§2.656ΑΘ. οἷς δʼ ἂν τὰ μὲν τῆς φύσεως ὀρθὰ συμβαίνῃ, τὰ δὲ τῆς συνηθείας ἐναντία, ἢ τὰ μὲν τῆς συνηθείας ὀρθά, τὰ δὲ τῆς φύσεως ἐναντία, οὗτοι δὲ ταῖς ἡδοναῖς τοὺς ἐπαίνους ἐναντίους προσαγορεύουσιν·
ΑΘ. アテネ人:しかし、生まれつきのものが正しく習慣のものがそれに反している人々、あるいは習慣のものが正しく生まれつきのものがそれに反している人々は、快楽に対して、その賛辞を反対のものとして告げます。
ἡδέα γὰρ τούτων ἕκαστα εἶναί φασι, πονηρὰ δέ, καὶ ἐναντίον ἄλλων οὓς οἴονται φρονεῖν αἰσχύνονται μὲν κινεῖσθαι τῷ σώματι τὰ τοιαῦτα, αἰσχύνονται δὲ ᾄδειν ὡς ἀποφαινόμενοι καλὰ μετὰ σπουδῆς, χαίρουσιν δὲ παρʼ αὑτοῖς.
というのも彼らは、これら個々のものは快いものであるが、不道徳なものであると言い、自分が賢いと思っている他人の前では、そのような身振りで身体を動かすことを恥ずかしがり、また真剣に美しいものとして表明するように歌うことを恥ずかしがるものの、心の中では喜んでいるからです。
ΚΛ. ὀρθότατα λέγεις.
ΚΛ. クレイニアス:全くその通りです。
ΑΘ. μῶν οὖν τι βλάβην ἔσθʼ ἥντινα φέρει τῷ χαίροντι πονηρίας ἢ σχήμασιν ἢ μέλεσιν, ἤ τινʼ ὠφελίαν αὖ τοῖς πρὸς τἀναντία τὰς ἡδονὰς ἀποδεχομένοις;
ΑΘ. アテネ人:それでは、邪悪な身振りや節を喜ぶ者に、それがもたらす何らかの害があるでしょうか。 あるいは逆に、その反対に対して快楽を受け入れる者たちに、何らかの益があるでしょうか。
ΚΛ. εἰκός γε.
ΚΛ. クレイニアス:ありそうなことです。
ΑΘ. πότερον εἰκὸς ἢ καὶ ἀναγκαῖον ταὐτὸν εἶναι ὅπερ ὅταν τις πονηροῖς ἤθεσιν συνὼν κακῶν ἀνθρώπων μὴ μισῇ, χαίρῃ δὲ ἀποδεχόμενος, ψέγῃ δὲ ὡς ἐν παιδιᾶς μοίρᾳ, ὀνειρώττων αὐτοῦ τὴν μοχθηρίαν;
ΑΘ. アテネ人:単にありそうなことでしょうか、それとも、悪人たちの邪悪な性格と共にいて、それを憎まず、むしろ受け入れて喜び、ただ戯れのうちにあるものとして非難しつつ、自分自身の内なる邪悪さを夢見ているときと同じことが起こるのが、必然でもあるでしょうか。
τότε ὁμοιοῦσθαι δήπου ἀνάγκη τὸν χαίροντα ὁποτέροις ἂν χαίρῃ, ἐὰν ἄρα καὶ ἐπαινεῖν αἰσχύνηται·
そのとき、たとえ称賛することを恥じているとしても、喜ぶ者は自分が喜んでいる対象と同化することがどうしても避けられません。
καίτοι τοῦ τοιούτου τί μεῖζον ἀγαθὸν ἢ κακὸν φαῖμεν ἂν ἡμῖν ἐκ πάσης ἀνάγκης γίγνεσθαι;
それにしても、このようなこと以上に大きな、絶対的な必然性をもって私たちに生じる善や悪を、私たちは何か指摘できるでしょうか。
ΚΛ. δοκῶ μὲν οὐδέν.
ΚΛ. クレイニアス:何もないと思います。
ΑΘ. ὅπου δὴ νόμοι καλῶς εἰσι κείμενοι ἢ καὶ εἰς τὸν ἔπειτα χρόνον ἔσονται τὴν περὶ τὰς μούσας παιδείαν τε καὶ παιδιάν, οἰόμεθα ἐξέσεσθαι τοῖς ποιητικοῖς, ὅτιπερ ἂν αὐτὸν τὸν ποιητὴν ἐν τῇ ποιήσει τέρπῃ ῥυθμοῦ ἢ μέλους ἢ ῥήματος ἐχόμενον, τοῦτο διδάσκοντα καὶ τοὺς τῶν εὐνόμων παῖδας καὶ νέους ἐν τοῖς χοροῖς, ὅτι ἂν τύχῃ ἀπεργάζεσθαι πρὸς ἀρετὴν ἢ μοχθηρίαν;
ΑΘ. アテネ人:音楽に関する教育と娯楽について、法律が美しく定められているところ、あるいは将来そうなるであろうところにおいて、私たちは、詩人たちに以下のことが許されると思うでしょうか。 すなわち、詩人自身をその創作において喜ばせるもの、それがリズムや節や言葉に伴うものであれば何であれ、それを合唱の中で、よく統治された市民の子供たちや若者たちに教えることが。 たとえそれが、彼らを徳へと、あるいは邪悪さへと作り上げるものであっても?
ΚΛ. οὔτοι δὴ τοῦτό γε λόγον ἔχει·
ΚΛ. クレイニアス:そのようなことは全く道理に合いません。
πῶς γὰρ ἄν;
どうしてそんなことがあり得ましょう。
ΑΘ. νῦν δέ γε αὐτὸ ὡς ἔπος εἰπεῖν ἐν πάσαις ταῖς πόλεσιν ἔξεστι δρᾶν, πλὴν κατʼ Αἴγυπτον.
ΑΘ. アテネ人:しかし現在では、いわばエジプトを除くすべての都市において、まさにこのことを行うことが許されています。
ΚΛ. ἐν Αἰγύπτῳ δὲ δὴ πῶς τὸ τοιοῦτον φῂς νενομοθετῆσθαι;
ΚΛ. クレイニアス:では、エジプトにおいては、そのようなことがどのように法制化されていると言われるのですか。
ΑΘ. θαῦμα καὶ ἀκοῦσαι.
ΑΘ. アテネ人:聞くだけでも驚くべきことです。
πάλαι γὰρ δή ποτε, ὡς ἔοικεν, ἐγνώσθη παρʼ αὐτοῖς οὗτος ὁ λόγος ὃν τὰ νῦν λέγομεν ἡμεῖς, ὅτι καλὰ μὲν σχήματα, καλὰ δὲ μέλη δεῖ μεταχειρίζεσθαι ταῖς συνηθείαις τοὺς ἐν ταῖς πόλεσιν νέους·
というのも、大昔に彼らの間では、私たちが今話しているこの議論、すなわち、都市の若者たちはその習慣において美しい身振りと美しい節を実践しなければならないということが、どうやら認識されていたようなのです。
ταξάμενοι δὲ ταῦτα, ἅττα ἐστὶ καὶ ὁποῖʼ ἄττα ἀπέφηναν ἐν τοῖς ἱεροῖς, καὶ παρὰ ταῦτʼ οὐκ ἐξῆν οὔτε ζωγράφοις, οὔτʼ ἄλλοις ὅσοι σχήματα καὶ ὁποῖʼ ἄττα ἀπεργάζονται, καινοτομεῖν οὐδʼ ἐπινοεῖν ἄλλʼ ἄττα ἢ τὰ πάτρια, οὐδὲ νῦν ἔξεστιν, οὔτε ἐν τούτοις οὔτε ἐν μουσικῇ συμπάσῃ.
そして、これらがどのようなものであり、いかなる性質のものであるかを定めて神殿に掲げ、これに反して画家たちにも、その他どのようなものであれ身振りを制作する人々にも、先祖伝来のものとは異なる何か新しいものを導入したり考案したりすることは許されませんでした。 そして現在でも、これらの分野においても、また音楽全体においても許されていません。
§2.657ΑΘ. σκοπῶν δὲ εὑρήσεις αὐτόθι τὰ μυριοστὸν ἔτος γεγραμμένα ἢ τετυπωμένα—οὐχ ὡς ἔπος εἰπεῖν μυριοστὸν ἀλλʼ ὄντως—τῶν νῦν δεδημιουργημένων οὔτε τι καλλίονα οὔτʼ αἰσχίω, τὴν αὐτὴν δὲ τέχνην ἀπειργασμένα.
ΑΘ. アテネ人:調べてみれば、あそこ(エジプト)で一万年前に描かれたり、彫られたりしたものが――比喩的に一万年と言うのではなく、文字通り本当に――現在作られているものと比べて、少しも美しくもなければ醜くもなく、同じ技術によって仕上げられていることを見出すでしょう。
ΚΛ. θαυμαστὸν λέγεις.
ΚΛ. クレイニアス:驚くべきことを言われますね。
ΑΘ. νομοθετικὸν μὲν οὖν καὶ πολιτικὸν ὑπερβαλλόντως.
ΑΘ. アテネ人:実に、それは極めて優れた立法であり、政治的配慮です。
ἀλλʼ ἕτερα φαῦλʼ ἂν εὕροις αὐτόθι·
しかし、あそこでは他に取るに足らないものも見出せるでしょう。
τοῦτο δʼ οὖν τὸ περὶ μουσικὴν ἀληθές τε καὶ ἄξιον ἐννοίας, ὅτι δυνατὸν ἄρʼ ἦν περὶ τῶν τοιούτων νομοθετεῖσθαι βεβαίως θαρροῦντα μέλη τὰ τὴν ὀρθότητα φύσει παρεχόμενα.
しかしながら、音楽に関するこの事柄は真実であり、深く考えるに値します。 すなわち、自然によって正しさを提供している節を、確信をもって不動のものとして法制化することが、やはり可能であったということです。
τοῦτο δὲ θεοῦ ἢ θείου τινὸς ἀνδρὸς ἂν εἴη, καθάπερ ἐκεῖ φασιν τὰ τὸν πολὺν τοῦτον σεσωμένα χρόνον μέλη τῆς Ἴσιδος ποιήματα γεγονέναι.
そしてこれは神、あるいは神聖な誰かの能力でしょう。 あそこで、この長い間保存されてきた節はイシスの創作物であると言われているように。
ὥσθʼ, ὅπερ ἔλεγον, εἰ δύναιτό τις ἑλεῖν αὐτῶν καὶ ὁπωσοῦν τὴν ὀρθότητα, θαρροῦντα χρὴ εἰς νόμον ἄγειν καὶ τάξιν αὐτά·
したがって、私が言ったように、もし誰かがそれらの正しさを何らかの方法で捉えることができるならば、確信をもってそれらを法律と秩序へと導くべきです。
ὡς ἡ τῆς ἡδονῆς καὶ λύπης ζήτησις τοῦ καινῇ ζητεῖν ἀεὶ μουσικῇ χρῆσθαι σχεδὸν οὐ μεγάλην τινὰ δύναμιν ἔχει πρὸς τὸ διαφθεῖραι τὴν καθιερωθεῖσαν χορείαν ἐπικαλοῦσα ἀρχαιότητα.
というのも、快楽と苦痛を追求すること、すなわち常に新しい音楽を求めて用いることは、古さを非難することによって、神聖化された合唱を破滅させることに対して、ほとんど絶大な力を持っているからです。
τὴν γοῦν ἐκεῖ οὐδαμῶς ἔοικε δυνατὴ γεγονέναι διαφθεῖραι, πᾶν δὲ τοὐναντίον.
少なくともあそこの合唱を破滅させることは全くできなかったようで、むしろ完全にその反対です。
ΚΛ. φαίνεται οὕτως ἂν ταῦτα ἔχειν ἐκ τῶν ὑπὸ σοῦ τὰ νῦν λεχθέντων.
ΚΛ. クレイニアス:あなたが今言われたことからすれば、これらのことはそのようにあるに違いないと思われます。
ΑΘ. ἆρʼ οὖν θαρροῦντες λέγομεν τὴν τῇ μουσικῇ καὶ τῇ παιδιᾷ μετὰ χορείας χρείαν ὀρθὴν εἶναι τοιῷδέ τινι τρόπῳ;
ΑΘ. アテネ人:それでは、私たちは確信を持って、合唱を伴う音楽と娯楽の正しい使用法は、次のようなものであると言いましょうか。
χαίρομεν ὅταν οἰώμεθα εὖ πράττειν, καὶ ὁπόταν χαίρωμεν, οἰόμεθα εὖ πράττειν αὖ;
私たちは、自分がうまくいっていると思うときに喜び、また喜んでいるときに自分はうまくいっていると思うのではないでしょうか。
μῶν οὐχ οὕτως;
そうではありませんか。
ΚΛ. οὕτω μὲν οὖν.
ΚΛ. クレイニアス:全くその通りです。
ΑΘ. καὶ μὴν ἔν γε τῷ τοιούτῳ, χαίροντες, ἡσυχίαν οὐ δυνάμεθα ἄγειν.
ΑΘ. アテネ人:さらに、そのような状態において、喜びながら私たちは静かにしていることができません。
ΚΛ. ἔστι ταῦτα.
ΚΛ. クレイニアス:その通りです。
ΑΘ. ἆρʼ οὖν οὐχ ἡμῶν οἱ μὲν νέοι αὐτοὶ χορεύειν ἕτοιμοι, τὸ δὲ τῶν πρεσβυτέρων ἡμῶν ἐκείνους αὖ θεωροῦντες διάγειν ἡγούμεθα πρεπόντως, χαίροντες τῇ ἐκείνων παιδιᾷ τε καὶ ἑορτάσει, ἐπειδὴ τὸ παρʼ ἡμῖν ἡμᾶς ἐλαφρὸν ἐκλείπει νῦν, ὃ ποθοῦντες καὶ ἀσπαζόμενοι τίθεμεν οὕτως ἀγῶνας τοῖς δυναμένοις ἡμᾶς ὅτι μάλιστʼ εἰς τὴν νεότητα μνήμῃ ἐπεγείρειν;
ΑΘ. アテネ人:それでは、私たちのうち、若い者たちは自ら踊る用意があり、私たち年長者は彼らを眺めて過ごすのがふさわしいと考え、彼らの娯楽や祭りを喜んでいるのではないでしょうか。 というのも、私たちのうちにある軽やかさが今は私たちを見捨てており、それを恋しく思い、歓迎するからこそ、記憶によって私たちをできるだけ若さへと呼び覚ますことができる人々のために、このように競技会を設けるのですから。
ΚΛ. ἀληθέστατα.
ΚΛ. クレイニアス:全くの真実です。
ΑΘ. μῶν οὖν οἰόμεθα καὶ κομιδῇ μάτην τὸν νῦν λεγόμενον λόγον περὶ τῶν ἑορταζόντων λέγειν τοὺς πολλούς, ὅτι τοῦτον δεῖ σοφώτατον ἡγεῖσθαι καὶ κρίνειν νικᾶν, ὃς ἂν ἡμᾶς εὐφραίνεσθαι καὶ χαίρειν ὅτι μάλιστα ἀπεργάζηται;
ΑΘ. アテネ人:それでは、祭りを行う人々について多くの人々が現在語っている、次のような議論は全くの無駄であると私たちは思うでしょうか。 すなわち、私たちをできるだけ楽しませ、喜ばせることができる者を最も賢い者とみなし、勝利者と判定すべきだ、という。
δεῖ γὰρ δή, ἐπείπερ ἀφείμεθά γε παίζειν ἐν τοῖς τοιούτοις, τὸν πλείστους καὶ μάλιστα χαίρειν ποιοῦντα, τοῦτον μάλιστα τιμᾶσθαί τε, καὶ ὅπερ εἶπον νυνδή, τὰ νικητήρια φέρειν.
というのも、このような機会には戯れることが許されているのだから、最も多くの人々を最も喜ばせる者こそが、最も名誉を与えられ、今しがた私が言ったように、勝利の栄冠を手にするべきであるのだから。