§12.954ΑΘ. ἐγγύην, ἣν ἂν ἐγγυᾶταί τις, διαρρήδην ἐγγυάσθω, τὴν πρᾶξιν πᾶσαν διομολογούμενος ἐν συγγραφῇ καὶ ἐναντίον μαρτύρων μὴ ἔλαττον τριῶν, ὅσα ἐντὸς χιλίων, τὰ δʼ ὑπὲρ χιλίας μὴ ἔλαττον ἢ πέντε.
ΑΘ. 保証については、誰かが保証人を引き受ける場合、1000ドラクメ以下の場合は少なくとも3人、1000ドラクメを超える場合は少なくとも5人の証人の立ち会いのもと、取引のすべてを書面の中で合意した上で、明示的に保証を立てるべきである。
ἐγγυητὴς μὲν δὴ καὶ ὁ προπωλῶν ὁτιοῦν τοῦ μὴ ἐνδίκως πωλοῦντος ἢ καὶ μηδαμῶς ἀξιόχρεω·
不法に売却する者、あるいは全く資力のない者のために何であれ仲介販売する者もまた保証人とみなされる。
ὑπόδικος δʼ ἔστω καὶ ὁ προπωλῶν καθάπερ ὁ ἀποδόμενος.
そして、その仲介販売者もまた、実際に売却した者と同様に起訴を受けるものとする。
φωρᾶν δὲ ἂν ἐθέλῃ τις παρʼ ὁτῳοῦν, γυμνὸς ἢ χιτωνίσκον ἔχων ἄζωστος, προομόσας τοὺς νομίμους θεοὺς ἦ μὴν ἐλπίζειν εὑρήσειν, οὕτω φωρᾶν·
もし誰かの家で盗品を捜索しようと望むなら、衣服を脱ぐか、あるいは帯を締めない短い上着だけを身にまとい、正式な神々に誓って、本当に発見できると期待していることをあらかじめ宣誓した上で、そのように捜索すべきである。
ὁ δὲ παρεχέτω τὴν οἰκίαν, τά τε σεσημασμένα καὶ τὰ ἀσήμαντα, φωρᾶν.
そして、相手は、封印されたものも封印されていないものも、家宅捜索のために提供しなければならない。
ἐὰν δέ τις ἐρευνᾶν βουλομένῳ φωρᾶν μὴ διδῷ, δικάζεσθαι μὲν τὸν ἀπειργόμενον, τιμησάμενον τὸ ἐρευνώμενον, ἂν δέ τις ὄφλῃ, τὴν διπλασίαν τοῦ τιμηθέντος βλάβην ἐκτίνειν.
もし、捜索を望む者に捜索をさせない者がいるなら、拒絶された者は、捜索対象の価値を見積もった上で訴訟を起こすべきであり、もし被告が敗訴したなら、見積もられた価値の2倍の賠償を支払わなければならない。
ἐὰν δὲ ἀποδημῶν οἰκίας δεσπότης τυγχάνῃ, τὰ μὲν ἀσήμαντα παρεχόντων οἱ ἐνοικοῦντες ἐρευνᾶν, τὰ δὲ σεσημασμένα παρασημηνάσθω καὶ ὃν ἂν ἐθέλῃ φύλακα καταστησάτω πέντε ἡμέρας ὁ φωρῶν·
もし家の主人がたまたま旅に出ているなら、居住者たちは封印されていないものを捜索させるべきであり、封印されたものについては、捜索する者が重ねて封印を施し、自分が望む者を5日間の番人として配置すべきである。
ἐὰν δὲ πλείονα χρόνον ἀπῇ, τοὺς ἀστυνόμους παραλαβὼν οὕτω φωράτω, λύων καὶ τὰ σεσημασμένα, πάλιν δὲ μετὰ τῶν οἰκείων καὶ τῶν ἀστυνόμων κατὰ ταὐτὰ σημηνάσθω.
もし主人がそれ以上の期間不在であるなら、捜索する者は市街監督官を同行してそのように捜索すべきであり、封印されたものをも解き、再び家族や市街監督官とともに同様に封印を施すべきである。
τῶν ἀμφισβητησίμων χρόνου ὅρος, ὃν ἐάν τις ᾖ κεκτημένος, μηκέτʼ ἀμφισβητεῖν ἐξεῖναι.
紛争のある所有物について、それをある期間所有していたなら、もはや異議を唱えることができなくなる時効の期限について。
χωρίων μὲν οἰκήσεών τε τῇδε οὐκ ἔστʼ ἀμφισβήτησις·
土地や住居については、この国では異議は存在しない。
τῶν δὲ ἄλλων ὅτι ἄν τις ἐκτημένος ᾖ, ἐὰν μὲν κατὰ ἄστυ καὶ κατʼ ἀγορὰν καὶ ἱερὰ χρώμενος φαίνηται καὶ μηδεὶς ἐπιλάβηται, φῇ δὲ ζητεῖν τοῦτον τὸν χρόνον, ὁ δὲ μὴ ἀποκρυπτόμενος φανερὸς ᾖ, ἐὰν οὕτω τις ἐνιαυτὸν ὁτιοῦν ἐκτημένος, ὁ δὲ ζητῶν διαγένωνται, μὴ ἐξέστω τοιούτου κτήματος ἐπιλαβέσθαι μηδένʼ ἀπελθόντος ἐνιαυτοῦ.
しかし、それ以外の所有物について、もし誰かが所有しており、市中や市場、あるいは神殿で使用しているのが見られ、誰もそれに対して権利を主張せず、かつそれを元の所有者と称する者がその期間ずっと探していたと言い、所有している者がそれを隠さず公にしていた場合において、もし誰かがこのように何であれ1年間所有し、探している者もその1年を過ごしたなら、その1年が経過した後は、誰もそのような所有物に対して権利を主張することはできない。
ἐὰν δὲ κατʼ ἄστυ μὲν μὴ μηδὲ κατʼ ἀγορὰν χρῆται, κατʼ ἀγροὺς δὲ φανερῶς, μὴ προστυχὴς δὲ ἐν πέντε ἔτεσιν γένηταί τις, τῶν πέντε ἐξελθόντων ἐτῶν, μηκέτι τοῦ λοιποῦ χρόνου ἐξέστω τούτῳ τοῦ τοιούτου ἐπιλαβέσθαι.
しかし、もし市中でも市場でも使用せず、地方で公に使用しており、5年の間に誰もそれに出くわさなかったなら、その5年が経過した後は、もはやそれ以後の時間において、その者がそのようなものに対して権利を主張することはできない。
ἐὰν δὲ κατʼ οἰκίας ἐν ἄστει τέ τις χρῆται, τριετῆ τὴν προθεσμίαν εἶναι, ἐὰν δὲ κατʼ ἀγροὺς ἐν ἀφανεῖ κεκτῆται, δέκα ἐτῶν, ἐὰν δʼ ἐν ἀλλοδημίᾳ, τοῦ παντὸς χρόνου, ὅταν ἀνεύρῃ που, μηδεμίαν εἶναι προθεσμίαν τῆς ἐπιλήψεως.
また、市中の家の中で使用しているなら、その期限は3年とし、地方で人目につかない形で所有しているなら10年とし、もし他国にいるなら、永久に、どこかで見出したときにはいつでも、その権利主張に期限は存在しないものとする。
§12.955ΑΘ. ἐάν τίς τινα δίκῃ παραγενέσθαι κωλύσῃ βίᾳ, εἴτε αὐτὸν εἴτε μάρτυρας, ἐὰν μὲν δοῦλον εἴτε αὑτοῦ εἴτε ἀλλότριον, ἀτελῆ καὶ ἄκυρον γίγνεσθαι τὴν δίκην, ἐὰν δὲ ἐλεύθερον, πρὸς τῷ ἀτελῆ, δεθῆναι μὲν ἐνιαυτόν, ὑπόδικον δὲ ἀνδραποδισμοῦ τῷ ἐθέλοντι γίγνεσθαι.
ΑΘ. もし誰かが、本人であれ証人であれ、裁判に出席することを暴力によって妨げた場合、もしそれが自分のものであれ他人のものであれ奴隷であるなら、その裁判は無効かつ取り消されるものとし、もし自由人であるなら、裁判の無効に加えて、1年間投獄され、望む者によって自由人誘拐罪で起訴され得るものとする。
ἐὰν δὲ ἀνταγωνιστὴν γυμναστικῆς ἢ μουσικῆς ἤ τινος ἀγῶνος ἑτέρου διακωλύῃ τις βίᾳ μὴ παραγίγνεσθαι, φραζέτω μὲν ὁ ἐθέλων τοῖς ἀθλοθέταις, οἱ δʼ εἰς τὸν ἀγῶνα ἐλεύθερον ἀφιέντων τὸν ἐθέλοντα ἀγωνίζεσθαι·
もし体育や音楽、あるいは他の何らかの競技の競争相手が競技に出席するのを暴力によって妨げた場合、妨害された者は競技審判官たちに告げるべきであり、彼らは競技に参加することを望む自由人を競技に出場させるべきである。
ἐὰν δὲ ἀδυνατήσωσιν, ἐὰν μὲν ὁ κωλύων ἀγωνίζεσθαι νικήσῃ, τά τε νικητήρια τῷ διακωλυθέντι διδόναι καὶ νικήσαντα γράφειν ἐν ἱεροῖς οἷς ἂν ἐθέλῃ, τῷ δὲ διακωλύσαντι μὴ ἐξέστω μηδὲν ἀνάθημα μηδʼ ἐπιγραφὴν τοῦ τοιούτου ἀγῶνός ποτε γενέσθαι, βλάβης δὲ ὑπόδικος γιγνέσθω, ἐάντε ἡττῆται ἀγωνιζόμενος ἐάντε καὶ νικᾷ.
もし彼らがそうすることができなかった場合において、もし妨害した者が競技に参加して勝利したなら、その優勝の栄誉は妨害された者に与えられるべきであり、その妨害された者を勝者として、彼が望む神殿に記録すべきである。 一方、妨害した者には、そのような競技についての奉納物も碑文も決して許されてはならず、競技で負けようと勝とうと、損害賠償の起訴を受けるものとする。
ἐάν τις κλεμμάδιον ὁτιοῦν ὑποδέχηται γιγνώσκων, τὴν αὐτὴν ὑπεχέτω δίκην τῷ κλέψαντι·
もし誰かが、盗品であることを知りながらそれを何であれ受け取るなら、盗んだ者と同じ罰を受けるべきである。
φυγάδος δὲ ὑποδοχῆς θάνατος ἔστω ζημία.
また、追放された者を受け入れることに対する罰は、死刑とする。
τὸν αὐτὸν φίλον τε καὶ ἐχθρὸν νομιζέτω πᾶς τῇ πόλει·
すべての者は、ポリスと同じ者を友とし、また敵とみなべきである。
ἐὰν δέ τις ἰδίᾳ ποιῆται πρός τινας εἰρήνην ἢ πόλεμον ἄνευ τοῦ κοινοῦ, θάνατος ἔστω καὶ τούτῳ ζημία·
もし誰かが共同体の同意なしに、私的に誰かと平和を結んだり、あるいは戦争を行ったりするなら、この者に対する罰もまた死刑とする。
ἐὰν δέ τι μέρος τῆς πόλεως εἰρήνην ἢ πόλεμον πρός τινας ἑαυτῷ ποιῆται, τοὺς αἰτίους οἱ στρατηγοὶ ταύτης τῆς πράξεως εἰσαγόντων εἰς δικαστήριον, ὀφλόντι δὲ θάνατος ἔστω δίκη.
もし、ポリスの一部分が、自分たちのために誰かと平和や戦争を行うなら、将軍たちはこの行為の責任者たちを法廷に引き渡すべきであり、有罪となった場合、その刑罰は死刑とする。
τοὺς τῇ πατρίδι διακονοῦντάς τι δώρων χωρὶς χρὴ διακονεῖν, πρόφασιν δʼ εἶναι μηδεμίαν μηδὲ λόγον ἐπαινούμενον, ὡς ἐπʼ ἀγαθοῖς μὲν δεῖ δέχεσθαι δῶρα, ἐπὶ δὲ φλαύροις οὔ·
祖国に仕える者たちは、贈り物なしに仕えるべきであり、いかなる言い訳も、また「良い事のためには贈り物を受け取るべきだが、悪い事のためには受け取るべきではない」というような、称賛されるもっともらしい議論もあってはならない。
τὸ γὰρ γνῶναι καὶ γνόντα καρτερεῖν οὐκ εὐπετές, ἀκούοντα δὲ ἀσφαλέστατον πείθεσθαι τῷ νόμῳ, μηδὲν ἐπὶ δώροισιν διακονεῖν.
というのも、それを判断し、判断した上で自制することは容易ではないからである。 むしろ、法律に従って、贈り物を受け取ってはいかなる職務も行わないということに従うのが最も安全である。
ὁ δὲ μὴ πειθόμενος ἁπλῶς τεθνάτω ἁλοὺς τῇ δίκῃ.
これに従わない者は、裁判で有罪となった場合、容赦なく死刑に処されるべきである。
χρημάτων εἰσφορᾶς πέρι τῷ κοινῷ, τετιμῆσθαι μὲν ἕκαστον τὴν οὐσίαν ἕνεκα πολλῶν χρεὼν καὶ τὴν ἐπέτειον ἐπικαρπίαν ἐν γράμμασιν ἀποφέρειν ἀγρονόμοις φυλέτας, ὅπως ἂν δυοῖν οὔσαιν ταῖν εἰσφοραῖν, ὁποτέρᾳ τὸ δημόσιον ἂν χρῆσθαι βούληται, χρῆται, κατʼ ἐνιαυτὸν ἕκαστον βουλευομένων, ἐάντε τοῦ τιμήματος ὅλου μέρει ἐάντε τῆς γενομένης ἐπʼ ἐνιαυτὸν ἑκάστοτε προσόδου, χωρὶς τῶν εἰς τὰ συσσίτια τελουμένων.
共同体への財産の分担金に関して、多くの理由から、各人が自分の財産を査定させ、また毎年の収穫を書面で地方長官に、部族ごとに提出することが必要である。 それは、二つある分担金の支払方法のうち、公がどちらを使用することを望んでも使用できるようにするためである。 すなわち、毎年、共同食堂に支払われる分を除いて、査定された総財産の一部に対して課税するか、あるいは毎年発生する収入のそれぞれに対して課税するかを審議した上で、どちらかを選択するためである。