§2.656ΑΘ. οἷς δʼ ἂν τὰ μὲν τῆς φύσεως ὀρθὰ συμβαίνῃ, τὰ δὲ τῆς συνηθείας ἐναντία, ἢ τὰ μὲν τῆς συνηθείας ὀρθά, τὰ δὲ τῆς φύσεως ἐναντία, οὗτοι δὲ ταῖς ἡδοναῖς τοὺς ἐπαίνους ἐναντίους προσαγορεύουσιν·
ATH. 雅典人:但是,那些天性正确而习惯与之相反的人,或者习惯正确而天性与之相反的人,他们表达的赞美与他们的快乐相反。
ἡδέα γὰρ τούτων ἕκαστα εἶναί φασι, πονηρὰ δέ, καὶ ἐναντίον ἄλλων οὓς οἴονται φρονεῖν αἰσχύνονται μὲν κινεῖσθαι τῷ σώματι τὰ τοιαῦτα, αἰσχύνονται δὲ ᾄδειν ὡς ἀποφαινόμενοι καλὰ μετὰ σπουδῆς, χαίρουσιν δὲ παρʼ αὑτοῖς.
因为他们说这些事物中的每一件都是令人愉快的,却是邪恶的;在他们认为聪明的人面前,他们羞于以这种方式活动身体,也羞于歌唱,好像在严肃地宣布它们是美的一样,但他们内心却感到高兴。
ΚΛ. ὀρθότατα λέγεις.
CL. 克里尼亚:您说得极其正确。
ΑΘ. μῶν οὖν τι βλάβην ἔσθʼ ἥντινα φέρει τῷ χαίροντι πονηρίας ἢ σχήμασιν ἢ μέλεσιν, ἤ τινʼ ὠφελίαν αὖ τοῖς πρὸς τἀναντία τὰς ἡδονὰς ἀποδεχομένοις;
ATH. 雅典人:那么,对于因邪恶的姿态或旋律而感到快乐的人来说,这是否会带来某种危害? 或者相反,对于那些接受相反事物的快乐的人来说,这是否会带来某种益处?
ΚΛ. εἰκός γε.
CL. 克里尼亚:确实很有可能。
ΑΘ. πότερον εἰκὸς ἢ καὶ ἀναγκαῖον ταὐτὸν εἶναι ὅπερ ὅταν τις πονηροῖς ἤθεσιν συνὼν κακῶν ἀνθρώπων μὴ μισῇ, χαίρῃ δὲ ἀποδεχόμενος, ψέγῃ δὲ ὡς ἐν παιδιᾶς μοίρᾳ, ὀνειρώττων αὐτοῦ τὴν μοχθηρίαν;
ATH. 雅典人:这仅仅是可能,还是必然会发生同样的事情,正如某人与坏人的邪恶性格相处时,并不憎恨而是感到高兴并接受它们,仅以开玩笑的态度加以指责,却不自觉地享受自己内心的邪恶一样?
τότε ὁμοιοῦσθαι δήπου ἀνάγκη τὸν χαίροντα ὁποτέροις ἂν χαίρῃ, ἐὰν ἄρα καὶ ἐπαινεῖν αἰσχύνηται· καίτοι τοῦ τοιούτου τί μεῖζον ἀγαθὸν ἢ κακὸν φαῖμεν ἂν ἡμῖν ἐκ πάσης ἀνάγκης γίγνεσθαι;
在那种情况下,感到快乐的人必然会变得像他所喜爱的任何一方一样,即使他确实羞于赞美它们;然而,除了这种事情之外,我们能说还有什么更大、以绝对必然性发生在我们身上的善或恶呢?
ΚΛ. δοκῶ μὲν οὐδέν.
CL. 克里尼亚:我想没有。
ΑΘ. ὅπου δὴ νόμοι καλῶς εἰσι κείμενοι ἢ καὶ εἰς τὸν ἔπειτα χρόνον ἔσονται τὴν περὶ τὰς μούσας παιδείαν τε καὶ παιδιάν, οἰόμεθα ἐξέσεσθαι τοῖς ποιητικοῖς, ὅτιπερ ἂν αὐτὸν τὸν ποιητὴν ἐν τῇ ποιήσει τέρπῃ ῥυθμοῦ ἢ μέλους ἢ ῥήματος ἐχόμενον, τοῦτο διδάσκοντα καὶ τοὺς τῶν εὐνόμων παῖδας καὶ νέους ἐν τοῖς χοροῖς, ὅτι ἂν τύχῃ ἀπεργάζεσθαι πρὸς ἀρετὴν ἢ μοχθηρίαν;
ATH. 雅典人:在关于缪斯音乐的教育和娱乐法律制定得十分美好、或者在未来将会变得如此美好的地方,我们是否认为会允许诗人们,在合唱中向治理良好的城邦的儿童和青年传授任何在创作中使诗人自己感到高兴的、伴随节奏或旋律或词句的事物,无论这些事物偶然产生的效果是导向美德还是导向邪恶?
ΚΛ. οὔτοι δὴ τοῦτό γε λόγον ἔχει· πῶς γὰρ ἄν;
CL. 克里尼亚:这确实完全没有道理;怎么会允许呢?
ΑΘ. νῦν δέ γε αὐτὸ ὡς ἔπος εἰπεῖν ἐν πάσαις ταῖς πόλεσιν ἔξεστι δρᾶν, πλὴν κατʼ Αἴγυπτον.
ATH. 雅典人:但现在,可以说在几乎所有的城邦中,除了在埃及,这都是被允许去做的。
ΚΛ. ἐν Αἰγύπτῳ δὲ δὴ πῶς τὸ τοιοῦτον φῂς νενομοθετῆσθαι;
CL. 克里尼亚:那么在埃及,您说这种事情是如何立法的呢?
ΑΘ. θαῦμα καὶ ἀκοῦσαι.
ATH. 雅典人:听起来真是令人惊叹。
πάλαι γὰρ δή ποτε, ὡς ἔοικεν, ἐγνώσθη παρʼ αὐτοῖς οὗτος ὁ λόγος ὃν τὰ νῦν λέγομεν ἡμεῖς, ὅτι καλὰ μὲν σχήματα, καλὰ δὲ μέλη δεῖ μεταχειρίζεσθαι ταῖς συνηθείαις τοὺς ἐν ταῖς πόλεσιν νέους·
因为很久以前,正如看起来的那样,他们中间就认识到了我们现在所说的这个道理,即城邦中的青年必须在习惯中践行美的姿态和美的旋律。
ταξάμενοι δὲ ταῦτα, ἅττα ἐστὶ καὶ ὁποῖʼ ἄττα ἀπέφηναν ἐν τοῖς ἱεροῖς, καὶ παρὰ ταῦτʼ οὐκ ἐξῆν οὔτε ζωγράφοις, οὔτʼ ἄλλοις ὅσοι σχήματα καὶ ὁποῖʼ ἄττα ἀπεργάζονται, καινοτομεῖν οὐδʼ ἐπινοεῖν ἄλλʼ ἄττα ἢ τὰ πάτρια, οὐδὲ νῦν ἔξεστιν, οὔτε ἐν τούτοις οὔτε ἐν μουσικῇ συμπάσῃ.
他们确定了这些是哪些以及具有怎样的性质,并在神殿中展示它们;与此相反,无论是画家还是其他制作姿态等类似事物的人,都不被允许引入创新,也不被允许设计任何与祖传之物不同的东西,即使现在也不允许,无论是在这些领域还是在整个音乐中。
§2.657ΑΘ. σκοπῶν δὲ εὑρήσεις αὐτόθι τὰ μυριοστὸν ἔτος γεγραμμένα ἢ τετυπωμένα—οὐχ ὡς ἔπος εἰπεῖν μυριοστὸν ἀλλʼ ὄντως—τῶν νῦν δεδημιουργημένων οὔτε τι καλλίονα οὔτʼ αἰσχίω, τὴν αὐτὴν δὲ τέχνην ἀπειργασμένα.
ATH. 雅典人:如果你去观察,你会发现那里在一万年前画成或雕刻成的作品——可以说不是一万年,而是真正地——与现在制作的作品相比,既不更美也不更丑,而是以相同的技艺完成的。
ΚΛ. θαυμαστὸν λέγεις.
CL. 克里尼亚:您说了一件奇妙的事。
ΑΘ. νομοθετικὸν μὲν οὖν καὶ πολιτικὸν ὑπερβαλλόντως.
ATH. 雅典人:不如说,这在立法和政治上是非常卓越的。
ἀλλʼ ἕτερα φαῦλʼ ἂν εὕροις αὐτόθι· τοῦτο δʼ οὖν τὸ περὶ μουσικὴν ἀληθές τε καὶ ἄξιον ἐννοίας, ὅτι δυνατὸν ἄρʼ ἦν περὶ τῶν τοιούτων νομοθετεῖσθαι βεβαίως θαρροῦντα μέλη τὰ τὴν ὀρθότητα φύσει παρεχόμενα.
但在那里你也会发现其他糟糕的事;然而至少关于音乐的这一点是真实的,且值得思考:即对这类事情进行稳固的立法确实是可能的,只要确信那些因天性而提供正确性的旋律。
τοῦτο δὲ θεοῦ ἢ θείου τινὸς ἀνδρὸς ἂν εἴη, καθάπερ ἐκεῖ φασιν τὰ τὸν πολὺν τοῦτον σεσωμένα χρόνον μέλη τῆς Ἴσιδος ποιήματα γεγονέναι.
这当是神或某种神圣之人的作为,正如他们那里传说,在如此漫长的时间里保存下来的这些旋律是伊西斯的创作。
ὥσθʼ, ὅπερ ἔλεγον, εἰ δύναιτό τις ἑλεῖν αὐτῶν καὶ ὁπωσοῦν τὴν ὀρθότητα, θαρροῦντα χρὴ εἰς νόμον ἄγειν καὶ τάξιν αὐτά· ὡς ἡ τῆς ἡδονῆς καὶ λύπης ζήτησις τοῦ καινῇ ζητεῖν ἀεὶ μουσικῇ χρῆσθαι σχεδὸν οὐ μεγάλην τινὰ δύναμιν ἔχει πρὸς τὸ διαφθεῖραι τὴν καθιερωθεῖσαν χορείαν ἐπικαλοῦσα ἀρχαιότητα.
因此,正如我刚才所说,如果有人能以任何方式把握它们的正确性,就必须充满信心地将它们纳入法律和秩序之中;因为追求快乐和痛苦,即总是寻求使用新奇的音乐,通过指责古老性,对于破坏神圣化的合唱具有几乎极大的力量。
τὴν γοῦν ἐκεῖ οὐδαμῶς ἔοικε δυνατὴ γεγονέναι διαφθεῖραι, πᾶν δὲ τοὐναντίον.
至少,那里的合唱似乎绝没有被这种追求破坏,反而完全相反。
ΚΛ. φαίνεται οὕτως ἂν ταῦτα ἔχειν ἐκ τῶν ὑπὸ σοῦ τὰ νῦν λεχθέντων.
CL. 克里尼亚:根据您现在所说的话,这些事情看来确实应该是这样的。
ΑΘ. ἆρʼ οὖν θαρροῦντες λέγομεν τὴν τῇ μουσικῇ καὶ τῇ παιδιᾷ μετὰ χορείας χρείαν ὀρθὴν εἶναι τοιῷδέ τινι τρόπῳ;
ATH. 雅典人:那么我们是否可以满怀信心地说,伴随着合唱的音乐与娱乐的正确使用方式是如下这样的?
χαίρομεν ὅταν οἰώμεθα εὖ πράττειν, καὶ ὁπόταν χαίρωμεν, οἰόμεθα εὖ πράττειν αὖ;
当我们认为自己做得很好时就会感到高兴,每当我们感到高兴时,我们是否反过来认为自己做得很好?
μῶν οὐχ οὕτως;
难道不是这样吗?
ΚΛ. οὕτω μὲν οὖν.
CL. 克里尼亚:确实如此。
ΑΘ. καὶ μὴν ἔν γε τῷ τοιούτῳ, χαίροντες, ἡσυχίαν οὐ δυνάμεθα ἄγειν.
ATH. 雅典人:而且,在这样的状态下,当感到高兴时,我们无法保持安静。
ΚΛ. ἔστι ταῦτα.
CL. 克里尼亚:正是如此。
ΑΘ. ἆρʼ οὖν οὐχ ἡμῶν οἱ μὲν νέοι αὐτοὶ χορεύειν ἕτοιμοι, τὸ δὲ τῶν πρεσβυτέρων ἡμῶν ἐκείνους αὖ θεωροῦντες διάγειν ἡγούμεθα πρεπόντως, χαίροντες τῇ ἐκείνων παιδιᾷ τε καὶ ἑορτάσει, ἐπειδὴ τὸ παρʼ ἡμῖν ἡμᾶς ἐλαφρὸν ἐκλείπει νῦν, ὃ ποθοῦντες καὶ ἀσπαζόμενοι τίθεμεν οὕτως ἀγῶνας τοῖς δυναμένοις ἡμᾶς ὅτι μάλιστʼ εἰς τὴν νεότητα μνήμῃ ἐπεγείρειν;
ATH. 雅典人:那么,是不是我们中间的年轻人随时准备好自己去舞蹈,而我们这些年长的人则认为,通过观看他们来度过时光是合宜的,为他们的娱乐和节日感到高兴,因为我们身上的轻盈现在正在离开我们,正因为我们渴望并欢迎这种轻盈,我们才为那些能够通过记忆尽可能将我们唤醒到青春状态的人设立了这样的竞赛?
ΚΛ. ἀληθέστατα.
CL. 克里尼亚:极为真实。
ΑΘ. μῶν οὖν οἰόμεθα καὶ κομιδῇ μάτην τὸν νῦν λεγόμενον λόγον περὶ τῶν ἑορταζόντων λέγειν τοὺς πολλούς, ὅτι τοῦτον δεῖ σοφώτατον ἡγεῖσθαι καὶ κρίνειν νικᾶν, ὃς ἂν ἡμᾶς εὐφραίνεσθαι καὶ χαίρειν ὅτι μάλιστα ἀπεργάζηται;
ATH. 雅典人:那么我们是否认为,在目前关于过节者的讨论中,大众所说的话完全是徒劳的,即应该把那个能让我们尽可能感到欢愉和高兴的人视为最明智的人并判定他获胜?
δεῖ γὰρ δή, ἐπείπερ ἀφείμεθά γε παίζειν ἐν τοῖς τοιούτοις, τὸν πλείστους καὶ μάλιστα χαίρειν ποιοῦντα, τοῦτον μάλιστα τιμᾶσθαί τε, καὶ ὅπερ εἶπον νυνδή, τὰ νικητήρια φέρειν.
因为既然在这种场合我们被允许去戏耍,那么能让最多的人感到最高兴的人,确实应该获得最大的荣誉,并且正如我刚才所说,赢得胜利的奖赏。