§2.661ΑΘ. καὶ
οὔτʼ ἂν μνησαίμην,
φησὶν ὑμῖν ὁ ποιητής, εἴπερ ὀρθῶς λέγει,
οὔτʼ ἐν λόγῳ ἄνδρα τιθείμην,
ὃς μὴ πάντα τὰ λεγόμενα καλὰ μετὰ δικαιοσύνης πράττοι καὶ κτῷτο, καὶ δὴ
καὶ δηΐων
τοιοῦτος ὢν
ὀρέγοιτο ἐγγύθεν ἱστάμενος,
ἄδικος δὲ ὢν μήτε τολμῷ
ὁρῶν φόνον αἱματόεντα
μήτε νικῷ θέων
Θρηίκιον Βορέην,
μήτε ἄλλο αὐτῷ μηδὲν τῶν λεγομένων ἀγαθῶν γίγνοιτό ποτε.
ΑΘ. そして、「私は彼のことを言及もしないだろうし、」と、もし詩人が正しく語るならば、あなたがたに語るでしょう。 「また、語るに値する男ともみなさないだろう。 もしその男が、いわゆる美徳のすべてを正義とともに実践し獲得しないならば。 さらにそのような者として、近くに立って敵に突撃するのでなければ。 しかし不正であるならば、血まみれの殺戮を見ても立ち向かう勇気がなく、走ってトレキアのボレアス(北風)に打ち勝つこともなく、いわゆる善いことの他のいかなるものも決して彼に生じないように。
τὰ γὰρ ὑπὸ τῶν πολλῶν λεγόμενʼ ἀγαθὰ οὐκ ὀρθῶς λέγεται.
」なぜなら、大衆によって言われている「善」は正しく語られていないからです。
λέγεται γὰρ ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον δὲ κάλλος, τρίτον δὲ πλοῦτος, μυρία δὲ ἄλλα ἀγαθὰ λέγεται·
というのも、最善なのは健康であること、第二は美、第三は富と言われており、他にも無数の善が言われているからです。
καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅτι ἂν ἐπιθυμῇ, καὶ τὸ δὴ τέλος ἁπάσης μακαριότητος εἶναι τὸ πάντα ταῦτα κεκτημένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα.
すなわち、鋭く見ること、聞くこと、および感覚に関わるすべてのことにおいて鋭い感覚を持っていること、さらに、僭主として自分が望むことを行うこと、そしてすべての至福の極みは、これらすべてを獲得した上で、できるだけ早く不死になることだ、と言われているのですから。
ὑμεῖς δὲ καὶ ἐγώ που τάδε λέγομεν, ὡς ταῦτά ἐστι σύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα σύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγιείας·
しかし、あなたがたと私はおそらく次のように言うでしょう。 これらすべては、正しく敬虔な男たちにとっては最善の所有物であるが、不正な者たちにとっては、健康をはじめとして、すべてが最悪の所有物である、と。
καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κακὸν τὸν σύμπαντα χρόνον ἀθάνατον ὄντα καὶ κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον δέ, ἂν ὡς ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζώῃ.
そしてさらに、見ること、聞くこと、知覚すること、そしておよそ生きることそれ自体も、正義やすべての徳を除いて、いわゆるあらゆる善いものを手に入れながら永久に不死であるならば、それは最大悪であり、もしそのような者ができるだけ短い時間しか生きないならば、より小さい悪である、と。
ταῦτα δὴ λέγειν, οἶμαι, τοὺς παρʼ ὑμῖν ποιητάς, ἅπερ ἐγώ, πείσετε καὶ ἀναγκάσετε, καὶ ἔτι τούτοις ἑπομένους ῥυθμούς τε καὶ ἁρμονίας ἀποδιδόντας παιδεύειν οὕτω τοὺς νέους ἡμῶν.
まさにこれらのことを、思うに、あなたがたのところの詩人たちが、私と同じように語るように、あなたがたは説得し強制するでしょう。 そして、これらに従うリズムとハーモニーを彼らに与えて、そのように私たちの若者たちを教育するでしょう。
ἦ γάρ;
そうではありませんか。
ὁρᾶτε.
考えてみなさい。
ἐγὼ μὲν γὰρ λέγω σαφῶς τὰ μὲν κακὰ λεγόμενα ἀγαθὰ τοῖς ἀδίκοις εἶναι, τοῖς δὲ δικαίοις κακά, τὰ δʼ ἀγαθὰ τοῖς μὲν ἀγαθοῖς ὄντως ἀγαθά, τοῖς δὲ κακοῖς κακά·
というのも、私ははっきりと、いわゆる悪いものは不正な者たちにとっては善であり、正しい者たちにとっては悪であり、一方、いわゆる善いものは善い人々にとっては真に善であり、悪い人々にとっては悪である、と言うからです。
ὅπερ οὖν ἠρόμην, ἆρα συμφωνοῦμεν ἐγώ τε καὶ ὑμεῖς, ἢ πῶς;
だから私が尋ねたことについて、私とあなたがたは一致しているでしょうか、それともどうでしょうか。
ΚΛ. τὰ μὲν ἔμοιγε φαινόμεθά πως, τὰ δʼ οὐδαμῶς.
ΚΛ. ある点では私たちは一致しているように思われますが、他の点では決してそうではありません。
ΑΘ. ἆρʼ οὖν ὑγίειάν τε κεκτημένον καὶ πλοῦτον καὶ τυραννίδα διὰ τέλους—καὶ ἔτι προστίθημι ὑμῖν ἰσχὺν διαφέρουσαν καὶ ἀνδρείαν μετʼ ἀθανασίας, καὶ μηδὲν ἄλλο αὐτῷ τῶν λεγομένων κακῶν εἶναι γιγνόμενον—ἀδικίαν δὲ καὶ ὕβριν ἔχοντα ἐν αὑτῷ μόνον, τὸν οὕτω ζῶντα ἴσως ὑμᾶς οὐ πείθω μὴ οὐκ ἄρα εὐδαίμονα ἀλλʼ ἄθλιον γίγνεσθαι σαφῶς;
ΑΘ. それでは、健康と富と、生涯にわたる僭主の地位を獲得し――さらに私はあなたがたのために、並外れた強さと勇気を、不死とともに付け加えましょう。 そしていわゆる悪いことは他に何も彼に生じないとして――ただ、不正と傲慢だけを自らの中に持っている、そのような生き方をしている者が、結局のところ幸福ではなく、明らかに悲惨な状態にあるのだということを、私はあなたがたに納得させることができないのでしょうか。
ΚΛ. ἀληθέστατα λέγεις.
ΚΛ. あなたは極めて正しいことをおっしゃっています。
§2.662ΑΘ. εἶεν·
ΑΘ. よろしい。
τί οὖν τὸ μετὰ τοῦτʼ εἰπεῖν ἡμᾶς χρεών;
では、この後に私たちは何を言うべきでしょうか。
ἀνδρεῖος γὰρ δὴ καὶ ἰσχυρὸς καὶ καλὸς καὶ πλούσιος, καὶ ποιῶν ὅτιπερ ἐπιθυμοῖ τὸν βίον ἅπαντα, οὐχ ὑμῖν δοκεῖ, εἴπερ ἄδικος εἴη καὶ ὑβριστής, ἐξ ἀνάγκης αἰσχρῶς ἂν ζῆν;
というのも、勇敢で、強く、美しく、富んでおり、生涯にわたって自分が望むことなら何でも行うような男が、もし不正で傲慢であるならば、必然的に醜く生きることになると、あなたがたは思わないでしょうか。
ἢ τοῦτο μὲν ἴσως ἂν συγχωρήσαιτε, τό γε αἰσχρῶς;
それとも、少なくともこの「醜く」という点については、おそらく同意していただけるでしょうか。
ΚΛ. πάνυ μὲν οὖν.
ΚΛ. まさにその通りです。
ΑΘ. τί δέ;
ΑΘ. では、「悪く」という点についてはどうですか。
τὸ καὶ κακῶς; ΚΛ. οὐκ ἂν ἔτι τοῦθʼ ὁμοίως.
ΚΛ. それはもはや、同じようには同意できません。
ΑΘ. τί δέ; τὸ καὶ ἀηδῶς καὶ μὴ συμφερόντως αὑτῷ;
ΑΘ. では、「不快に、かつ自分にとって不利益に」という点についてはどうですか。
ΚΛ. καὶ πῶς ἂν ταῦτά γʼ ἔτι συγχωροῖμεν;
ΚΛ. どうしてそのようなことにまで、さらに同意できるでしょうか。
ΑΘ. ὅπως;
ΑΘ. どうやって、ですか。
εἰ θεὸς ἡμῖν, ὡς ἔοικεν, ὦ φίλοι, δοίη τις συμφωνίαν, ὡς νῦν γε σχεδὸν ἀπᾴδομεν ἀπʼ ἀλλήλων.
友よ、もし神のどなたかが、私たちに合意を与えてくださるならば(よいのですが)。 というのも、現在のところ私たちは互いにほとんど不協和音を奏でているからです。
ἐμοὶ γὰρ δὴ φαίνεται ταῦτα οὕτως ἀναγκαῖα, ὡς οὐδέ, ὦ φίλε Κλεινία, Κρήτη νῆσος σαφῶς·
私にとっては、これらのことは、クレタ島が島であることが確実である以上に、確実に必然的であると思われます、親愛なるクレイニアスよ。
καὶ νομοθέτης ὢν ταύτῃ πειρῴμην ἂν τούς τε ποιητὰς ἀναγκάζειν φθέγγεσθαι καὶ πάντας τοὺς ἐν τῇ πόλει, ζημίαν τε ὀλίγου μεγίστην ἐπιτιθείην ἄν, εἴ τις ἐν τῇ χώρᾳ φθέγξαιτο ὡς εἰσίν τινες ἄνθρωποί ποτε πονηροὶ μέν, ἡδέως δὲ ζῶντες, ἢ λυσιτελοῦντα μὲν ἄλλα ἐστὶ καὶ κερδαλέα, δικαιότερα δὲ ἄλλα, καὶ πόλλʼ ἄττʼ ἂν παρὰ τὰ νῦν λεγόμενα ὑπό τε Κρητῶν καὶ Λακεδαιμονίων, ὡς ἔοικε, καὶ δήπου καὶ τῶν ἄλλων ἀνθρώπων, διάφορα πείθοιμʼ ἂν τοὺς πολίτας μοι φθέγγεσθαι.
そして私が立法者であるなら、この方向で詩人たちや、市内のすべての人々に語るように強制することを試みるでしょう。 そして、もし国内で、ある人々が、邪悪でありながら愉快に生きているとか、あるいは、ためになり利益になる事柄と、より正しい事柄とは別のものである、などと語る者がいれば、ほとんど最大級の罰を課すことでしょう。 そして、クレタ人やラケダイモン人、そしておそらく他の人々によっても現在語られていることとは異なる多くの事柄を、市民たちが私と同じように語るように説得するでしょう。
φέρε γάρ, ὦ πρὸς Διός τε καὶ Ἀπόλλωνος, ὦ ἄριστοι τῶν ἀνδρῶν, εἰ τοὺς νομοθετήσαντας ὑμῖν αὐτοὺς τούτους ἐροίμεθα θεούς·
さあ、ゼウスとアポロンにかけて、最も優れた男たちよ、もしあなたがたに法律を制定した当の神々自身に次のように尋ねるならば。
ἆρʼ ὁ δικαιότατός ἐστιν βίος ἥδιστος, ἢ δύʼ ἐστόν τινε βίω, οἷν ὁ μὲν ἥδιστος ὢν τυγχάνει, δικαιότατος δʼ ἕτερος;
「最も正しい生が最も愉快な生なのでしょうか、それとも二つの異なる生があって、一方は最も愉快であり、他方は最も正しい生なのでしょうか。
εἰ δὴ δύο φαῖεν, ἐροίμεθʼ ἂν ἴσως αὐτοὺς πάλιν, εἴπερ ὀρθῶς ἐπανερωτῷμεν·
」もし神々が「二つある」と答えるなら、私たちが正しく問い返すのだとすれば、おそらくさらに尋ねるでしょう。
ποτέρους δὲ εὐδαιμονεστέρους χρὴ λέγειν, τοὺς τὸν δικαιότατον ἢ τοὺς τὸν ἥδιστον διαβιοῦντας βίον;
「では、最も正しい生を送る者たちと、最も愉快な生を生きる者たちのうち、どちらをより幸福であると言うべきでしょうか。
εἰ μὲν δὴ φαῖεν τοὺς τὸν ἥδιστον, ἄτοπος αὐτῶν ὁ λόγος ἂν γίγνοιτο.
」もし神々が「最も愉快な生を生きる者たちだ」と言うなら、彼らの言葉は不条理なものになるでしょう。
βούλομαι δέ μοι μὴ ἐπὶ θεῶν λέγεσθαι τὸ τοιοῦτον, ἀλλʼ ἐπὶ πατέρων καὶ νομοθετῶν μᾶλλον, καί μοι τὰ ἔμπροσθεν ἠρωτημένα πατέρα τε καὶ νομοθέτην ἠρωτήσθω, ὁ δʼ εἰπέτω ὡς ὁ ζῶν τὸν ἥδιστον βίον ἐστὶν μακαριώτατος·
しかし私は、このような議論が神々に対してなされるのではなく、むしろ父親たちや立法者たちに対してなされることを望みます。 したがって、先ほど尋ねた質問は父親や立法者に対してなされたものとし、その者が「最も愉快な生を生きる者が最も祝福されている」と答えたとしましょう。
εἶτα μετὰ ταῦτα ἔγωγʼ ἂν φαίην·
するとその後に、私はこう言うでしょう。
ὦ πάτερ, οὐχ ὡς εὐδαιμονέστατά με ἐβούλου ζῆν;
「父よ、あなたは私に最も幸福に生きてほしいと望んでいなかったのですか。
ἀλλʼ ἀεὶ διακελευόμενος οὐδὲν ἐπαύου ζῆν με ὡς δικαιότατα.
それなのに、私に最も正しく生きるようにと絶えず命じるのをやめなかったのはなぜですか。 」