§12.954ΑΘ. ἐγγύην, ἣν ἂν ἐγγυᾶταί τις, διαρρήδην ἐγγυάσθω, τὴν πρᾶξιν πᾶσαν διομολογούμενος ἐν συγγραφῇ καὶ ἐναντίον μαρτύρων μὴ ἔλαττον τριῶν, ὅσα ἐντὸς χιλίων, τὰ δʼ ὑπὲρ χιλίας μὴ ἔλαττον ἢ πέντε.
雅典来客:关于担保,无论谁提供担保,都必须明确担保,在不少于三位证人(对于千德拉克马以内的事务)或不少于五位证人(对于超过千德拉克马的事务)面前,在书面契约中同意整个交易。
ἐγγυητὴς μὲν δὴ καὶ ὁ προπωλῶν ὁτιοῦν τοῦ μὴ ἐνδίκως πωλοῦντος ἢ καὶ μηδαμῶς ἀξιόχρεω· ὑπόδικος δʼ ἔστω καὶ ὁ προπωλῶν καθάπερ ὁ ἀποδόμενος.
凡在不合法销售者或毫无偿还能力者处预售任何物品的人,也应是担保人;且该预售者应像出售者一样可以被起诉。
φωρᾶν δὲ ἂν ἐθέλῃ τις παρʼ ὁτῳοῦν, γυμνὸς ἢ χιτωνίσκον ἔχων ἄζωστος, προομόσας τοὺς νομίμους θεοὺς ἦ μὴν ἐλπίζειν εὑρήσειν, οὕτω φωρᾶν· ὁ δὲ παρεχέτω τὴν οἰκίαν, τά τε σεσημασμένα καὶ τὰ ἀσήμαντα, φωρᾶν.
如果有人想要在任何人的住所搜查盗物,他应当脱去衣服,或者只穿一件不束带的短衣,并向法定的神明宣誓他确实指望能找到,然后这样去搜查;而主人应当提供他的房屋,包括封存的和未封存的地方,供其搜查。
ἐὰν δέ τις ἐρευνᾶν βουλομένῳ φωρᾶν μὴ διδῷ, δικάζεσθαι μὲν τὸν ἀπειργόμενον, τιμησάμενον τὸ ἐρευνώμενον, ἂν δέ τις ὄφλῃ, τὴν διπλασίαν τοῦ τιμηθέντος βλάβην ἐκτίνειν.
但是如果有人不允许希望搜查的人进行搜查,被阻拦者在对搜查物估价后应当提起诉讼,如果被告败诉,应当支付双倍于估价的损害赔偿金。
ἐὰν δὲ ἀποδημῶν οἰκίας δεσπότης τυγχάνῃ, τὰ μὲν ἀσήμαντα παρεχόντων οἱ ἐνοικοῦντες ἐρευνᾶν, τὰ δὲ σεσημασμένα παρασημηνάσθω καὶ ὃν ἂν ἐθέλῃ φύλακα καταστησάτω πέντε ἡμέρας ὁ φωρῶν· ἐὰν δὲ πλείονα χρόνον ἀπῇ, τοὺς ἀστυνόμους παραλαβὼν οὕτω φωράτω, λύων καὶ τὰ σεσημασμένα, πάλιν δὲ μετὰ τῶν οἰκείων καὶ τῶν ἀστυνόμων κατὰ ταὐτὰ σημηνάσθω.
如果屋主恰好外出,居住者应当提供未封存的部分供其搜查,而搜查者应当对封存的部分加盖副印,并可以指定他所希望的任何人担任五天的看守;如果屋主外出时间更长,搜查者在带上市政官后应当这样搜查,甚至可以开启封存的部分,之后再与家属及市政官共同以同样的方式予以封存。
τῶν ἀμφισβητησίμων χρόνου ὅρος, ὃν ἐάν τις ᾖ κεκτημένος, μηκέτʼ ἀμφισβητεῖν ἐξεῖναι. χωρίων μὲν οἰκήσεών τε τῇδε οὐκ ἔστʼ ἀμφισβήτησις· τῶν δὲ ἄλλων ὅτι ἄν τις ἐκτημένος ᾖ, ἐὰν μὲν κατὰ ἄστυ καὶ κατʼ ἀγορὰν καὶ ἱερὰ χρώμενος φαίνηται καὶ μηδεὶς ἐπιλάβηται, φῇ δὲ ζητεῖν τοῦτον τὸν χρόνον, ὁ δὲ μὴ ἀποκρυπτόμενος φανερὸς ᾖ, ἐὰν οὕτω τις ἐνιαυτὸν ὁτιοῦν ἐκτημένος, ὁ δὲ ζητῶν διαγένωνται, μὴ ἐξέστω τοιούτου κτήματος ἐπιλαβέσθαι μηδένʼ ἀπελθόντος ἐνιαυτοῦ.
关于有争议财产的时效期限,一旦有人拥有该财产超过此期限,便不得再进行争议:在此地,对于土地和住宅,不存在所有权争议;但对于其他财产,凡有人拥有,且在城邦内、市集上或神殿中显露使用,无人提出异议,而搜查者声称在此期间一直在寻找,且拥有者并无隐匿而公开使用,如果某人如此拥有某物满一年,而寻找者也度过了这一年,那么在这一年过去之后,任何人不得再对该财产提出权利要求。
ἐὰν δὲ κατʼ ἄστυ μὲν μὴ μηδὲ κατʼ ἀγορὰν χρῆται, κατʼ ἀγροὺς δὲ φανερῶς, μὴ προστυχὴς δὲ ἐν πέντε ἔτεσιν γένηταί τις, τῶν πέντε ἐξελθόντων ἐτῶν, μηκέτι τοῦ λοιποῦ χρόνου ἐξέστω τούτῳ τοῦ τοιούτου ἐπιλαβέσθαι.
但如果他不在城邦内或市集上使用,而是在农田里公开使用,且在五年内无人遇到它,那么在五年过去之后,此人不得在其余时间内再对该财产提出权利要求。
ἐὰν δὲ κατʼ οἰκίας ἐν ἄστει τέ τις χρῆται, τριετῆ τὴν προθεσμίαν εἶναι, ἐὰν δὲ κατʼ ἀγροὺς ἐν ἀφανεῖ κεκτῆται, δέκα ἐτῶν, ἐὰν δʼ ἐν ἀλλοδημίᾳ, τοῦ παντὸς χρόνου, ὅταν ἀνεύρῃ που, μηδεμίαν εἶναι προθεσμίαν τῆς ἐπιλήψεως.
如果是在城邦内的房屋中公开使用,其时限为三年,但如果是在农田里以隐秘的方式拥有,则时限为十年;如果他身处他国,则无论何时何地发现它,均没有权利要求的时效限制。
§12.955ΑΘ. ἐάν τίς τινα δίκῃ παραγενέσθαι κωλύσῃ βίᾳ, εἴτε αὐτὸν εἴτε μάρτυρας, ἐὰν μὲν δοῦλον εἴτε αὑτοῦ εἴτε ἀλλότριον, ἀτελῆ καὶ ἄκυρον γίγνεσθαι τὴν δίκην, ἐὰν δὲ ἐλεύθερον, πρὸς τῷ ἀτελῆ, δεθῆναι μὲν ἐνιαυτόν, ὑπόδικον δὲ ἀνδραποδισμοῦ τῷ ἐθέλοντι γίγνεσθαι.
雅典来客:如果有人用暴力阻碍他人出席诉讼,无论是当事人还是其证人,如果是奴隶,无论是他自己的还是他人的,该诉讼即为无效且不成立;如果是自由人,除了该诉讼无效之外,该人还应被监禁一年,并且任何愿意起诉的人都可以对其提起绑架(诱拐自由人)罪的诉讼。
ἐὰν δὲ ἀνταγωνιστὴν γυμναστικῆς ἢ μουσικῆς ἤ τινος ἀγῶνος ἑτέρου διακωλύῃ τις βίᾳ μὴ παραγίγνεσθαι, φραζέτω μὲν ὁ ἐθέλων τοῖς ἀθλοθέταις, οἱ δʼ εἰς τὸν ἀγῶνα ἐλεύθερον ἀφιέντων τὸν ἐθέλοντα ἀγωνίζεσθαι· ἐὰν δὲ ἀδυνατήσωσιν, ἐὰν μὲν ὁ κωλύων ἀγωνίζεσθαι νικήσῃ, τά τε νικητήρια τῷ διακωλυθέντι διδόναι καὶ νικήσαντα γράφειν ἐν ἱεροῖς οἷς ἂν ἐθέλῃ, τῷ δὲ διακωλύσαντι μὴ ἐξέστω μηδὲν ἀνάθημα μηδʼ ἐπιγραφὴν τοῦ τοιούτου ἀγῶνός ποτε γενέσθαι, βλάβης δὲ ὑπόδικος γιγνέσθω, ἐάντε ἡττῆται ἀγωνιζόμενος ἐάντε καὶ νικᾷ.
如果有人用暴力阻碍体育、音乐或其他竞技的竞争对手出席,愿意起诉的人应当向竞技裁判官报告,裁判官应当让愿意参赛的自由人进入竞技场;但如果他们无能为力,且阻碍他人参赛的人最终获胜,则应当将胜利者的奖品给予被阻碍者,并将其作为胜者记录在被阻碍者所希望的神殿中,而阻碍者绝不被允许为此类竞技设立任何奉纳物或铭文,且无论他在竞技中失败还是获胜,都应承担损害赔偿诉讼。
ἐάν τις κλεμμάδιον ὁτιοῦν ὑποδέχηται γιγνώσκων, τὴν αὐτὴν ὑπεχέτω δίκην τῷ κλέψαντι· φυγάδος δὲ ὑποδοχῆς θάνατος ἔστω ζημία.
如果有人在明知的情况下收留任何盗窃之物,应当承担与窃贼相同的惩罚;而收留流亡者的惩罚应是死刑。
τὸν αὐτὸν φίλον τε καὶ ἐχθρὸν νομιζέτω πᾶς τῇ πόλει· ἐὰν δέ τις ἰδίᾳ ποιῆται πρός τινας εἰρήνην ἢ πόλεμον ἄνευ τοῦ κοινοῦ, θάνατος ἔστω καὶ τούτῳ ζημία·
所有人应当与城邦视相同的对象为朋友和敌人;如果有人在没有共同体同意的情况下,私自与某些人媾和或宣战,对该人的惩罚也应是死刑。
ἐὰν δέ τι μέρος τῆς πόλεως εἰρήνην ἢ πόλεμον πρός τινας ἑαυτῷ ποιῆται, τοὺς αἰτίους οἱ στρατηγοὶ ταύτης τῆς πράξεως εἰσαγόντων εἰς δικαστήριον, ὀφλόντι δὲ θάνατος ἔστω δίκη.
如果城邦的某一部分私自与某些人媾和或宣战,将军们应当将这一行为的策划者送交法庭,一经判罪,其刑罚应是死刑。
τοὺς τῇ πατρίδι διακονοῦντάς τι δώρων χωρὶς χρὴ διακονεῖν, πρόφασιν δʼ εἶναι μηδεμίαν μηδὲ λόγον ἐπαινούμενον, ὡς ἐπʼ ἀγαθοῖς μὲν δεῖ δέχεσθαι δῶρα, ἐπὶ δὲ φλαύροις οὔ· τὸ γὰρ γνῶναι καὶ γνόντα καρτερεῖν οὐκ εὐπετές, ἀκούοντα δὲ ἀσφαλέστατον πείθεσθαι τῷ νόμῳ, μηδὲν ἐπὶ δώροισιν διακονεῖν.
凡为祖国服务的人,都必须在没有收受礼物的情况下服务,不得有任何借口,也不得有任何受人赞许的说辞,说什么为了好事应当收受礼物,而为了坏事则不应当收受;因为对此进行判断并坚持这一判断并不容易,最安全的做法是顺从法律的听闻,绝不为了礼物而服务。
ὁ δὲ μὴ πειθόμενος ἁπλῶς τεθνάτω ἁλοὺς τῇ δίκῃ.
凡不顺从者,一旦在法庭上被判有罪,就应当被处死。
χρημάτων εἰσφορᾶς πέρι τῷ κοινῷ, τετιμῆσθαι μὲν ἕκαστον τὴν οὐσίαν ἕνεκα πολλῶν χρεὼν καὶ τὴν ἐπέτειον ἐπικαρπίαν ἐν γράμμασιν ἀποφέρειν ἀγρονόμοις φυλέτας, ὅπως ἂν δυοῖν οὔσαιν ταῖν εἰσφοραῖν, ὁποτέρᾳ τὸ δημόσιον ἂν χρῆσθαι βούληται, χρῆται, κατʼ ἐνιαυτὸν ἕκαστον βουλευομένων, ἐάντε τοῦ τιμήματος ὅλου μέρει ἐάντε τῆς γενομένης ἐπʼ ἐνιαυτὸν ἑκάστοτε προσόδου, χωρὶς τῶν εἰς τὰ συσσίτια τελουμένων.
关于向共同体交纳财产分担金的事宜,由于许多原因,各人必须评估自己的财产,且同族人应当将会员的年产值以书面形式呈报给土地监管官,以便在这两种分担金交纳方式中,公家无论想采用哪一种都可以采用。 每年,大会都会讨论是针对全部评估资产的一部分,还是针对每年的收入进行征税(除支付给公共食堂的款项外)。