§12.962ΑΘ. οὐδὲν δὴ πολλῶν δεῖ τῶν περὶ τὰ τοιαῦτα παραδειγμάτων·
ΑΘ. このような事柄についての多くの例は全く必要ない。
ἀλλʼ οἷον περὶ στρατοπέδων νοήσωμεν τίνα θέμενοι στρατηγοὶ σκοπὸν καὶ ἰατρικὴ ὑπηρεσία πᾶσα στοχάζοιτʼ ἂν τῆς σωτηρίας ὀρθῶς.
むしろ、例えば軍隊について、将軍たちや医療奉仕の全体が、どのような目標を定めて、正しく救済(生存)を目指すことになるかを考えてみよう。
ἆρʼ οὐχ ἡ μὲν νίκην καὶ κράτος πολεμίων, ἡ δὲ ἰατρῶν τε καὶ ὑπηρετῶν ὑγιείας σώματι παρασκευήν;
一方は勝利と敵に対する支配を、他方(医師やその助手たち)は身体への健康の提供を目指すのではないか。
ΚΛ. πῶς γὰρ οὔ;
ΚΛ. どうしてそうではないでしょう。
ΑΘ. ἰατρὸς δὴ τὸ περὶ σῶμα ἀγνοῶν, ὃ προσείπομεν ὑγίειαν νῦν, ἢ νίκην στρατηγὸς ἢ τῶν ἄλλων ὅσα δὴ διήλθομεν, ἔσθʼ ὅπως ἂν νοῦν περί τι τούτων ἂν ἔχων φαίνοιτο;
ΑΘ. それでは、今我々が健康と呼んだ身体に関する事柄を無視している医師や、勝利を無視している将軍、あるいは我々が挙げたその他の事柄について同様である者が、これらのいずれかについて理知を持っているように見えることがあり得るだろうか。
ΚΛ. καὶ πῶς;
ΚΛ. どうしてあり得ましょう。
ΑΘ. τί δὲ δὴ περὶ πόλιν;
ΑΘ. では、ポリスについてはどうか。
εἴ τις τὸν σκοπὸν οἷ βλέπειν δεῖ τὸν πολιτικὸν φαίνοιτο ἀγνοῶν, ἆρα ἄρχων μὲν πρῶτον δικαίως ἂν προσαγορεύοιτο, εἶτα σῴζειν ἂν δυνατὸς εἴη τοῦτο οὗ τὸν σκοπὸν τὸ παράπαν μηδʼ εἰδείη;
もし政治家が目を向けるべき目標を無視しているように見えるなら、そのような者は、まず第一に支配者と正しく呼ばれるだろうか、そして次に、その目標を全く知らないようなものを救うことができるだろうか。
ΚΛ. καὶ πῶς;
ΚΛ. どうしてあり得ましょう。
ΑΘ. δεῖ δὴ καὶ τὰ νῦν, ὡς ἔοικεν, εἴπερ μέλλει τέλος ὁ κατοικισμὸς τῆς χώρας ἡμῖν ἕξειν, εἶναί τι τὸ γιγνῶσκον ἐν αὐτῷ πρῶτον μὲν τοῦτο ὃ λέγομεν, τὸν σκοπόν, ὅστις ποτὲ ὁ πολιτικὸς ὢν ἡμῖν τυγχάνει, ἔπειτα ὅντινα τρόπον δεῖ μετασχεῖν τούτου καὶ τίς αὐτῷ καλῶς ἢ μὴ συμβουλεύει, τῶν νόμων αὐτῶν πρῶτον, ἔπειτα ἀνθρώπων·
ΑΘ. したがって今や、我々の国土の入植が完成に至るべきであるなら、どうやら、その中にまず第一に我々の言うところのこの目標、すなわち我々にとって政治的な目標とは一体何であるかを知るもの、そして次に、どのようにしてこれにあずかるべきであり、何が(まず法律そのものが、次に人間が)それについて良くあるいは悪く助言しているかを知る何らかの要素が存在しなければならない。
εἰ δʼ ἔσται τοῦ τοιούτου κενή τις πόλις, οὐδὲν θαυμαστὸν ἄνους οὖσα καὶ ἀναίσθητος εἰ πράξει τὸ προστυχὸν ἑκάστοτε ἐν ἑκάσταις τῶν πράξεων.
しかし、もしポリスがこのようなものを欠いているなら、そのポリスは理知も感覚もない状態であり、個々の行動において毎回、行き当たりばったりのことを行うとしても、何ら不思議ではない。
ΚΛ. ἀληθῆ λέγεις.
ΚΛ. おっしゃる通りです。
ΑΘ. νῦν οὖν ἡμῖν ἐν τίνι ποτὲ τῶν τῆς πόλεως μερῶν ἢ ἐπιτηδευμάτων ἔστιν ἱκανὸν κατεσκευασμένον ὁτιοῦν τοιοῦτον φυλακτήριον;
ΑΘ. それでは現在、我々において、ポリスのいかなる部分、あるいは制度の中に、このような守護組織が十分に備えられているだろうか。
ἔχομεν φράζειν;
我々はそれを指摘することができるだろうか。
ΚΛ. οὐ δῆτα, ὦ ξένε, σαφῶς γε·
ΚΛ. 客人よ、はっきりとは全く(指摘できません)。
εἰ δʼ οὖν τοπάζειν δεῖ, δοκεῖ μοι τείνειν ὁ λόγος οὗτος εἰς τὸν σύλλογον ὃν εἶπες νυνδὴ νύκτωρ δεῖν συνιέναι.
しかし、もし推測しなければならないとするなら、この議論は、あなたが先ほど夜間に集まるべきだと言われたあの集会へと向かっているように私には思われます。
ΑΘ. κάλλισθʼ ὑπέλαβες, ὦ Κλεινία, καὶ δεῖ δὴ τοῦτον, ὡς ὁ νῦν παρεστηκὼς ἡμῖν λόγος μηνύει, πᾶσαν ἀρετὴν ἔχειν·
ΑΘ. クレイニアスよ、実に見事に理解してくれた。 そして、今我々の前にある議論が指し示しているように、この集会はすべての徳を備えていなければならない。
ἧς ἄρχει τὸ μὴ πλανᾶσθαι πρὸς πολλὰ στοχαζόμενον, ἀλλʼ εἰς ἓν βλέποντα πρὸς τοῦτο ἀεὶ τὰ πάντα οἷον βέλη ἀφιέναι.
その徳を支配するのは、多くのものを狙って迷い歩くのではなく、ただ一つのものに目を向け、常にそれに向かって、あたかも矢を放つようにすべてのものを向かわせることである。
ΚΛ. παντάπασι μὲν οὖν.
ΚΛ. まったくその通りです。
ΑΘ. νῦν δὴ μαθησόμεθα ὅτι θαυμαστὸν οὐδὲν πλανᾶσθαι τὰ τῶν πόλεων νόμιμα, ὅτι πρὸς ἄλλο ἄλλη βλέπει τῶν νομοθεσιῶν ἐν τῇ πόλει ἑκάστῃ.
ΑΘ. 今や我々は、諸国家の慣習が迷走しているのが何ら不思議ではないことを学ぶだろう。 なぜなら、それぞれのポリスにおいて、立法の各々が異なるものに目を向けているからである。
καὶ τὰ μὲν πολλὰ οὐδὲν θαυμαστὸν τὸ τοῖς μὲν τὸν ὅρον εἶναι τῶν δικαίων ὅπως ἄρξουσί τινες ἐν τῇ πόλει, εἴτʼ οὖν βελτίους εἴτε χείρους τυγχάνουσιν ὄντες, τοῖς δʼ, ὅπως πλουτήσουσιν, εἴτʼ οὖν δοῦλοί τινων ὄντες εἴτε καὶ μή, τῶν δʼ ἡ προθυμία πρὸς τὸν ἐλεύθερον δὴ βίον ὡρμημένη·
多くの場合、ある人々にとっては、ポリスにおいて特定の者たちが(より優れた者であろうと劣った者であろうと)支配することが正しさの基準であり、他の人々にとっては、富を得ることが(誰かの奴隷であろうとなかろうと)基準であり、また別の人々にとっては、自由な生活への情熱が基準となっているのも、何ら不思議ではない。
οἱ δὲ καὶ σύνδυο νομοθετοῦνται, πρὸς ἄμφω βλέποντες, ἐλεύθεροί τε ὅπως ἄλλων τε πόλεων ἔσονται δεσπόται, οἱ δὲ σοφώτατοι, ὡς οἴονται, πρὸς ταῦτά τε καὶ τὰ τοιαῦτα σύμπαντα, εἰς ἓν δὲ οὐδὲν διαφερόντως τετιμημένον ἔχοντες φράζειν εἰς ὃ τἆλλʼ αὐτοῖς δεῖ βλέπειν.
また、二つの目標を並べて立法を行う人々もおり、自由であることと、他国の支配者となることの双方に目を向けている。 そして、自称「最も賢い人々」は、これらすべてや同様のすべてのことに目を向けているが、他のすべてのものが目を向けるべき、格段に尊ばれている単一の目標を、彼らは一つも指し示すことができないのである。