§12.956ΑΘ. θεοῖσι δὲ ἀναθήματα χρεὼν ἔμμετρα τὸν μέτριον ἄνδρα ἀνατιθέντα δωρεῖσθαι.
ΑΘ. 中庸な男は、神々に対して中庸な奉納品を捧げて贈るべきである。
γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ πᾶσι πάντων θεῶν·
そもそも土地と住居の炉は、すべての人にとってすべての神々の聖なる場所である。
μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω θεοῖς.
したがって、誰もこれらを重ねて神々に聖別してはならない。
χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα, ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα, σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα·
金と銀は、他のポリスにおいては私的にも神殿においても妬みを招く所有物であり、象牙は、魂が去った肉体の遺物であって、清浄な奉納品ではない。 鉄と銅は戦争の道具である。
ξύλου δὲ μονόξυλον ὅτι ἂν ἐθέλῃ τις ἀνατιθέτω, καὶ λίθου ὡσαύτως πρὸς τὰ κοινὰ ἱερά, ὑφὴν δὲ μὴ πλέον ἔργον γυναικὸς μιᾶς ἔμμηνον.
木材については、一本の木から切り出したものなら何であれ望むものを、また石材についても同様のものを、共同の神殿のために奉納すべきである。 織物については、一人の女性の一ヶ月の仕事量を超えないものとすべきである。
χρώματα δὲ λευκὰ πρέποντʼ ἂν θεοῖς εἴη καὶ ἄλλοθι καὶ ἐν ὑφῇ, βάμματα δὲ μὴ προσφέρειν ἀλλʼ ἢ πρὸς τὰ πολέμου κοσμήματα.
白色は、他の場所でも織物においても神々にふさわしいものであろう。 染料は、戦争の装飾のためのもの以外は、持ち込んではならない。
θειότατα δὲ δῶρα ὄρνιθές τε καὶ ἀγάλματα ὅσαπερ ἂν ἐν μιᾷ ζωγράφος ἡμέρᾳ εἷς ἀποτελῇ·
最も神聖な贈り物は、鳥、および一人の画家が一日のうちに完成させる画像である。
καὶ τἆλλα ἔστω κατὰ τὰ τοιαῦτα ἀναθήματα μεμιμημένα.
その他の奉納品も、これらと同様の基準に従ったものであるべきである。
ὅτε δὲ μέρη διείρηται τῆς πόλεως συμπάσης, ὅσα τε καὶ ἃ δεῖ γίγνεσθαι, καὶ νόμοι περὶ τῶν συμβολαίων εἰς δύναμιν τῶν μεγίστων πέρι πάντων εἴρηνται, τὸ λοιπὸν δὴ δίκας ἂν εἴη χρεὼν γίγνεσθαι.
さて、ポリス全体の区分がどれほどで、いかなるものであるべきかが規定され、契約に関する法律も最も重要なすべてのことについて可能な限り語られた以上、残るは当然、裁判のあり方について規定することである。
δικαστηρίων δὲ τὸ μὲν πρῶτον αἱρετοὶ δικασταὶ γίγνοιντʼ ἄν, οὓς ἂν ὁ φεύγων τε καὶ ὁ διώκων ἕλωνται κοινῇ, διαιτηταὶ δικαστῶν τοὔνομα μᾶλλον πρέπον ἔχοντες·
裁判所のうち、第一のものは選出された裁判官たちであり、これは被告と原告が共同で選ぶ者たちであって、「裁判官」というよりは「仲裁人」という名の方がよりふさわしい。
δεύτεροι δὲ κωμῆταί τε καὶ φυλέται, κατὰ τὸ δωδέκατον μέρος διῃρημένοι, ἐν οἷς, ἂν μὴ διακριθῶσιν ἐν τοῖς πρώτοις, περὶ ζημίας μείζονος ἰόντων ἀγωνιούμενοι, ὁ δὲ φεύγων, ἂν ἡττηθῇ τὸ δεύτερον, τὸ πεμπτημόριον ἀποτινέτω τοῦ τιμήματος τῆς γραφείσης δίκης.
第二のものは、12の区分に従って分かたれた村人や部族員たちであり、もし第一の裁判で解決しなかった場合、より大きな損害賠償を求めて訴訟当事者たちが彼らのもとで争うことになる。 そして被告は、二度目に敗訴したなら、提起された訴訟の見積額の5分の1を支払うものとする。
ἐὰν δʼ ἐγκαλῶν τις τοῖς δικασταῖς τὸ τρίτον ἀγωνίζεσθαι βούληται, ἀγέτω μὲν ἐπὶ τοὺς δικαστὰς τοὺς ἐκλεκτοὺς τὴν δίκην, ἐὰν δὲ πάλιν ἡττηθῇ, τὴν ἡμιολίαν τοῦ τιμήματος ἀποτινέτω.
もし誰かが裁判官たちを告発して三度目の争いを望むなら、特別選出された裁判官たちのもとに訴訟を移すべきであり、もし再び敗訴したなら、見積額の1.5倍を支払うものとする。
ἐὰν δὲ ὁ διώκων ἡττηθεὶς ἐν τοῖς πρώτοις μὴ ἠρεμῇ, εἰς δὲ τοὺς δευτέρους ἴῃ, νικήσας μὲν δὴ τὸ πέμπτον μέρος ἀπολαμβανέτω, νικηθεὶς δὲ ἀποτινέτω ταὐτὸν μέρος τῆς δίκης.
もし原告が第一の裁判で敗訴したにもかかわらず引き下がらず、第二の裁判所に進んだ場合、勝利したなら(見積額の)5分の1を受け取り、敗北したならその訴訟の同じ割合(5分の1)を支払わなければならない。
ἐὰν δʼ εἰς τὸ τρίτον ἔλθωσιν δικαστήριον ἀπειθήσαντες ταῖς ἔμπροσθεν δίκαις, ὁ μὲν φεύγων ἡττηθείς, ὥσπερ εἴρηται, τὴν ἡμιολίαν, ὁ δὲ διώκων τὴν ἡμίσειαν τοῦ τιμήματος ἀποτινέτω.
もし以前の判決に従わず第三の裁判所に至った場合、被告が敗訴したなら、言われたように1.5倍を、原告が敗訴したなら、見積額の半分を支払うものとする。
κληρώσεις δὲ δικαστηρίων καὶ πληρώσεις, καὶ ὑπηρεσιῶν ἑκάσταις τῶν ἀρχῶν καταστάσεις, καὶ χρόνους ἐν οἷς ἕκαστα γίγνεσθαι χρεών, καὶ διαψηφίσεων πέρι καὶ ἀναβολῶν, καὶ πάνθʼ ὁπόσα τοιαῦτα ἀναγκαῖα περὶ δίκας γίγνεσθαι, προτέρων τε καὶ ὑστέρων λήξεις, ἀποκρίσεών τε ἀνάγκας καὶ παρακαταβάσεων, καὶ ὅσα τούτων ἀδελφὰ σύμπαντα, εἴπομεν μὲν καὶ πρόσθεν, καλὸν δὲ τό γε ὀρθὸν καὶ δὶς καὶ τρίς.
裁判所の抽選や充員、各官職への補助要員の配置、それぞれが行われるべき時期、投票や延期に関すること、その他裁判に関して必要なすべての事柄、訴訟の優先順位の割り当て、答弁の義務、保証金の供託、およびこれらと同類の事柄すべてについては、以前にも述べたが、正しいことは二度も三度も語るのが良いことである。
§12.957ΑΘ. πάντα δʼ οὖν ὁπόσα σμικρὰ καὶ ῥᾴδια νόμιμα εὑρίσκειν, πρεσβύτου νομοθέτου παραλιπόντος, τὸν νέον ἀναπληροῦν χρὴ νομοθέτην.
ΑΘ. いずれにせよ、老いた立法者が書き残した、規定するのが小さく容易な規則のすべては、若い立法者が補わねばならない。
τὰ μὲν ἴδια δικαστήρια ταύτῃ πῃ γιγνόμενα μέτρον ἂν ἔχοι·
私的な裁判所はこのように行われることで、適切な限度を得るであろう。
τὰ δὲ δημόσια καὶ κοινὰ καὶ ὅσοις ἀρχὰς δεῖ χρωμένας τὰ προσήκοντα ἑκάστῃ τῶν ἀρχῶν διοικεῖν, ἔστʼ ἐν πολλαῖς πόλεσιν οὐκ ἀσχήμονα ἐπιεικῶν ἀνδρῶν οὐκ ὀλίγα νομοθετήματα, ὅθεν νομοφύλακας χρὴ τὰ πρέποντα τῇ νῦν γεννωμένῃ πολιτείᾳ κατασκευάζειν συλλογισαμένους καὶ ἐπανορθουμένους, ταῖς ἐμπειρίαις διαβασανίζοντας, ἕως ἂν ἱκανῶς αὐτῶν ἕκαστα δόξῃ κεῖσθαι, τότε δὲ τέλος ἐπιθέντας, ἀκίνητα οὕτως ἐπισφραγισαμένους, χρῆσθαι τὸν ἅπαντα βίον.
しかし、公的かつ共同の裁判所や、諸官職がそれぞれの任務を管理するにあたって従うべきものについては、多くのポリスにおいて、優れた人々による少なからぬ立派な法制度が存在している。 それゆえ、法の番人たちはそれらを集めて修正し、経験に照らして吟味しながら、現在誕生しつつある国制に適したものを整えなければならない。 それらの一つひとつが十分に定まったと思われるまでそうし、その時に最終決定を下し、このように変更不可能なものとして封印した上で、生涯にわたってこれを使用すべきである。
ὅσα δὲ περί τε σιγὴν δικαστῶν καὶ εὐφημίας καὶ τοὐναντίον, καὶ ὅσα παραλλάττει τῶν πολλῶν ἐν ταῖς ἄλλαις πόλεσιν δικαίων καὶ ἀγαθῶν καὶ καλῶν, τὰ μὲν εἴρηται, τὰ δʼ ἔτι πρὸς τῷ τέλει ῥηθήσεται.
裁判官の沈黙や厳粛な言葉遣い、あるいはその反対について、また、他のポリスにおける多くの正義や善や美とは異なる事柄については、一部はすでに述べられており、一部はさらに終わりの箇所において述べられるであろう。
πρὸς ἃ πάντα χρὴ τὸν μέλλοντα δικαστὴν ἴσον ἔσεσθαι κατὰ δίκην βλέπειν τε καὶ κεκτημένον γράμματα αὐτῶν πέρι μανθάνειν·
正義において公平であろうとする未来の裁判官は、これらすべてに目を向け、それらに関する書物を所有して学ぶべきである。
πάντων γὰρ μαθημάτων κυριώτατα τοῦ τὸν μανθάνοντα βελτίω γίγνεσθαι τὰ περὶ τοὺς νόμους κείμενα, εἴπερ ὀρθῶς εἴη τεθέντα, γίγνοιτʼ ἄν, ἢ μάτην τοὔνομα νῷ προσῆκον κεκτῇτʼ ἂν ὁ θεῖος ἡμῖν καὶ θαυμαστὸς νόμος.
なぜなら、すべての学びの中で、学ぶ者をより良くするための最も効力のあるものは、もし法律が正しく制定されているならば、法律に関する記述であるからである。 さもなければ、私たちの神聖で驚嘆すべき「法(ノモス)」は、理知(ヌース)にふさわしいその名を無駄に持っていることになる。
καὶ δὴ καὶ τῶν ἄλλων λόγων ὅσοι τε ἐν ποιήμασιν ἔπαινοι καὶ ψόγοι περί τινων λέγονται καὶ ὅσοι καταλογάδην, εἴτʼ ἐν γράμμασιν εἴτε καθʼ ἡμέραν ἐν ταῖς ἄλλαις πάσαις συνουσίαις διὰ φιλονικίας τε ἀμφισβητοῦνται καὶ διὰ συγχωρήσεων ἔστιν ὅτε καὶ μάλα ματαίων, τούτων πάντων ἂν βάσανος εἴη σαφὴς τὰ τοῦ νομοθέτου γράμματα, ἃ δεῖ κεκτημένον ἐν αὑτῷ, καθάπερ ἀλεξιφάρμακα τῶν ἄλλων λόγων, τὸν ἀγαθὸν δικαστὴν αὑτόν τε ὀρθοῦν καὶ τὴν πόλιν, τοῖς μὲν ἀγαθοῖς μονὰς τῶν δικαίων καὶ ἐπαύξησιν παρασκευάζοντα, τοῖς δὲ κακοῖς ἐξ ἀμαθίας καὶ ἀκολασίας καὶ δειλίας καὶ συλλήβδην πάσης ἀδικίας εἰς τὸ δυνατὸν μεταβολήν, ὅσοις ἰάσιμοι δόξαι τῶν κακῶν·
さらに、詩において語られる称賛や非難など、他のあらゆる言説、また散文によるものであれ、書物の中であれ、日常の他のあらゆる交わりの中で競争心から議論され、時には全く無益な譲歩によって合意される言説であれ、これらすべてに対して、立法者の書いた文書こそが明確な試金石となるだろう。 善良な裁判官は、他の言説に対する解毒剤のように、これを自己の内に所有し、自分自身とポリスを正しく導くべきである。 善い人々に対しては、正しいものの永続と発展をもたらし、悪しき人々(その悪が治療可能と思われる人々)に対しては、無知、放縦、臆病、そして要するにすべての不正から、可能である限りの変化をもたらすために。