§12.952ΑΘ. τὴν δὲ συνουσίαν εἶναι τούτοις καὶ τοὺς λόγους περὶ νόμων ἀεὶ τῆς τε οἰκείας πόλεως πέρι, καὶ ἐὰν ἄλλοθι πυνθάνωνταί τι περὶ τῶν τοιούτων διαφέρον, καὶ δὴ καὶ περὶ μαθημάτων, ὁπόσʼ ἂν ἐν ταύτῃ τῇ σκέψει δοκῇ συμφέρειν μαθοῦσι μὲν εὐαγέστερον γίγνεσθαι, μὴ μαθοῦσι δὲ σκοτωδέστερα τὰ περὶ νόμους αὐτοῖς φαίνεσθαι καὶ ἀσαφῆ.
ΑΘ. その交わりと、法に関する議論は、常に、自国の法に関すること、および他国でこれらに関して何か優れた事柄を耳にした場合に関すること、そしてさらに、この探求において学ぶ者にとっては法に関する事柄がより明白になり、学ばない者にとってはより暗く不明瞭に見えると思われるような、それらすべての学問に関するものであるべきである。
ἃ δʼ ἂν τούτων ἐγκρίνωσιν οἱ γεραίτεροι, τοὺς νεωτέρους πάσῃ σπουδῇ μανθάνειν, ἐὰν δέ τις ἀνάξιος δοκῇ τῶν παρακεκλημένων εἶναι, τῷ παρακαλοῦντι μέμφεσθαι τὸν σύλλογον ὅλον·
そして、長老たちがこれらの中から承認したものを、若者たちはあらゆる熱意をもって学ぶべきであり、もし招かれた者のなかに不適格であると思われる者がいるなら、その者を招いた者に対して、会議全体が非難を加えるべきである。
τοὺς δʼ εὐδοκιμοῦντας τούτων τῶν νέων φυλάττειν τὴν ἄλλην πόλιν, ἀποβλέποντας εἰς αὐτοὺς διαφερόντως τε τηροῦντας, καὶ τιμᾶν μὲν κατορθοῦντας, ἀτιμάζειν δὲ μᾶλλον τῶν ἄλλων, ἐὰν ἀποβαίνωσι χείρους τῶν πολλῶν.
そして、これらの若者のうちで評判の良い者を、他の全市民が注視し、彼らに格別の目を向けて見守るべきである。 彼らが正しく職務を行うなら名誉を与え、もし一般の多くの人々よりも劣る者となるならば、他の誰よりも不名誉を課すべきである。
εἰς δὴ τοῦτον τὸν σύλλογον ὁ θεωρήσας τὰ ἐν τοῖς ἄλλοις ἀνθρώποις νόμιμα ἀφικόμενος εὐθὺς πορευέσθω, καὶ εἴ τινα φήμην τινῶν περὶ θέσεως νόμων ἢ παιδείας ἢ τροφῆς ηὗρεν τινας ἔχοντας φράζειν, εἴτε καὶ αὐτὸς νενοηκὼς ἄττα ἥκοι, κοινούτω τῷ συλλόγῳ ἅπαντι·
他国の人々の法制度を視察した者は、帰国したなら直ちにこの会議へと赴くべきである。 そして、法の制定、教育、あるいは養育について、優れた知見を持っている人々がいるという評判を見出したり、あるいは自身で何かを思案して帰国したなら、そのすべてを会議全体に共有すべきである。
καὶ ἐάντε μηδὲν χείρων μηδέ τι βελτίων ἥκειν δόξῃ, χάριν γοῦν τῆς σφόδρα προθυμίας αἰνείσθω, ἐὰν δὲ πολὺ βελτίων, πολύ τʼ ἐπαινείσθω μᾶλλον ζῶν, τελευτήσαντά τε τιμαῖς αὐτὸν προσηκούσαις ἡ τῶν συλλεγομένων τιμάτω δύναμις.
そして、彼が何ら劣ってもおらず、また何ら優れてもいないと思われたとしても、その強い熱意のゆえに、少なくとも称賛されるべきである。 もし大いに優れているなら、生きている間はなおさら大いに称賛されるべきであり、彼が亡くなった後は、集まる者たちの権能が彼にふさわしい名誉をもって彼を称えるべきである。
ἐὰν δὲ διεφθαρμένος ἀφικέσθαι δόξῃ, μηδενὶ συγγιγνέσθω μήτε νέῳ μήτε πρεσβυτέρῳ προσποιούμενος εἶναι σοφός·
しかし、もし彼が堕落して帰国したと思われるなら、賢者であるかのように装って、若者とも年長者とも交わってはならない。
καὶ ἐὰν μὲν πείθηται τοῖς ἄρχουσιν, ἰδιώτης ζήτω, ἐὰν δὲ μή, τεθνάτω, ἐάν γʼ ἐν δικαστηρίῳ ἁλῷ πολυπραγμονῶν τι περὶ τὴν παιδείαν καὶ τοὺς νόμους.
そして、もし彼が支配者たちに従うなら、一私市民として生きるべきであるが、もし従わないなら、もし彼が教育や法に関して余計な口出しをしているとして法廷で有罪と宣告された場合は、死刑に処されるべきである。
ἐὰν δὲ ἄξιον ὄντα εἰς δικαστήριον εἰσάγειν ἀρχόντων μηδεὶς εἰσάγῃ, ὄνειδος ἀποκείσθω τοῖς ἄρχουσιν εἰς τὴν τῶν ἀριστείων διαδικασίαν.
もし彼が法廷に引き渡されるに値する者であるにもかかわらず、支配者たちの誰も彼を引き渡さないなら、その不名誉は、最優秀の栄誉の審査において支配者たちに課されるものとする。
ὁ μὲν οὖν ἐκδημῶν οὕτω καὶ τοιοῦτος ὢν ἐκδημείτω, τὸν δʼ εἰσεπιδημήσαντα μετὰ τοῦτον χρὴ φιλοφρονεῖσθαι.
さて、出国する者は、このように、またこのような人物であって、出国すべきである。 そして、次に、我が国を訪れる外国人を厚遇しなければならない。
τέτταρες δʼ εἰσὶ ξένοι ὧν δεῖ πέρι λόγον τινὰ ποιεῖσθαι·
考慮すべき外国人は四つの種類がある。
ὁ μὲν δὴ πρῶτός τε καὶ διὰ τέλους ἀεὶ θερινὸς ὡς τὰ πολλὰ διατελῶν ταῖς φοιτήσεσιν, καθάπερ οἱ τῶν ὀρνίθων διαπορευόμενοι—καὶ τούτων οἱ πολλοὶ κατὰ θάλατταν ἀτεχνῶς οἷον πετόμενοι χρηματισμοῦ χάριν ἐμπορευόμενοι ἔτους ὥραν πέτονται πρὸς τὰς ἄλλας πόλεις—
第一の者は、常に、そして終始一貫して、多くは夏の間、訪れ続ける外国人であり、あたかも渡り鳥のようである。 彼らの多くは海を渡り、文字通り飛ぶようにして、ただ商売のために、特定の季節に他のポリスへと飛んでくる。
§12.953ΑΘ. ὃν ἀγοραῖς καὶ λιμέσι καὶ δημοσίοις οἰκοδομήμασιν ἔξω τῆς πόλεως πρὸς τῇ πόλει ὑποδέχεσθαι χρὴ τοὺς ἐπὶ τούτοις ἄρχοντας τεταγμένους, φυλάττοντας μὴ νεωτερίζῃ τίς τι τῶν τοιούτων ξένων, καὶ δίκας αὐτοῖς ὀρθῶς διανέμοντας, ἀναγκαῖα μέν, ὡς ὀλίγιστα δʼ ἐπιχρωμένους.
ΑΘ. 彼を、ポリスのすぐ外側にある市場、港、および公共の建物において、この任務に任命された支配者たちが受け入れるべきである。 彼らは、これらの外国人のうちの誰かが何か新奇なことを企てないかを監視し、彼らに正しく裁判を執行し、一方で必要な接触は行うものの、極めて最小限に留めなければならない。
ὁ δὲ δεύτερος, ὄμμασιν ὄντως θεωρὸς ὅσα τε μουσῶν ὠσὶν ἔχεται θεωρήματα·
第二の外国人は、真の意味での視察者であり、ミューズたちの耳に触れるすべての見もののために来訪する者である。
τῷ δὴ τοιούτῳ παντὶ χρὴ καταλύσεις πρὸς ἱεροῖς εἶναι φιλοξενίαις ἀνθρώπων παρεσκευασμένας, χρὴ δὲ καὶ τῶν τοιούτων ἱερέας τε καὶ νεωκόρους ἐπιμελεῖσθαι καὶ τημελεῖν, ἕως ἂν τὸν μέτριον ἐπιμείναντες χρόνον, ἰδόντες τε καὶ ἀκούσαντες ὧν χάριν ἀφίκοντο, ἀβλαβεῖς τοῦ δρᾶσαί τε καὶ παθεῖν ἀπαλλάττωνται.
このようなすべての者のためには、神殿の近くに、人々をもてなすための宿舎が用意されているべきであり、また、神官や神殿の番人たちが、彼らが適度な期間滞在し、自分たちがそのためにやって来たことを見て聴いて、何ら害を与えることも受けることもなく去っていくまで、彼らの面倒を見、世話をすべきである。
δικαστὰς δʼ αὐτοῖς εἶναι τοὺς ἱερέας, ἐὰν ἀδικῇ τις αὐτῶν τινα ἤ τινʼ ἄλλον ἀδικῇ τις τούτων ὅσα ἐντὸς δραχμῶν πεντήκοντα, ἐὰν δέ τι μεῖζον ἔγκλημα αὐτοῖς γίγνηται, πρὸς τοῖς ἀγορανόμοις εἶναι δεῖ δίκας τοῖς τοιούτοις.
彼らにとっての裁判官は神官たちであり、もし彼らの誰かが他の誰かを不当に扱うか、あるいは彼らの誰かが五十ドラクメ以下の価値の事柄において誰かを不当に扱う場合はそうである。 しかし、もし彼らにそれ以上の大きな告訴が生じたなら、そのような事件についての裁判は、市場監督官たちのもとに持ち込まれなければならない。
τρίτον δὲ ξένον ὑποδέχεσθαι χρὴ δημοσίᾳ τὸν κατά τι δημόσιον ἐξ ἄλλης χώρας ἀφιγμένον·
第三の外国人として公式に受け入れるべきなのは、何らかの公務のために他国から到着した者である。
ὃν στρατηγοῖς τε καὶ ἱππάρχοις καὶ ταξιάρχοις ὑποδεκτέον ἐστὶν μόνοις, τήν τʼ ἐπιμέλειαν τῶν τοιούτων μετὰ τῶν πρυτάνεων ποιητέον ἐκείνῳ παρʼ ὅτῳ τις ἂν αὐτῶν τὴν κατάλυσιν ξενωθεὶς ποιήσηται μόνῳ.
彼を受け入れるべきなのは将軍、騎兵隊長、歩兵隊長たちのみであり、そのような者たちへの世話は、彼らのうちの誰かが宿をとって歓待された、その特定の主人のみが、民会役員たちと共にこれを行うべきである。
τέταρτος δέ, ἄν ποτέ τις ἀφίκηται, σπάνιος μέν, ἂν δʼ οὖν ποτέ τις ἔλθῃ τῶν παρʼ ἡμῖν θεωρῶν ἀντίστροφος ἐξ ἄλλης χώρας, πρῶτον μὲν ἔλαττον ἐτῶν μηδὲν πεντήκοντα γεγονὼς ἔστω, πρὸς τούτῳ δὲ ἀξιῶν τι καλὸν ἰδεῖν τῶν ἐν ταῖς ἄλλαις πόλεσιν διαφέρον ἐν καλλοναῖς ἢ καὶ δεῖξαί τι κατὰ ταὐτὰ ἄλλῃ πόλει.
第四の外国人は、もし万が一到着することがあるなら、極めて稀ではあるが、もし他国から、我が国における視察者と対になるような者がやって来るなら、第一に、彼は五十歳未満であってはならない。 さらに、他国の優れた美点のうち際立った何か素晴らしいものを見たいと望むか、あるいは同様にして我が国の何らかの美点を他国に示したいと望む、そのような者であるべきである。
ἴτω μὲν νῦν πᾶς ἀκέλευστος ὁ τοιοῦτος ἐπὶ τὰς τῶν πλουσίων καὶ σοφῶν θύρας, τοιοῦτος ἕτερος αὐτὸς ὤν·
このような者は、今や、自ら進んで、富裕で知恵のある人々の門を叩くべきである。 彼自身もまたそのような人物なのである。
ἐπὶ γὰρ τὴν τοῦ τῆς παιδείας ἐπιμελουμένου πάσης οἴκησιν ἴτω πιστεύων ἱκανῶς εἶναι ξένος τῷ τοιούτῳ ξένῳ, ἢ τὴν τῶν νικηφόρων τινὸς ἐπʼ ἀρετῇ, συνὼν δὲ τούτων τισὶν τὸ μὲν διδάξας, τὸ δὲ μαθὼν ἀπαλλαττέσθω, φίλος παρὰ φίλων δώροις καὶ τιμαῖς πρεπούσαις τιμηθείς.
すなわち、全教育の監督官の邸宅へと赴くべきであり、自分のような外国人が、そのような外国人に十分に歓迎されると信じて行くべきである。 あるいは、徳において勝利を得た者の家に行くべきである。 そして、これらの何人かと交わり、一方では教え、他方では学んで去るべきであり、友人として友人たちのもとから去り、それにふさわしい贈り物と名誉をもって称えられるべきである。
τούτοις δὴ τοῖς νόμοις ὑποδέχεσθαί τε χρὴ πάντας ξένους τε καὶ ξένας ἐξ ἄλλης χώρας καὶ τοὺς αὑτῶν ἐκπέμπειν, τιμῶντας ξένιον Δία, μὴ βρώμασι καὶ θύμασι τὰς ξενηλασίας ποιουμένους, καθάπερ ποιοῦσιν νῦν θρέμματα Νείλου, μηδὲ κηρύγμασιν ἀγρίοις.
これらの法律に従って、すべての外国人男性および他国からの外国人女性を受け入れ、また自国の者たちを送り出し、歓待のゼウスを重んじるべきである。 ナイルの養い子たちが現在行っているように、食物や犠牲祭のことで外国人追放を行ったり、乱暴な布告を行ったりしてはならない。