Humanitext Reader

柏拉图 · 法律篇 §2.663

正义与快乐的统一及立法者的有益谎言

第 21 段,共 186 段 · 希腊语

内容简介

雅典人论证说,将正义与快乐统一起来,对于促使人们选择正义的生活至关重要。他提出,即便这并非事实,立法者也应当为了引导年轻人而采用这种有益的“谎言”。

§2.663ΑΘ. ταύτῃ μὲν οὖν ὁ τιθέμενος εἴτε νομοθέτης εἴτε καὶ πατὴρ ἄτοπος ἂν οἶμαι καὶ ἄπορος φαίνοιτο τοῦ συμφωνούντως ἑαυτῷ λέγειν·
雅典人:因此,在这个意义上,无论是立法者还是父亲,设定规范的人在我看来都会显得荒谬并陷入窘境,无法自圆其说。
εἰ δʼ αὖ τὸν δικαιότατον εὐδαιμονέστατον ἀποφαίνοιτο βίον εἶναι, ζητοῖ που πᾶς ἂν ὁ ἀκούων, οἶμαι, τί ποτʼ ἐν αὐτῷ τὸ τῆς ἡδονῆς κρεῖττον ἀγαθόν τε καὶ καλὸν ὁ νόμος ἐνὸν ἐπαινεῖ.
但是,如果他反过来宣布最正义的生活是最幸福的,我想每一个听众都会寻找,在那里面究竟有什么比快乐更好的善与美,是法律所赞美的。
τί γὰρ δὴ δικαίῳ χωριζόμενον ἡδονῆς ἀγαθὸν ἂν γίγνοιτο;
因为,对于一个被剥夺了快乐的正义之人来说,到底还能有什么好事呢?
φέρε, κλέος τε καὶ ἔπαινος πρὸς ἀνθρώπων τε καὶ θεῶν ἆρʼ ἐστὶν ἀγαθὸν μὲν καὶ καλόν, ἀηδὲς δέ, δύσκλεια δὲ τἀναντία;
且慢,来自人类与神明的名望和赞美,难道是虽善且美却令人不快的,而不名誉则是其反面吗?
ἥκιστα, ὦ φίλε νομοθέτα, φήσομεν.
我们会说:“绝非如此,亲爱的立法者。
ἀλλὰ τὸ μήτε τινὰ ἀδικεῖν μήτε ὑπό τινος ἀδικεῖσθαι μῶν ἀηδὲς μέν, ἀγαθὸν δὲ ἢ καλόν, τὰ δʼ ἕτερα ἡδέα μέν, αἰσχρὰ δὲ καὶ κακά;
”然而,既不伤害他人也不被他人所伤害,难道是令人不快、却是善或美的,而其反面则是愉快的、却是丑恶且坏的吗?
ΚΛ. καὶ πῶς;
克里尼亚:怎么会呢?
ΑΘ. οὐκοῦν ὁ μὲν μὴ χωρίζων λόγος ἡδύ τε καὶ δίκαιον καὶ ἀγαθόν τε καὶ καλὸν πιθανός γʼ, εἰ μηδὲν ἕτερον, πρὸς τό τινα ἐθέλειν ζῆν τὸν ὅσιον καὶ δίκαιον βίον, ὥστε νομοθέτῃ γε αἴσχιστος λόγων καὶ ἐναντιώτατος ὃς ἂν μὴ φῇ ταῦτα οὕτως ἔχειν·
雅典人:因此,不将愉快、正义、善和美分离开来的言论,就算没有别的益处,至少在促使人们愿意过敬虔和正义的生活这一点上,是有说服力的;所以对立法者来说,若有言论否认这些事情是这样的,那就是最可耻且最对立的言论。
οὐδεὶς γὰρ ἂν ἑκὼν ἐθέλοι πείθεσθαι πράττειν τοῦτο ὅτῳ μὴ τὸ χαίρειν τοῦ λυπεῖσθαι πλέον ἕπεται.
因为如果没有人能从中获得比痛苦更多的快乐,就没有任何人会自愿被说服去行事。
σκοτοδινιᾶν δὲ τὸ πόρρωθεν ὁρώμενον πᾶσίν τε ὡς ἔπος εἰπεῖν καὶ δὴ καὶ τοῖς παισὶ παρέχει, νομοθέτης εἰ μὴ δόξαν εἰς τοὐναντίον τούτου καταστήσει, τὸ σκότος ἀφελών, καὶ πείσει ἁμῶς γέ πως ἔθεσι καὶ ἐπαίνοις καὶ λόγοις ὡς ἐσκιαγραφημένα τὰ δίκαιά ἐστι καὶ ἄδικα, τὰ μὲν ἄδικα τῷ τοῦ δικαίου ἐναντίως φαινόμενα, ἐκ μὲν ἀδίκου καὶ κακοῦ ἑαυτοῦ θεωρούμενα ἡδέα, τὰ δὲ δίκαια ἀηδέστατα, ἐκ δὲ δικαίου πάντα τἀναντία παντὶ πρὸς ἀμφότερα.
此外,从远处看去的事物几乎给所有人,特别是孩子们,带来了眩晕迷茫,除非立法者消除这片黑暗,确立与之相反的观念,并以某种方式通过习惯、赞美和言词来说服他们:正义与不正义的事物就像是透视画,不正义的事物呈现出与正义相反的面貌,从不正义且邪恶的自我的角度来看它们是愉快的,而正义的事物则是极其不愉快的,但从正义的角度来看,在这两方面,一切对于这两者来说都完全相反。
ΚΛ. φαίνεται.
克里尼亚:显然如此。
ΑΘ. τὴν δʼ ἀλήθειαν τῆς κρίσεως ποτέραν κυριωτέραν εἶναι φῶμεν;
雅典人:那么关于判断的真实性,我们应该说哪一个更具有权威性?
πότερα τὴν τῆς χείρονος ψυχῆς ἢ τὴν τῆς βελτίονος;
是较差灵魂的判断还是较好灵魂的判断?
ΚΛ. ἀναγκαῖόν που τὴν τῆς ἀμείνονος.
克里尼亚:大概必然是较好者的判断。
ΑΘ. ἀναγκαῖον ἄρα τὸν ἄδικον βίον οὐ μόνον αἰσχίω καὶ μοχθηρότερον, ἀλλὰ καὶ ἀηδέστερον τῇ ἀληθείᾳ τοῦ δικαίου τε εἶναι καὶ ὁσίου βίου.
雅典人:那么,不正义的生活不仅更可耻、更卑劣,而且在真实性上,也必然比正义和虔敬的生活更令人不快。
ΚΛ. κινδυνεύει κατά γε τὸν νῦν λόγον, ὦ φίλοι.
克里尼亚:朋友们,至少根据现在的讨论,似乎是这样。
ΑΘ. νομοθέτης δὲ οὗ τι καὶ σμικρὸν ὄφελος, εἰ καὶ μὴ τοῦτο ἦν οὕτως ἔχον, ὡς καὶ νῦν αὐτὸ ᾕρηχʼ ὁ λόγος ἔχειν, εἴπερ τι καὶ ἄλλο ἐτόλμησεν ἂν ἐπʼ ἀγαθῷ ψεύδεσθαι πρὸς τοὺς νέους, ἔστιν ὅτι τούτου ψεῦδος λυσιτελέστερον ἂν ἐψεύσατό ποτε καὶ δυνάμενον μᾶλλον ποιεῖν μὴ βίᾳ ἀλλʼ ἑκόντας πάντας πάντα τὰ δίκαια;
雅典人:但是,对于一个稍微有点用处的立法者来说,即使事实并非如当下的论证所表明的那样,如果他真的敢于为了年轻人的利益而对他们撒谎,难道他还能撒出比这更有益的谎言吗? 或者还有什么谎言能更有力量让所有人不靠强迫、而是心甘情愿地去行一切正义之事吗?
ΚΛ. καλὸν μὲν ἡ ἀλήθεια, ὦ ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον εἶναι πείθειν.
克里尼亚:外邦人啊,真理确实美好且持久,但看起来要让人信服并不容易。
ΑΘ. εἶεν· τὸ μὲν τοῦ Σιδωνίου μυθολόγημα ῥᾴδιον ἐγένετο πείθειν, οὕτως ἀπίθανον ὄν, καὶ ἄλλα μυρία;
雅典人:好吧,关于西顿人的神话,尽管如此令人难以置信,不也很容易让人相信吗? 还有其他无数的例子呢?
ΚΛ. ποῖα;
克里尼亚:哪些例子?

词汇与语法注释

  1. 663aτοῦ συμφωνούντως ἑαυτῷ λέγειν — 属格不定词短语 `τοῦ ... λέγειν` 是限定属格,修饰形容词 `ἄπορος`(无能为力的、陷入窘境的),表示在哪个方面陷入窘境(“在与自己自圆其说方面陷入窘境”)。
  2. 663cἐκ μὲν ἀδίκου καὶ κακοῦ ἑαυτοῦ θεωρούμενα — `ἑαυτοῦ`(自身/自我)受到形容词 `ἀδίκου καὶ κακοῦ`(不正义且邪恶的)修饰。结合前置词 `ἐκ`(从……),意为“从一个不正义且邪恶的自我的角度来看”,表明事物的表象取决于观察者的道德状态。
  3. 663dνομοθέτης δὲ οὗ τι καὶ σμικρὸν ὄφελος — `οὗ` 是关系代词 `ὅς` 的属格,修饰先行词 `νομοθέτης`。它构成了关系从句 `οὗ τι καὶ σμικρὸν ὄφελος [ἐστίν]`(其有一点点用处),意为“稍微有点用处的立法者”。

引用这一段

柏拉图, 法律篇 §2.663. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:2.663

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。