§2.660ΑΘ. καθάπερ τοῖς κάμνουσίν τε καὶ ἀσθενῶς ἴσχουσιν τὰ σώματα ἐν ἡδέσι τισὶν σιτίοις καὶ πώμασι τὴν χρηστὴν πειρῶνται τροφὴν προσφέρειν οἷς μέλει τούτων, τὴν δὲ τῶν πονηρῶν ἐν ἀηδέσιν, ἵνα τὴν μὲν ἀσπάζωνται, τὴν δὲ μισεῖν ὀρθῶς ἐθίζωνται. ταὐτὸν δὴ καὶ τὸν ποιητικὸν ὁ ὀρθὸς νομοθέτης ἐν τοῖς καλοῖς ῥήμασι καὶ ἐπαινετοῖς πείσει τε, καὶ ἀναγκάσει μὴ πείθων, τὰ τῶν σωφρόνων τε καὶ ἀνδρείων καὶ πάντως ἀγαθῶν ἀνδρῶν ἔν τε ῥυθμοῖς σχήματα καὶ ἐν ἁρμονίαισιν μέλη ποιοῦντα ὀρθῶς ποιεῖν.
ATH. 雅典人:正如对于身体有病和虚弱的人,那些对此负责的人试图在一些令人愉快的食物和饮料中提供有益的营养,而在不愉快的食物中提供有害的营养,以便让他们乐于接受前者,并被正确地习惯于憎恨后者;正是以这同样的方式,正确的立法者将用美妙和值得赞美的言辞,劝导并(在无法劝导时)强迫诗人,在创作节制、勇敢且在各方面优秀的男子的节奏中的身势和和声中的旋律时,进行正确的创作。
ΚΛ. νῦν οὖν οὕτω δοκοῦσίν σοι, πρὸς Διός, ὦ ξένε, ἐν ταῖς ἄλλαις πόλεσι ποιεῖν;
CL. 克里尼亚:那么,因宙斯之名,外邦人啊,你认为现在在其他城邦里人们是这样做的吗?
ἐγὼ μὲν γὰρ καθʼ ὅσον αἰσθάνομαι, πλὴν παρʼ ἡμῖν ἢ παρὰ Λακεδαιμονίοις, ἃ σὺ νῦν λέγεις οὐκ οἶδα πραττόμενα, καινὰ δὲ ἄττα ἀεὶ γιγνόμενα περί τε τὰς ὀρχήσεις καὶ περὶ τὴν ἄλλην μουσικὴν σύμπασαν, οὐχ ὑπὸ νόμων μεταβαλλόμενα ἀλλʼ ὑπό τινων ἀτάκτων ἡδονῶν, πολλοῦ δεουσῶν τῶν αὐτῶν εἶναι καὶ κατὰ ταὐτά, ὡς σὺ κατʼ Αἴγυπτον ἀφερμηνεύεις, ἀλλʼ οὐδέποτε τῶν αὐτῶν.
因为据我所知,除了在我们这里和拉刻代蒙人那里之外,我不知道你现在所说的事情正在被付诸实行,相反,在舞蹈和所有其他音乐方面,总是在发生某些新奇的事情,这些变化不是由法律带来的,而是由某些无秩序的快乐带来的,这些快乐远非一成不变、循规蹈矩,不像你针对埃及所解释的那样,而是绝非相同的。
ΑΘ. ἄριστά γʼ, ὦ Κλεινία.
ATH. 雅典人:说得好极了,克里尼亚。
εἰ δʼ ἔδοξά σοι ἃ σὺ λέγεις λέγειν ὡς νῦν γιγνόμενα, οὐκ ἂν θαυμάζοιμι εἰ μὴ σαφῶς λέγων ἃ διανοοῦμαι τοῦτο ἐποίησα καὶ ἔπαθον· ἀλλʼ ἃ βούλομαι γίγνεσθαι περὶ μουσικήν, τοιαῦτʼ ἄττα εἶπον ἴσως ὥστε σοὶ δόξαι ταῦτα ἐμὲ λέγειν.
如果我让你觉得,我把你说的那种情况说成是现在正在发生的事,那么,如果是因为我没有清楚表达自己的想法而导致了这种误解,我也不会感到奇怪;相反,我谈论的是我所希望在音乐方面发生的事情,以至于也许在你看来,我是在把这些当成现状来谈论的。
λοιδορεῖν γὰρ πράγματα ἀνίατα καὶ πόρρω προβεβηκότα ἁμαρτίας οὐδαμῶς ἡδύ, ἀναγκαῖον δʼ ἐνίοτέ ἐστιν.
因为去谴责那些无法医治且在错误中走得很远的事情绝不是一件令人愉快的事,但有时却是必要的。
ἐπειδὴ δὲ ταῦτα συνδοκεῖ καὶ σοί, φέρε, φῂς παρʼ ὑμῖν καὶ τοῖσδε μᾶλλον ἢ παρὰ τοῖς ἄλλοις Ἕλλησιν γίγνεσθαι τὰ τοιαῦτα;
既然你也赞同这些,那么来吧,你是不是说,这种情况在你们和他们那里,比在其他希腊人那里更常发生?
ΚΛ. τί μήν;
CL. 克里尼亚:当然。
ΑΘ. τί δʼ εἰ καὶ παρὰ τοῖς ἄλλοις γίγνοιθʼ οὕτω;
ATH. 雅典人:但如果其他地方也这样发生呢?
πότερον αὐτὰ καλλιόνως οὕτως εἶναι φαῖμεν ἂν ἢ καθάπερ νῦν γίγνεται γιγνόμενα;
我们是说那样做更好,还是像现在这样发生更好?
ΚΛ. πολύ που τὸ διαφέρον, εἰ καθάπερ παρά τε τοῖσδε καὶ παρʼ ἡμῖν, καὶ ἔτι καθάπερ εἶπες σὺ νυνδὴ δεῖν εἶναι, γίγνοιτο.
CL. 克里尼亚:如果能像他们和我们这里一样,甚至像你刚才说的那样应该如此地发生,那差距大概是极大的。
ΑΘ. φέρε δή, συνομολογησώμεθα τὰ νῦν.
ATH. 雅典人:那么来吧,让我们就眼下的事情达成一致。
ἄλλο τι παρʼ ὑμῖν ἐν πάσῃ παιδείᾳ καὶ μουσικῇ τὰ λεγόμενά ἐστι τάδε;
在你们那里,在所有的教育和音乐中,所说的不正是这些事情吗?
τοὺς ποιητὰς ἀναγκάζετε λέγειν ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ καὶ μακάριος, ἐάντε μέγας καὶ ἰσχυρὸς ἐάντε μικρὸς καὶ ἀσθενὴς ᾖ, καὶ ἐὰν πλουτῇ καὶ μή· ἐὰν δὲ ἄρα πλουτῇ μὲν Κινύρα τε καὶ Μίδα μᾶλλον, ᾖ δὲ ἄδικος, ἄθλιός τʼ ἐστὶ καὶ ἀνιαρῶς ζῇ.
你们强迫诗人们说:优秀的男子,因为是节制且正义的,所以是幸福和有福的,无论他是高大强壮还是矮小软弱,也无论他富有还是不富有;但如果他甚至比基尼拉斯和米达斯还要富有,却是不正义的,他就是悲惨的,并且生活在痛苦中。