Humanitext Reader

柏拉图 · 法律篇 §2.661-2.662

正义与真正的善以及正义之人的幸福

第 20 段,共 186 段 · 希腊语

内容简介

雅典人指出,若无正义,健康和财富等世俗“好事”对恶人而言反而是坏事,并主张最正义的生活才是最幸福、最愉快的生活,进而与克里尼亚展开辩论。

§2.661ΑΘ. καὶ οὔτʼ ἂν μνησαίμην, φησὶν ὑμῖν ὁ ποιητής, εἴπερ ὀρθῶς λέγει, οὔτʼ ἐν λόγῳ ἄνδρα τιθείμην, ὃς μὴ πάντα τὰ λεγόμενα καλὰ μετὰ δικαιοσύνης πράττοι καὶ κτῷτο, καὶ δὴ καὶ δηΐων τοιοῦτος ὢν ὀρέγοιτο ἐγγύθεν ἱστάμενος, ἄδικος δὲ ὢν μήτε τολμῷ ὁρῶν φόνον αἱματόεντα μήτε νικῷ θέων Θρηίκιον Βορέην, μήτε ἄλλο αὐτῷ μηδὲν τῶν λεγομένων ἀγαθῶν γίγνοιτό ποτε.
ATH. 雅典人:而且, “我既不会提及,” 如果诗人说得对,他就会对你们说, “也不会把这样一个男人放在眼里:他不同时以正义去实践并获得所有所谓的优美事物;而且即使身为这样的人,他在近处站立时向敌人突击,但如果他是不正义的,就既不敢直面血淋淋的杀戮,也不在奔跑中战胜色雷斯的北风,所谓的其他任何好事也绝不会属于他。
τὰ γὰρ ὑπὸ τῶν πολλῶν λεγόμενʼ ἀγαθὰ οὐκ ὀρθῶς λέγεται.
”因为大众所谓的“好事”是说得不对的。
λέγεται γὰρ ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον δὲ κάλλος, τρίτον δὲ πλοῦτος, μυρία δὲ ἄλλα ἀγαθὰ λέγεται· καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅτι ἂν ἐπιθυμῇ, καὶ τὸ δὴ τέλος ἁπάσης μακαριότητος εἶναι τὸ πάντα ταῦτα κεκτημένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα.
因为人们说,最善的是健康,第二是美,第三是财富,还说了无数其他的好事;因为人们还说,视觉和听觉敏锐,以及凡是属于感觉的一切都具有敏锐的感觉,甚至作为僭主去做任何自己渴望的事,而所有福祉的终点,就是获得了这一切之后尽快成为长生不死之人。
ὑμεῖς δὲ καὶ ἐγώ που τάδε λέγομεν, ὡς ταῦτά ἐστι σύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα σύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγιείας· καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κακὸν τὸν σύμπαντα χρόνον ἀθάνατον ὄντα καὶ κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον δέ, ἂν ὡς ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζώῃ.
但是,你和我大概会说:这一切对于正义和虔敬的人来说是最好的财产,但对于不正义的人来说,从健康开始,全都是最坏的财产;甚至连视觉、听觉、知觉以及整个生命本身,对于一个没有正义和一切美德、却拥有所有所谓的好事而永远不死的人来说,也是最大的坏事,但如果这样的人活得尽可能短,那坏处就会小一些。
ταῦτα δὴ λέγειν, οἶμαι, τοὺς παρʼ ὑμῖν ποιητάς, ἅπερ ἐγώ, πείσετε καὶ ἀναγκάσετε, καὶ ἔτι τούτοις ἑπομένους ῥυθμούς τε καὶ ἁρμονίας ἀποδιδόντας παιδεύειν οὕτω τοὺς νέους ἡμῶν.
我想,你们会劝导并强迫你们那里的诗人,像我一样说这些话,并且还要通过赋予符合这些话的节奏和和声,来这样教育我们的年轻人。
ἦ γάρ;
难道不是吗?
ὁρᾶτε.
你们看吧。
ἐγὼ μὲν γὰρ λέγω σαφῶς τὰ μὲν κακὰ λεγόμενα ἀγαθὰ τοῖς ἀδίκοις εἶναι, τοῖς δὲ δικαίοις κακά, τὰ δʼ ἀγαθὰ τοῖς μὲν ἀγαθοῖς ὄντως ἀγαθά, τοῖς δὲ κακοῖς κακά·
因为我明确地说,所谓坏事对于不正义的人是好事,而对于正义的人是坏事;所谓好事对于好人是真正的善,而对于坏人是坏事。
ὅπερ οὖν ἠρόμην, ἆρα συμφωνοῦμεν ἐγώ τε καὶ ὑμεῖς, ἢ πῶς;
因此,关于我刚才所问的,你我是否达成了一致,还是怎么说?
ΚΛ. τὰ μὲν ἔμοιγε φαινόμεθά πως, τὰ δʼ οὐδαμῶς.
CL. 克里尼亚:有些事情我们似乎一致,但有些事情绝不一致。
ΑΘ. ἆρʼ οὖν ὑγίειάν τε κεκτημένον καὶ πλοῦτον καὶ τυραννίδα διὰ τέλους—καὶ ἔτι προστίθημι ὑμῖν ἰσχὺν διαφέρουσαν καὶ ἀνδρείαν μετʼ ἀθανασίας, καὶ μηδὲν ἄλλο αὐτῷ τῶν λεγομένων κακῶν εἶναι γιγνόμενον—ἀδικίαν δὲ καὶ ὕβριν ἔχοντα ἐν αὑτῷ μόνον, τὸν οὕτω ζῶντα ἴσως ὑμᾶς οὐ πείθω μὴ οὐκ ἄρα εὐδαίμονα ἀλλʼ ἄθλιον γίγνεσθαι σαφῶς;
ATH. 雅典人:那么,如果一个人拥有健康、财富和终生的统治权——我还为你们加上超群的力气和勇气以及长生不死,并且让他没有遭遇任何其他所谓的坏事——但他内心只有不正义和傲慢,对于这样生活的人,难道我还是不能说服你们,他其实并不是幸福的,而是显而易见地悲惨吗?
ΚΛ. ἀληθέστατα λέγεις.
CL. 克里尼亚:你说得极对。
§2.662ΑΘ. εἶεν·
ATH. 雅典人:好极了。
τί οὖν τὸ μετὰ τοῦτʼ εἰπεῖν ἡμᾶς χρεών;
那么在这之后我们应该说什么呢?
ἀνδρεῖος γὰρ δὴ καὶ ἰσχυρὸς καὶ καλὸς καὶ πλούσιος, καὶ ποιῶν ὅτιπερ ἐπιθυμοῖ τὸν βίον ἅπαντα, οὐχ ὑμῖν δοκεῖ, εἴπερ ἄδικος εἴη καὶ ὑβριστής, ἐξ ἀνάγκης αἰσχρῶς ἂν ζῆν;
因为一个勇敢、强壮、美丽而富有的人,并且一生中做任何他渴望做的事,如果他是邪恶且傲慢的,难道在你们看来,他不是必然要丑恶地生活吗?
ἢ τοῦτο μὲν ἴσως ἂν συγχωρήσαιτε, τό γε αἰσχρῶς;
或者这一点你们或许会同意,至少“丑恶地”生活这一部分?
ΚΛ. πάνυ μὲν οὖν.
CL. 克里尼亚:那当然。
ΑΘ. τί δέ;
ATH. 雅典人:那“恶劣地”呢?
τὸ καὶ κακῶς; ΚΛ. οὐκ ἂν ἔτι τοῦθʼ ὁμοίως.
CL. 克里尼亚:这就不再能同样同意了。
ΑΘ. τί δέ; τὸ καὶ ἀηδῶς καὶ μὴ συμφερόντως αὑτῷ;
ATH. 雅典人:那“不愉快且对自己无益地”呢?
ΚΛ. καὶ πῶς ἂν ταῦτά γʼ ἔτι συγχωροῖμεν;
CL. 克里尼亚:这我们怎么还能再同意呢?
ΑΘ. ὅπως;
ATH. 雅典人:怎么能?
εἰ θεὸς ἡμῖν, ὡς ἔοικεν, ὦ φίλοι, δοίη τις συμφωνίαν, ὡς νῦν γε σχεδὸν ἀπᾴδομεν ἀπʼ ἀλλήλων.
朋友们,如果正如所见,有某位神明赐予我们一致(和谐),那就好了,因为现在我们彼此唱的调子几乎是完全不合的。
ἐμοὶ γὰρ δὴ φαίνεται ταῦτα οὕτως ἀναγκαῖα, ὡς οὐδέ, ὦ φίλε Κλεινία, Κρήτη νῆσος σαφῶς·
因为在我看来,这些事情是如此必然,亲爱的克里尼亚,甚至比克里特岛显然是个岛屿还要必然。
καὶ νομοθέτης ὢν ταύτῃ πειρῴμην ἂν τούς τε ποιητὰς ἀναγκάζειν φθέγγεσθαι καὶ πάντας τοὺς ἐν τῇ πόλει, ζημίαν τε ὀλίγου μεγίστην ἐπιτιθείην ἄν, εἴ τις ἐν τῇ χώρᾳ φθέγξαιτο ὡς εἰσίν τινες ἄνθρωποί ποτε πονηροὶ μέν, ἡδέως δὲ ζῶντες, ἢ λυσιτελοῦντα μὲν ἄλλα ἐστὶ καὶ κερδαλέα, δικαιότερα δὲ ἄλλα, καὶ πόλλʼ ἄττʼ ἂν παρὰ τὰ νῦν λεγόμενα ὑπό τε Κρητῶν καὶ Λακεδαιμονίων, ὡς ἔοικε, καὶ δήπου καὶ τῶν ἄλλων ἀνθρώπων, διάφορα πείθοιμʼ ἂν τοὺς πολίτας μοι φθέγγεσθαι.
如果我是立法者,我就会尝试强迫诗人们以及城里的所有人这样表达,如果有谁在国土上声称存在某些恶人却生活得愉快,或者某些事是有益和有利的,而另一些事是更正义的,我几乎会对他施以最大的惩罚。 而且,我会说服公民们,让他们说出许多与现在克里特人、拉刻代蒙人,以及大概还有其他人类所说的不同的、截然相反的话。
φέρε γάρ, ὦ πρὸς Διός τε καὶ Ἀπόλλωνος, ὦ ἄριστοι τῶν ἀνδρῶν, εἰ τοὺς νομοθετήσαντας ὑμῖν αὐτοὺς τούτους ἐροίμεθα θεούς· ἆρʼ ὁ δικαιότατός ἐστιν βίος ἥδιστος, ἢ δύʼ ἐστόν τινε βίω, οἷν ὁ μὲν ἥδιστος ὢν τυγχάνει, δικαιότατος δʼ ἕτερος;
来吧,看在宙斯和阿波罗的份上,最优秀的男子们啊,如果我们去询问那些为你们立法的神明自身: “最正义的生活是最愉快的,还是有两种不同的生活,其中一种碰巧是最愉快的,另一种是最正义的?
εἰ δὴ δύο φαῖεν, ἐροίμεθʼ ἂν ἴσως αὐτοὺς πάλιν, εἴπερ ὀρθῶς ἐπανερωτῷμεν· ποτέρους δὲ εὐδαιμονεστέρους χρὴ λέγειν, τοὺς τὸν δικαιότατον ἢ τοὺς τὸν ἥδιστον διαβιοῦντας βίον;
” 如果他们说有两种,如果我们正确地反问,我们或许会再问他们: “那么,应该说哪一种人更幸福,是度过最正义生活的人,还是度过最愉快生活的人?
εἰ μὲν δὴ φαῖεν τοὺς τὸν ἥδιστον, ἄτοπος αὐτῶν ὁ λόγος ἂν γίγνοιτο.
” 如果他们说度过最愉快生活的人,他们的言论就会变得荒谬。
βούλομαι δέ μοι μὴ ἐπὶ θεῶν λέγεσθαι τὸ τοιοῦτον, ἀλλʼ ἐπὶ πατέρων καὶ νομοθετῶν μᾶλλον, καί μοι τὰ ἔμπροσθεν ἠρωτημένα πατέρα τε καὶ νομοθέτην ἠρωτήσθω, ὁ δʼ εἰπέτω ὡς ὁ ζῶν τὸν ἥδιστον βίον ἐστὶν μακαριώτατος· εἶτα μετὰ ταῦτα ἔγωγʼ ἂν φαίην· ὦ πάτερ, οὐχ ὡς εὐδαιμονέστατά με ἐβούλου ζῆν;
但我希望这样的话不是针对神明来说的,而是针对父亲和立法者来说的,让我刚才问的问题去问父亲和立法者吧,让他说“度过最愉快生活的人最幸福”;然后在这之后,我会说: “父亲啊,你不是希望我生活得尽可能幸福吗?
ἀλλʼ ἀεὶ διακελευόμενος οὐδὲν ἐπαύου ζῆν με ὡς δικαιότατα.
但你为何总是不断地命令我过尽可能正义的生活呢? ”

词汇与语法注释

  1. 661ὃς μὴ πάντα τὰ λεγόμενα καλὰ μετὰ δικαιοσύνης πράττοι καὶ κτῷτο — 关系代词 ὃς 引导的关系从句中,动词采用希求语气(πράττοι, κτῷτο)并与否定词 μή 连用,表示普遍性或假设性的条件(“凡是不……的人”)。
  2. 661dτὰ μὲν κακὰ λεγόμενα ἀγαθὰ τοῖς ἀδίκοις εἶναι, τοῖς δὲ δικαίοις κακά — `τὰ μὲν κακὰ λεγόμενα` 是一个名词短语,意为“所谓的坏事/恶”(如疾病或贫穷)。它充当带对格的不定式句子的主语,后接谓语 `ἀγαθὰ εἶναι`(对于不正义的人是好事)。这需要与后半句中的 `τὰ δʼ ἀγαθὰ`(所谓的好事)进行精确的对比阅读。
  3. 661eμὴ οὐκ ἄρα εὐδαίμονα ἀλλʼ ἄθλιον γίγνεσθαι — 在含有否定意义或伴有否定词的动词(此处为 `οὐ πείθω`)之后,不定式使用双重否定 `μὴ οὐ`。它起到了加强否定语气的作用,意为“(难道我无法说服你们)他其实并不幸福,而是悲惨的”。

引用这一段

柏拉图, 法律篇 §2.661-2.662. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:2.661-2.662

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。