Humanitext Reader

柏拉图 · 法律篇 §12.962

夜间评议会的任务与以美德为唯一目标

第 182 段,共 186 段 · 希腊语

内容简介

雅典来客论证道,正如医术旨在健康、军事旨在胜利,城邦也需要一个知晓其政治目标的要素来加以保存,克莱尼亚正确地推测出这就是先前所说的夜间集会。来客对此表示赞同,并指出普通城邦的法律因目标冲突和迷失而混乱,而该集会必须将所有精力集中于单一的美德目标。

§12.962ΑΘ. οὐδὲν δὴ πολλῶν δεῖ τῶν περὶ τὰ τοιαῦτα παραδειγμάτων· ἀλλʼ οἷον περὶ στρατοπέδων νοήσωμεν τίνα θέμενοι στρατηγοὶ σκοπὸν καὶ ἰατρικὴ ὑπηρεσία πᾶσα στοχάζοιτʼ ἂν τῆς σωτηρίας ὀρθῶς.
雅典来客:确实不需要关于此类事情的许多例子;但例如关于军队,让我们思考一下,将军们和全体医疗服务部门确立了什么目标,才能正确地以保存为指向。
ἆρʼ οὐχ ἡ μὲν νίκην καὶ κράτος πολεμίων, ἡ δὲ ἰατρῶν τε καὶ ὑπηρετῶν ὑγιείας σώματι παρασκευήν;
难道不是前者旨在获得胜利和对敌人的支配,而后者(医生及助手们)旨在为身体提供健康吗?
ΚΛ. πῶς γὰρ οὔ;
克莱尼亚:怎么会不是呢?
ΑΘ. ἰατρὸς δὴ τὸ περὶ σῶμα ἀγνοῶν, ὃ προσείπομεν ὑγίειαν νῦν, ἢ νίκην στρατηγὸς ἢ τῶν ἄλλων ὅσα δὴ διήλθομεν, ἔσθʼ ὅπως ἂν νοῦν περί τι τούτων ἂν ἔχων φαίνοιτο;
雅典来客:如果医生不了解关于身体的、我们刚才称之为健康的事物,或者将军不了解胜利,或者我们经历过的其他事情中的任何一件,他还有可能在这些事情的任何一方面显得具有理知吗?
ΚΛ. καὶ πῶς;
克莱尼亚:怎么可能呢?
ΑΘ. τί δὲ δὴ περὶ πόλιν;
雅典来客:那么关于城邦呢?
εἴ τις τὸν σκοπὸν οἷ βλέπειν δεῖ τὸν πολιτικὸν φαίνοιτο ἀγνοῶν, ἆρα ἄρχων μὲν πρῶτον δικαίως ἂν προσαγορεύοιτο, εἶτα σῴζειν ἂν δυνατὸς εἴη τοῦτο οὗ τὸν σκοπὸν τὸ παράπαν μηδʼ εἰδείη;
如果有人显得不了解政治家应当注视的目标,那么首先,他能被公正地称为统治者吗? 其次,对于他根本不知道其目标的事物,他能够加以保存吗?
ΚΛ. καὶ πῶς;
克莱尼亚:怎么可能呢?
ΑΘ. δεῖ δὴ καὶ τὰ νῦν, ὡς ἔοικεν, εἴπερ μέλλει τέλος ὁ κατοικισμὸς τῆς χώρας ἡμῖν ἕξειν, εἶναί τι τὸ γιγνῶσκον ἐν αὐτῷ πρῶτον μὲν τοῦτο ὃ λέγομεν, τὸν σκοπόν, ὅστις ποτὲ ὁ πολιτικὸς ὢν ἡμῖν τυγχάνει, ἔπειτα ὅντινα τρόπον δεῖ μετασχεῖν τούτου καὶ τίς αὐτῷ καλῶς ἢ μὴ συμβουλεύει, τῶν νόμων αὐτῶν πρῶτον, ἔπειτα ἀνθρώπων·
雅典来客:因此,正如现在看来,如果我们对这片土地的殖民要达到圆满,城邦中就必须有某种知晓的要素:首先,是这个我们所说的目标,即对我们而言政治目标究竟是什么;其次,是以何种方式应当分享这一目标,以及谁(首先是法律本身,其次是人)对此给出了好的或不好的建议。
εἰ δʼ ἔσται τοῦ τοιούτου κενή τις πόλις, οὐδὲν θαυμαστὸν ἄνους οὖσα καὶ ἀναίσθητος εἰ πράξει τὸ προστυχὸν ἑκάστοτε ἐν ἑκάσταις τῶν πράξεων.
但是,如果一个城邦缺少这样的要素,那么它既无理知又无感觉,在每项行动中都根据碰巧遇到的情况行事,也就不足为奇了。
ΚΛ. ἀληθῆ λέγεις.
克莱尼亚:你说得对。
ΑΘ. νῦν οὖν ἡμῖν ἐν τίνι ποτὲ τῶν τῆς πόλεως μερῶν ἢ ἐπιτηδευμάτων ἔστιν ἱκανὸν κατεσκευασμένον ὁτιοῦν τοιοῦτον φυλακτήριον;
雅典来客:那么现在,在我们的城邦的哪些部分或制度中,充分建立起了任何此类守卫机构?
ἔχομεν φράζειν;
我们能说得出来吗?
ΚΛ. οὐ δῆτα, ὦ ξένε, σαφῶς γε· εἰ δʼ οὖν τοπάζειν δεῖ, δοκεῖ μοι τείνειν ὁ λόγος οὗτος εἰς τὸν σύλλογον ὃν εἶπες νυνδὴ νύκτωρ δεῖν συνιέναι.
克莱尼亚:客人,确实无法明确说明;但如果必须猜测,在我看来,这个论说似乎是指向你刚才说过的应当在夜间召开的那个集会。
ΑΘ. κάλλισθʼ ὑπέλαβες, ὦ Κλεινία, καὶ δεῖ δὴ τοῦτον, ὡς ὁ νῦν παρεστηκὼς ἡμῖν λόγος μηνύει, πᾶσαν ἀρετὴν ἔχειν·
雅典来客:克莱尼亚,你领会得极其出色;正如我们面前的论说所指明的,这个集会确实必须具备一切美德。
ἧς ἄρχει τὸ μὴ πλανᾶσθαι πρὸς πολλὰ στοχαζόμενον, ἀλλʼ εἰς ἓν βλέποντα πρὸς τοῦτο ἀεὶ τὰ πάντα οἷον βέλη ἀφιέναι.
这种美德的首要原则在于,不要瞄准许多事物而四处迷失,而是要注视单一的目标,始终将一切事物如箭般射向这同一个目标。
ΚΛ. παντάπασι μὲν οὖν.
克莱尼亚:完全如此。
ΑΘ. νῦν δὴ μαθησόμεθα ὅτι θαυμαστὸν οὐδὲν πλανᾶσθαι τὰ τῶν πόλεων νόμιμα, ὅτι πρὸς ἄλλο ἄλλη βλέπει τῶν νομοθεσιῶν ἐν τῇ πόλει ἑκάστῃ.
雅典来客:现在我们确实会认识到,各个城邦的法律之所以迷失方向,一点也不奇怪,因为在每个城邦中,立法的指向都各不相同。
καὶ τὰ μὲν πολλὰ οὐδὲν θαυμαστὸν τὸ τοῖς μὲν τὸν ὅρον εἶναι τῶν δικαίων ὅπως ἄρξουσί τινες ἐν τῇ πόλει, εἴτʼ οὖν βελτίους εἴτε χείρους τυγχάνουσιν ὄντες, τοῖς δʼ, ὅπως πλουτήσουσιν, εἴτʼ οὖν δοῦλοί τινων ὄντες εἴτε καὶ μή, τῶν δʼ ἡ προθυμία πρὸς τὸν ἐλεύθερον δὴ βίον ὡρμημένη·
在大多数情况下,对于某些人来说,正义的界限在于某些人在城邦中实行统治(无论他们碰巧是更好的人还是更坏的人),这并不奇怪;而对于另一些人来说,则是如何发财致富(无论他们碰巧是谁的奴隶还是自由人);对于另一些人来说,他们的热忱则指向自由的生活。 还有人甚至将两两结合起来立法,兼顾两者——即如何既保持自由,又成为其他城邦的主人。
οἱ δὲ καὶ σύνδυο νομοθετοῦνται, πρὸς ἄμφω βλέποντες, ἐλεύθεροί τε ὅπως ἄλλων τε πόλεων ἔσονται δεσπόται, οἱ δὲ σοφώτατοι, ὡς οἴονται, πρὸς ταῦτά τε καὶ τὰ τοιαῦτα σύμπαντα, εἰς ἓν δὲ οὐδὲν διαφερόντως τετιμημένον ἔχοντες φράζειν εἰς ὃ τἆλλʼ αὐτοῖς δεῖ βλέπειν.
而那些自以为最聪明的人,则同时关注这些以及所有类似的事情,但他们无法指出任何一个特别受到尊崇的单一目标,也就是他们其他所有事物都必须注视的那个目标。

词汇与语法注释

  1. 962aἔσθʼ ὅπως ἂν νοῦν περί τι τούτων ἂν ἔχων φαίνοιτο; — 无人称表达 ἔστιν ὅπως(有……的方法,可能……)在此处与表示潜在的 ἄν 以及祈愿语气 φαίνοιτο 结合,表达了强烈的可能性疑问(“有可能显得……吗?”)。分词 ἔχων 用作系动词 φαίνοιτο 的补充分词,构成了“显得具有理知(νοῦν)”的句式结构。
  2. 962bεἶναί τι τὸ γιγνῶσκον ἐν αὐτῷ πρῶτον μὲν τοῦτο ὃ λέγομεν, τὸν σκοπόν — 由无人称动词 δεῖ 引导的带定格不定式结构(主语:τι τὸ γιγνῶσκον,不定式:εἶναι)。带冠词的现在分词 τὸ γιγνῶσκον 与不定代词 τι 同格或起限定作用,意为“某种知晓的要素”。其宾语是先行的指示代词 τοῦτο、关系从句 ὃ λέγομεν 以及同格短语 τὸν σκοπόν。εν αὐτῷ 中的 αὐτῷ 指代前文的 ὁ κατοικισμὸς(殖民/定居)或由此暗示的城邦。
  3. 962dἧς ἄρχει τὸ μὴ πλανᾶσθαι πρὸς πολλά στοχαζόμενον, ἀλλʼ εἰς ἓν βλέποντα — 属格关系代词 ἧς 指代先行词 πᾶσαν ἀρετήν,作为表示支配的动词 ἄρχει 的属格补语(“支配/特征化这一美德的是……”)。主语是带冠词的不定式从句 τὸ μὴ πλανᾶσθαι ... ἀλλʼ ... ἀφιέναι。不定式从句中的分词 στοχαζόμενον 和 βλέποντα 为宾格(单数),是因为该不定式从句的默示主语被理解为宾格。
  4. 962eτὸ τοῖς μὲν τὸν ὅρον εἶναι τῶν δικαίων ὅπως ἄρξουσί τινες ἐν τῇ πόλει — 名词化不定式从句(τὸ ... εἶναι)在过渡短语 καὶ τὰ μὲν πολλά(在大多数情况下)之后充当主语。τοῖς μέν 是表示利益的与格(“对某些人来说”)。正义的界限/标准(τὸν ὅρον τῶν δικαίων)的具体内容由接下来由 ὅπως 引导的从句(“某些人将如何统治”或“以便某些人统治”)来解释。

引用这一段

柏拉图, 法律篇 §12.962. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:12.962

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。