§2.663ΑΘ. ταύτῃ μὲν οὖν ὁ τιθέμενος εἴτε νομοθέτης εἴτε καὶ πατὴρ ἄτοπος ἂν οἶμαι καὶ ἄπορος φαίνοιτο τοῦ συμφωνούντως ἑαυτῷ λέγειν·
ΑΘ. アテネ人:それゆえ、このように考えるならば、規定を置く者が立法者であれ父親であれ、自分自身と首尾一貫して語ることができず、不条理で行き詰まっているように思われるでしょう。
εἰ δʼ αὖ τὸν δικαιότατον εὐδαιμονέστατον ἀποφαίνοιτο βίον εἶναι, ζητοῖ που πᾶς ἂν ὁ ἀκούων, οἶμαι, τί ποτʼ ἐν αὐτῷ τὸ τῆς ἡδονῆς κρεῖττον ἀγαθόν τε καὶ καλὸν ὁ νόμος ἐνὸν ἐπαινεῖ.
しかし他方で、もし彼が、最も正しい生が最も幸福であると宣言するならば、それを聞く者は誰でも、その生の中に宿る、快楽よりも優れたいかなる善や美を、法律が推奨しているのかを尋ねるでしょう。
τί γὰρ δὴ δικαίῳ χωριζόμενον ἡδονῆς ἀγαθὸν ἂν γίγνοιτο;
というのも、快楽から切り離された正しい人に、いったいどのような善が生じうるでしょうか。
φέρε, κλέος τε καὶ ἔπαινος πρὸς ἀνθρώπων τε καὶ θεῶν ἆρʼ ἐστὶν ἀγαθὸν μὲν καὶ καλόν, ἀηδὲς δέ, δύσκλεια δὲ τἀναντία;
さあ、人間と神々からの名声と賞賛は、善であり美しくもあるが不快なものであり、不名誉はその反対なのでしょうか。
ἥκιστα, ὦ φίλε νομοθέτα, φήσομεν.
「決してそうではない、親愛なる立法者よ」と私たちは言うでしょう。
ἀλλὰ τὸ μήτε τινὰ ἀδικεῖν μήτε ὑπό τινος ἀδικεῖσθαι μῶν ἀηδὲς μέν, ἀγαθὸν δὲ ἢ καλόν, τὰ δʼ ἕτερα ἡδέα μέν, αἰσχρὰ δὲ καὶ κακά;
では、他者を害しもせず、他者から害されもしないということは、不快ではあるが、善または美であり、その反対は、快いけれど、醜く悪なのでしょうか。
ΚΛ. καὶ πῶς;
ΚΛ. クレイニアス:まさかそんな。
ΑΘ. οὐκοῦν ὁ μὲν μὴ χωρίζων λόγος ἡδύ τε καὶ δίκαιον καὶ ἀγαθόν τε καὶ καλὸν πιθανός γʼ, εἰ μηδὲν ἕτερον, πρὸς τό τινα ἐθέλειν ζῆν τὸν ὅσιον καὶ δίκαιον βίον, ὥστε νομοθέτῃ γε αἴσχιστος λόγων καὶ ἐναντιώτατος ὃς ἂν μὴ φῇ ταῦτα οὕτως ἔχειν·
ΑΘ. アテネ人:それゆえ、快いことと正しいこと、そして善いことと美しいことを切り離さない主張は、他ならぬ、敬虔で正しい生を送ることを人に望ませるという目的に対して、少なくとも説得力があります。 したがって、これらがそのようにはなっていないと言う主張は、立法者にとって、あらゆる言論のうちで最も醜く、最も対立するものです。
οὐδεὶς γὰρ ἂν ἑκὼν ἐθέλοι πείθεσθαι πράττειν τοῦτο ὅτῳ μὴ τὸ χαίρειν τοῦ λυπεῖσθαι πλέον ἕπεται.
なぜなら、苦しむことよりも楽しむことがより多く伴わないようなことを、進んで実行するように説得されたいと思う者は誰もいないからです。
σκοτοδινιᾶν δὲ τὸ πόρρωθεν ὁρώμενον πᾶσίν τε ὡς ἔπος εἰπεῖν καὶ δὴ καὶ τοῖς παισὶ παρέχει, νομοθέτης εἰ μὴ δόξαν εἰς τοὐναντίον τούτου καταστήσει, τὸ σκότος ἀφελών, καὶ πείσει ἁμῶς γέ πως ἔθεσι καὶ ἐπαίνοις καὶ λόγοις ὡς ἐσκιαγραφημένα τὰ δίκαιά ἐστι καὶ ἄδικα, τὰ μὲν ἄδικα τῷ τοῦ δικαίου ἐναντίως φαινόμενα, ἐκ μὲν ἀδίκου καὶ κακοῦ ἑαυτοῦ θεωρούμενα ἡδέα, τὰ δὲ δίκαια ἀηδέστατα, ἐκ δὲ δικαίου πάντα τἀναντία παντὶ πρὸς ἀμφότερα.
また、遠くから見られるものは、ほぼすべての人に、そしてとりわけ子供たちに目眩をもたらします。 もし立法者がその暗闇を取り除いて、これとは反対の意見を確立し、習慣や賞賛や言葉によって何とかして彼らを説得しないならば。 すなわち、正しいことと不正なことは影絵のようなものであり、不正なことは正しいことの反対に見え、不正で邪悪な自己の観点から観察されると、不正なことは快く、正しいことは極めて不快に見えるが、正しい観点から見ると、両方に関してあらゆる点でこれらと全く反対に見えるのだ、と。
ΚΛ. φαίνεται.
ΚΛ. クレイニアス:そのように思われます。
ΑΘ. τὴν δʼ ἀλήθειαν τῆς κρίσεως ποτέραν κυριωτέραν εἶναι φῶμεν;
ΑΘ. アテネ人:では、判断の真実性について、どちらがより決定権を持つと言うべきでしょうか。
πότερα τὴν τῆς χείρονος ψυχῆς ἢ τὴν τῆς βελτίονος;
より劣った魂の判断でしょうか、それともより優れた魂の判断でしょうか。
ΚΛ. ἀναγκαῖόν που τὴν τῆς ἀμείνονος.
ΚΛ. クレイニアス:おおかた、より優れた魂の方であるのが必然です。
ΑΘ. ἀναγκαῖον ἄρα τὸν ἄδικον βίον οὐ μόνον αἰσχίω καὶ μοχθηρότερον, ἀλλὰ καὶ ἀηδέστερον τῇ ἀληθείᾳ τοῦ δικαίου τε εἶναι καὶ ὁσίου βίου.
ΑΘ. アテネ人:それなら、不正な生は、正しい敬虔な生よりも、ただ単に醜く卑劣であるだけでなく、真実においてより不快でもある、ということが必然になります。
ΚΛ. κινδυνεύει κατά γε τὸν νῦν λόγον, ὦ φίλοι.
ΚΛ. クレイニアス:友よ、少なくとも現在の議論に従えば、そのようになるようです。
ΑΘ. νομοθέτης δὲ οὗ τι καὶ σμικρὸν ὄφελος, εἰ καὶ μὴ τοῦτο ἦν οὕτως ἔχον, ὡς καὶ νῦν αὐτὸ ᾕρηχʼ ὁ λόγος ἔχειν, εἴπερ τι καὶ ἄλλο ἐτόλμησεν ἂν ἐπʼ ἀγαθῷ ψεύδεσθαι πρὸς τοὺς νέους, ἔστιν ὅτι τούτου ψεῦδος λυσιτελέστερον ἂν ἐψεύσατό ποτε καὶ δυνάμενον μᾶλλον ποιεῖν μὴ βίᾳ ἀλλʼ ἑκόντας πάντας πάντα τὰ δίκαια;
ΑΘ. アテネ人:しかし、少しでも役に立つ立法者であれば、たとえこのことが、今の議論がそうであると証明したように実際にはそのようにはなっていなかったとしても、もし若者たちに対して何らかの有益な嘘をつく勇気を持てたとするなら、これよりも有益で、暴力によらず全員が進んであらゆる正しいことを行うようにさせる力のある嘘を、かつてつくことができたでしょうか。
ΚΛ. καλὸν μὲν ἡ ἀλήθεια, ὦ ξένε, καὶ μόνιμον·
ΚΛ. クレイニアス:異邦人よ、真理は美しく永続的なものです。
ἔοικε μὴν οὐ ῥᾴδιον εἶναι πείθειν.
しかしながら、説得することは容易ではないように思われます。
ΑΘ. εἶεν· τὸ μὲν τοῦ Σιδωνίου μυθολόγημα ῥᾴδιον ἐγένετο πείθειν, οὕτως ἀπίθανον ὄν, καὶ ἄλλα μυρία;
ΑΘ. アテネ人:おや、シドニア人の神話は、あれほど信じがたいものであるのに、説得するのが容易でしたし、他にも無数の例があるではありませんか。
ΚΛ. ποῖα;
ΚΛ. クレイニアス:どのようなものですか。