§2.660ΑΘ. καθάπερ τοῖς κάμνουσίν τε καὶ ἀσθενῶς ἴσχουσιν τὰ σώματα ἐν ἡδέσι τισὶν σιτίοις καὶ πώμασι τὴν χρηστὴν πειρῶνται τροφὴν προσφέρειν οἷς μέλει τούτων, τὴν δὲ τῶν πονηρῶν ἐν ἀηδέσιν, ἵνα τὴν μὲν ἀσπάζωνται, τὴν δὲ μισεῖν ὀρθῶς ἐθίζωνται.
ΑΘ. アテネ人:病気であったり、身体の健康を損なったりしている人々に対して、これらのことを心にかける人々が、有益な食事を何らかの心地よい食べ物や飲み物に混ぜて提供しようと試みる一方で、有害な食事を不快なものに混ぜて提供しようとするのは、彼らが前者を歓迎し、後者を正しく嫌うように習慣づけられるためです。
ταὐτὸν δὴ καὶ τὸν ποιητικὸν ὁ ὀρθὸς νομοθέτης ἐν τοῖς καλοῖς ῥήμασι καὶ ἐπαινετοῖς πείσει τε, καὶ ἀναγκάσει μὴ πείθων, τὰ τῶν σωφρόνων τε καὶ ἀνδρείων καὶ πάντως ἀγαθῶν ἀνδρῶν ἔν τε ῥυθμοῖς σχήματα καὶ ἐν ἁρμονίαισιν μέλη ποιοῦντα ὀρθῶς ποιεῖν.
まさにこれと同じように、正しい立法者は、美しく称賛に値する言葉を用いて、節制があり勇敢で全面的に優れた男たちの、リズムにおける身ぶりやハーモニーにおける旋律を制作するにあたって正しく制作するように、詩人を説得し、また説得できない場合には強制するでしょう。
ΚΛ. νῦν οὖν οὕτω δοκοῦσίν σοι, πρὸς Διός, ὦ ξένε, ἐν ταῖς ἄλλαις πόλεσι ποιεῖν;
ΚΛ. クレイニアス:異邦人よ、ゼウスにかけて、現在他の都市ではそのように行っていると思われますか。
ἐγὼ μὲν γὰρ καθʼ ὅσον αἰσθάνομαι, πλὴν παρʼ ἡμῖν ἢ παρὰ Λακεδαιμονίοις, ἃ σὺ νῦν λέγεις οὐκ οἶδα πραττόμενα, καινὰ δὲ ἄττα ἀεὶ γιγνόμενα περί τε τὰς ὀρχήσεις καὶ περὶ τὴν ἄλλην μουσικὴν σύμπασαν, οὐχ ὑπὸ νόμων μεταβαλλόμενα ἀλλʼ ὑπό τινων ἀτάκτων ἡδονῶν, πολλοῦ δεουσῶν τῶν αὐτῶν εἶναι καὶ κατὰ ταὐτά, ὡς σὺ κατʼ Αἴγυπτον ἀφερμηνεύεις, ἀλλʼ οὐδέποτε τῶν αὐτῶν.
というのも、私が気づいている限りでは、私たちやラケダイモン人のところを除いて、あなたが今おっしゃっているようなことが実行されているのを知りませんし、むしろ舞踊に関してもその他すべての音楽に関しても、常に何か新しいことが行われており、それらは法律によって変化させられているのではなく、ある種の無秩序な快楽によって変化させられており、それらの快楽は、あなたがエジプトに関して説明されたように、同じものであり続けたり同じ方式に従ったりすることからは程遠く、決して同じではないのです。
ΑΘ. ἄριστά γʼ, ὦ Κλεινία.
ΑΘ. アテネ人:その通りです、クレイニアスよ。
εἰ δʼ ἔδοξά σοι ἃ σὺ λέγεις λέγειν ὡς νῦν γιγνόμενα, οὐκ ἂν θαυμάζοιμι εἰ μὴ σαφῶς λέγων ἃ διανοοῦμαι τοῦτο ἐποίησα καὶ ἔπαθον·
もし私が、あなたが言うような事柄を、現在行われていることとして語っているようにあなたに思われたのだとすれば、自分の考えていることを明確に語らなかったために、このような誤解を招く結果になったとしても不思議ではありません。
ἀλλʼ ἃ βούλομαι γίγνεσθαι περὶ μουσικήν, τοιαῦτʼ ἄττα εἶπον ἴσως ὥστε σοὶ δόξαι ταῦτα ἐμὲ λέγειν.
むしろ、音楽に関して私がそうあってほしいと望む事柄を、そのように語ったために、おそらくあなたには私がそれらを現在のこととして語っているように思われたのでしょう。
λοιδορεῖν γὰρ πράγματα ἀνίατα καὶ πόρρω προβεβηκότα ἁμαρτίας οὐδαμῶς ἡδύ, ἀναγκαῖον δʼ ἐνίοτέ ἐστιν.
なぜなら、治療不可能で、誤りがはるか先まで進んでしまった事柄を非難することは、決して愉快なことではありませんが、時には必要なことだからです。
ἐπειδὴ δὲ ταῦτα συνδοκεῖ καὶ σοί, φέρε, φῂς παρʼ ὑμῖν καὶ τοῖσδε μᾶλλον ἢ παρὰ τοῖς ἄλλοις Ἕλλησιν γίγνεσθαι τὰ τοιαῦτα;
ところで、あなたもこれらのことに同意してくれるのですから、さあ、あなたがたのところや彼ら(スパルタ)のところでは、他のギリシア人たちのところよりも、そのようなことが行われていると言いますか。
ΚΛ. τί μήν;
ΚΛ. クレイニアス:もちろんです。
ΑΘ. τί δʼ εἰ καὶ παρὰ τοῖς ἄλλοις γίγνοιθʼ οὕτω;
ΑΘ. アテネ人:それでは、もし他の人々のもとでもそのように行われるとしたらどうでしょう。
πότερον αὐτὰ καλλιόνως οὕτως εἶναι φαῖμεν ἂν ἢ καθάπερ νῦν γίγνεται γιγνόμενα;
私たちは、そのように行われる方が、現在行われているやり方よりも美しいと言うでしょうか。
ΚΛ. πολύ που τὸ διαφέρον, εἰ καθάπερ παρά τε τοῖσδε καὶ παρʼ ἡμῖν, καὶ ἔτι καθάπερ εἶπες σὺ νυνδὴ δεῖν εἶναι, γίγνοιτο.
ΚΛ. クレイニアス:もし、彼らのところや私たちのところのように、そしてさらにあなたが先ほどそうあるべきだと言ったように行われるならば、その違いは極めて大きいでしょう。
ΑΘ. φέρε δή, συνομολογησώμεθα τὰ νῦν.
ΑΘ. アテネ人:それでは、さあ、今の点について互いに合意しておきましょう。
ἄλλο τι παρʼ ὑμῖν ἐν πάσῃ παιδείᾳ καὶ μουσικῇ τὰ λεγόμενά ἐστι τάδε;
あなたがたのところでは、すべての教育と音楽において、次のように語られているのではないですか。
τοὺς ποιητὰς ἀναγκάζετε λέγειν ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ καὶ μακάριος, ἐάντε μέγας καὶ ἰσχυρὸς ἐάντε μικρὸς καὶ ἀσθενὴς ᾖ, καὶ ἐὰν πλουτῇ καὶ μή· ἐὰν δὲ ἄρα πλουτῇ μὲν Κινύρα τε καὶ Μίδα μᾶλλον, ᾖ δὲ ἄδικος, ἄθλιός τʼ ἐστὶ καὶ ἀνιαρῶς ζῇ.
すなわち、あなたがたは詩人たちに、優れた男は節制があり正義にかなっているがゆえに、大きく強くあろうと、小さく弱くあろうと、また、富んでいようといまいと、幸福であり祝福されていると語るように強制し、また、もし仮に、彼がキニュラスやミダス以上に富んでいたとしても、不正であるならば、彼は惨めであり苦痛のうちに生きている、と語るように強制している、と。