§2.664ΑΘ. τὸ σπαρέντων ποτὲ ὀδόντων ὁπλίτας ἐξ αὐτῶν φῦναι.
雅典人:也就是曾经播下牙齿,从中长出重装步兵的故事。
καίτοι μέγα γʼ ἐστὶ νομοθέτῃ παράδειγμα τοῦ πείσειν ὅτι ἂν ἐπιχειρῇ τις πείθειν τὰς τῶν νέων ψυχάς, ὥστε οὐδὲν ἄλλο αὐτὸν δεῖ σκοποῦντα ἀνευρίσκειν ἢ τί πείσας μέγιστον ἀγαθὸν ἐργάσαιτο ἂν πόλιν, τούτου δὲ πέρι πᾶσαν μηχανὴν εὑρίσκειν ὅντινά ποτε τρόπον ἡ τοιαύτη συνοικία πᾶσα περὶ τούτων ἓν καὶ ταὐτὸν ὅτι μάλιστα φθέγγοιτʼ ἀεὶ διὰ βίου παντὸς ἔν τε ᾠδαῖς καὶ μύθοις καὶ λόγοις.
然而,对于立法者来说,这确实是一个巨大的范例,证明只要有人着手去说服年轻人的灵魂,就能够说服他们任何事情。 因此,他除了去思考并发现“说服什么才能给城邦带来最大的福祉”之外,不需要再寻找别的,并且关于这一点,他必须寻找一切手段,设法使整个共同体在这些事情上,在他们的一生中,无论是在歌谣、神话还是言论里,都尽可能始终发出完全一致的声音。
εἰ δʼ οὖν ἄλλῃ πῃ δοκεῖ ἢ ταύτῃ, πρὸς ταῦτα οὐδεὶς φθόνος ἀμφισβητῆσαι τῷ λόγῳ.
但如果有人认为有其他不同于此的途径,那么对这个观点提出异议也是无所禁忌的。
ΚΛ. ἀλλʼ οὔ μοι φαίνεται πρός γε ταῦτα δύνασθαι ἡμῶν ἀμφισβητῆσαί ποτʼ ἂν οὐδέτερος.
克里尼亚:但是在这些点上,我们两个人都绝不可能提出异议。
ΑΘ. τὸ μετὰ τοῦτο τοίνυν ἐμὸν ἂν εἴη λέγειν.
雅典人:那么,接下来该由我来说了。
φημὶ γὰρ ἅπαντας δεῖν ἐπᾴδειν τρεῖς ὄντας τοὺς χοροὺς ἔτι νέαις οὔσαις ταῖς ψυχαῖς καὶ ἁπαλαῖς τῶν παίδων, τά τε ἄλλα καλὰ λέγοντας πάντα ὅσα διεληλύθαμέν τε καὶ ἔτι διέλθοιμεν ἄν, τὸ δὲ κεφάλαιον αὐτῶν τοῦτο ἔστω· τὸν αὐτὸν ἥδιστόν τε καὶ ἄριστον ὑπὸ θεῶν βίον λέγεσθαι φάσκοντες, ἀληθέστατα ἐροῦμεν ἅμα, καὶ μᾶλλον πείσομεν οὓς δεῖ πείθειν ἢ ἐὰν ἄλλως πως φθεγγώμεθα λέγοντες.
因为我主张,所有的三个合唱团都必须对孩子们尚且年轻娇嫩的灵魂吟唱,向他们诉说我们已经阐明以及将要阐明的一切美善之事;而这些事情的要旨应当是:通过宣告“神明所说的最愉快且最优秀的生活是同一种生活”,我们同时也说出了最真实的真理,并且比起用其他任何方式说话,这能更好地说服那些我们需要说服的人。
ΚΛ. συγχωρητέον ἃ λέγεις.
克里尼亚:必须赞同你所说的。
ΑΘ. πρῶτον μὲν τοίνυν ὁ Μουσῶν χορὸς ὁ παιδικὸς ὀρθότατʼ ἂν εἰσίοι πρῶτος τὰ τοιαῦτα εἰς τὸ μέσον ᾀσόμενος ἁπάσῃ σπουδῇ καὶ ὅλῃ τῇ πόλει, δεύτερος δὲ ὁ μέχρι τριάκοντα ἐτῶν, τόν τε Παιᾶνα ἐπικαλούμενος μάρτυρα τῶν λεγομένων ἀληθείας πέρι καὶ τοῖς νέοις ἵλεων μετὰ πειθοῦς γίγνεσθαι ἐπευχόμενος.
雅典人:那么,首先是缪斯的儿童合唱团,最应当作为第一个出场,全力以赴地为整个城邦在公共场所歌唱这些内容;第二个是三十岁以下的青年合唱团,他们应当呼求派安作为所说真理的见证人,并祈求他带着说服力、仁慈地对待年轻人。
δεῖ δὲ δὴ καὶ ἔτι τρίτους τοὺς ὑπὲρ τριάκοντα ἔτη μέχρι τῶν ἑξήκοντα γεγονότας ᾄδειν· τοὺς δὲ μετὰ ταῦτα—οὐ γὰρ ἔτι δυνατοὶ φέρειν ᾠδάς—μυθολόγους περὶ τῶν αὐτῶν ἠθῶν διὰ θείας φήμης καταλελεῖφθαι.
而且,确实也需要由三十岁以上到六十岁的人组成第三个合唱团来进行歌唱;而在此年龄之后的人——因为他们已无法再承受唱歌——应当通过神圣的传言,被留作讲述关于相同道德品质的故事的人。
ΚΛ. λέγεις δέ, ὦ ξένε, τίνας τούτους τοὺς χοροὺς τοὺς τρίτους;
克里尼亚:外邦人啊,你所说的这第三个合唱团是指哪些人?
οὐ γὰρ πάνυ συνίεμεν σαφῶς ὅτι ποτὲ βούλει φράζειν αὐτῶν πέρι.
因为我们并不十分清楚你关于他们想表达什么。
ΑΘ. καὶ μὴν εἰσίν γε οὗτοι σχεδὸν ὧν χάριν οἱ πλεῖστοι τῶν ἔμπροσθεν ἐρρήθησαν λόγων.
雅典人:然而,这些人几乎就是之前的绝大多数言论所为了服务的目标。
ΚΛ. οὔπω μεμαθήκαμεν, ἀλλʼ ἔτι σαφέστερον πειρῶ φράζειν.
克里尼亚:我们还没有明白,请试着解释得更清楚一些。
ΑΘ. εἴπομεν, εἰ μεμνήμεθα, κατʼ ἀρχὰς τῶν λόγων, ὡς ἡ φύσις ἁπάντων τῶν νέων διάπυρος οὖσα ἡσυχίαν οὐχ οἵα τε ἄγειν οὔτε κατὰ τὸ σῶμα οὔτε κατὰ τὴν φωνὴν εἴη, φθέγγοιτο δʼ ἀεὶ ἀτάκτως καὶ πηδῷ, τάξεως δʼ αἴσθησιν τούτων ἀμφοτέρων, τῶν ἄλλων μὲν ζῴων οὐδὲν ἐφάπτοιτο, ἡ δὲ ἀνθρώπου φύσις ἔχοι μόνη τοῦτο·
雅典人:如果我们还记得,在讨论开始时,我们曾说过所有年轻人的本性都是炽热的,无论身体还是声音都无法保持安静,总是无秩序地喊叫和跳跃,而在其他任何动物都无法获得对这两者之秩序的感觉时,唯独人类的本性拥有这一点。