὲ δὴ καὶ ἔτι τρίτους τοὺς ὑπὲρ τριάκοντα ἔτη μέχρι τῶν ἑξήκοντα γεγονότας ᾄδειν·
そして、30歳を超え60歳までの人々からなる第三の合唱団もまた歌う必要があります。
τοὺς δὲ μετὰ ταῦτα—οὐ γὰρ ἔτι δυνατοὶ φέρειν ᾠδάς—μυθολόγους περὶ τῶν αὐτῶν ἠθῶν διὰ θείας φήμης καταλελεῖφθαι.
しかし、それ以上の年齢の人々は、もはや歌を歌う体力がないため、神聖な噂を通じて、同じ道徳的性格について語る物語の語り手として残されるべきです。
ΚΛ. λέγεις δέ, ὦ ξένε, τίνας τούτους τοὺς χοροὺς τοὺς τρίτους;
ΚΛ. クレイニアス:異邦人よ、あなたが言うこの第三の合唱団とはどのような人々のことですか。
οὐ γὰρ πάνυ συνίεμεν σαφῶς ὅτι ποτὲ βούλει φράζειν αὐτῶν πέρι.
私たちは、あなたが彼らについて何を言おうとしているのか、あまりはっきりと理解していません。
ΑΘ. καὶ μὴν εἰσίν γε οὗτοι σχεδὸν ὧν χάριν οἱ πλεῖστοι τῶν ἔμπροσθεν ἐρρήθησαν λόγων.
ΑΘ. アテネ人:実は彼らこそが、これまでの議論の大部分がそのために語られてきた当のものなのです。
ΚΛ. οὔπω μεμαθήκαμεν, ἀλλʼ ἔτι σαφέστερον πειρῶ φράζειν.
ΚΛ. クレイニアス:私たちはまだ理解していません。 もっとはっきりと説明するよう努めてください。
ΑΘ. εἴπομεν, εἰ μεμνήμεθα, κατʼ ἀρχὰς τῶν λόγων, ὡς ἡ φύσις ἁπάντων τῶν νέων διάπυρος οὖσα ἡσυχίαν οὐχ οἵα τε ἄγειν οὔτε κατὰ τὸ σῶμα οὔτε κατὰ τὴν φωνὴν εἴη, φθέγγοιτο δʼ ἀεὶ ἀτάκτως καὶ πηδῷ, τάξεως δʼ αἴσθησιν τούτων ἀμφοτέρων, τῶν ἄλλων μὲν ζῴων οὐδὲν ἐφάπτοιτο, ἡ δὲ ἀνθρώπου φύσις ἔχοι μόνη τοῦτο·
ΑΘ. アテネ人:もし私たちが覚えているなら、議論の初めに、すべての若者の本性は燃えるように熱く、身体においても声においてもじっとしていることができず、常に無秩序に声を上げ、飛び跳ねるものであると述べました。 しかし、これら両方の秩序に対する感覚は、他のいかなる動物も得られないのに対し、人間の本性だけがこれを持っているのだ、と。