§12.951ΑΘ. Πυθώδε τῷ Ἀπόλλωνι καὶ εἰς Ὀλυμπίαν τῷ Διὶ καὶ εἰς Νεμέαν καὶ εἰς Ἰσθμὸν χρὴ πέμπειν κοινωνοῦντας θυσιῶν τε καὶ ἀγώνων τούτοις τοῖς θεοῖς, πέμπειν δὲ εἰς δύναμιν ὅτι πλείστους ἅμα καὶ καλλίστους τε καὶ ἀρίστους, οἵτινες εὐδόκιμον τὴν πόλιν ἐν ἱεραῖς τε καὶ εἰρηνικαῖς συνουσίαις ποιήσουσι δοκεῖν, τοῖς περὶ τὸν πόλεμον ἀντίστροφον ἀποδιδόντες δόξης παρασκευήν, ἐλθόντες δὲ οἴκαδε διδάξουσι τοὺς νέους ὅτι δεύτερα τὰ τῶν ἄλλων ἐστὶ νόμιμα τὰ περὶ τὰς πολιτείας.
ΑΘ. ピュトのアポロンのもとへ、オリンピアのゼウスのもとへ、そしてネメアやイストモスへと、これらの神々への犠牲祭や競技に参与する使節を派遣しなければならない。 そして可能な限り、同時に最も多く、最も美しく、また最も優れた人々を派遣すべきである。 彼らは神聖にして平和な交わりにおいて、我がポリスに素晴らしい評判をもたらすであろう。 それは、戦争における評判の備えと対になるような評判の備えを提供するものであり、彼らは帰国したときには若者たちに、他国の国制に関する法制度は(我が国のものに比して)第二のもの(劣ったもの)であると教えることになる。
θεωροὺς δὲ ἄλλους ἐκπέμπειν χρεὼν τοιούσδε τινὰς τοὺς νομοφύλακας παρεμένους·
しかし、また別の視察者たちをも送り出すべきであり、それは法守護者たちの認可を得た、次のような人々である。
ἄν τινες ἐπιθυμῶσι τῶν πολιτῶν τὰ τῶν ἄλλων ἀνθρώπων πράγματα θεωρῆσαι κατά τινα πλείω σχολήν, ἀπειργέτω μηδεὶς τούτους νόμος.
もし市民のなかに、他国の人々の有様をいくらか十分な余暇をもって視察したいと望む者がいるなら、いかなる法も彼らを妨げてはならない。
οὔτε γὰρ ἄπειρος οὖσα πόλις ἀνθρώπων κακῶν καὶ ἀγαθῶν δύναιτʼ ἄν ποτε, ἀνομίλητος οὖσα, ἥμερος ἱκανῶς εἶναι καὶ τέλεος, οὐδʼ αὖ τοὺς νόμους διαφυλάττειν ἄνευ τοῦ γνώμῃ λαβεῖν αὐτοὺς ἀλλὰ μὴ μόνον ἔθεσιν.
なぜなら、悪い人々や善い人々について無経験なポリスは、彼らと交際を持たないままでは、十分に穏和で完成されたものになることは決してできないし、また、法を、ただ単に習慣によってではなく、知性的な判断によって受け入れることなしには、それらを(正しく)守り通すこともできないからである。
εἰσὶ γὰρ ἐν τοῖς πολλοῖς ἄνθρωποι ἀεὶ θεῖοί τινες—οὐ πολλοί—παντὸς ἄξιοι συγγίγνεσθαι, φυόμενοι οὐδὲν μᾶλλον ἐν εὐνομουμέναις πόλεσιν ἢ καὶ μή, ὧν κατʼ ἴχνος ἀεὶ χρὴ τὸν ἐν ταῖς εὐνομουμέναις πόλεσιν οἰκοῦντα, ἐξιόντα κατὰ θάλατταν καὶ γῆν, ζητεῖν ὃς ἂν ἀδιάφθαρτος ᾖ, τὰ μὲν βεβαιούμενον τῶν νομίμων, ὅσα καλῶς αὐτοῖς κεῖται, τὰ δʼ ἐπανορθούμενον, εἴ τι παραλείπεται.
大衆の中には、多くはないが、常に神的な、交わるに深く値する人々が存在し、彼らはよく治められたポリスにおいても、そうでないポリスにおいても、同じように生まれるからである。 よく治められたポリスに住む者は、海や陸を越えて旅立ち、彼らの足跡を常に追い求め、誰であれ堕落していない者を探し求めねばならない。 それによって、自分たちの法制度のうちで良く制定されているものを確認して確固たるものにし、もし欠けているところがあれば、それを修正・改善するのである。
ἄνευ γὰρ ταύτης τῆς θεωρίας καὶ ζητήσεως οὐ μένει ποτὲ τελέως πόλις, οὐδʼ ἂν κακῶς αὐτὴν θεωρῶσιν.
なぜなら、このような視察と探求がなければ、ポリスは決して完全に留まり続けることはなく、またもし彼らがその視察を誤った方法で行うなら、なおさらそうである。
ΚΛ. πῶς οὖν ἂν γίγνοιτʼ ἀμφότερα;
ΚΛ. では、その両方はどのようにして実現されるのでしょうか。
ΑΘ. τῇδε.
ΑΘ. このようにしてである。
πρῶτον μὲν ὁ θεωρὸς ὁ τοιοῦτος ἡμῖν γεγονὼς ἔστω πλειόνων ἐτῶν ἢ πεντήκοντα, ἔτι δὲ τῶν εὐδοκίμων τά τε ἄλλα καὶ εἰς τὸν πόλεμον ἔστω γεγενημένος, εἰ μέλλει τὸ τῶν νομοφυλάκων δεῖγμα εἰς τὰς ἄλλας μεθήσειν πόλεις·
第一に、我々にとってそのような視察者は、五十歳を超えている者とし、さらに他の事柄においても、また戦争に関しても、評判の良い人物でなければならない。 もし彼が、法守護者たちの模範(サンプル)を他の諸ポリスに示すために赴くのであるなら。
πλέον δὲ ἑξήκοντα γεγονὼς ἐτῶν μηκέτι θεωρείτω.
そして、六十歳を超えた者は、もはや視察を行ってはならない。
θεωρήσας δὲ ὁπόσʼ ἂν ἔτη βουληθῇ τῶν δέκα καὶ ἀφικόμενος οἴκαδε, εἰς τὸν σύλλογον ἴτω τὸν τῶν περὶ νόμους ἐποπτευόντων·
そして、許された十年のうちで彼が望むだけの年数、視察を行い、帰国したならば、法を監督する者たちの会議へと赴くべきである。
οὗτος δʼ ἔστω νέων καὶ πρεσβυτέρων μεμειγμένος, ἑκάστης μὲν ἡμέρας συλλεγόμενος ἐξ ἀνάγκης ἀπʼ ὄρθρου μέχριπερ ἂν ἥλιος ἀνάσχῃ, πρῶτον μὲν τῶν ἱερέων τῶν τὰ ἀριστεῖα εἰληφότων, ἔπειτα τῶν νομοφυλάκων τοὺς ἀεὶ πρεσβεύοντας δέκα.
この会議は若者と年長者から混成され、毎日必ず、夜明けから太陽が昇るまでの間に集まらなければならない。 それはまず、最優秀の栄誉を受けた神官たち、次に法守護者たちのうち常に最年長の十人からなる。
ἔτι ὁ περὶ τῆς παιδείας πάσης ἐπιμελητὴς ὅ τε νέος οἵ τε ἐκ τῆς ἀρχῆς ταύτης ἀπηλλαγμένοι.
さらに、全教育の監督官であり、現職の者と、この官職から退いた者たちも加わる。
ἕκαστος δὲ τούτων μὴ μόνος, ἀλλʼ ἴτω μετὰ νέου ἀπὸ τριάκοντα ἐτῶν μέχρι τετταράκοντα, τὸν ἀρέσκοντα αὑτῷ προσλαμβάνων.
Context: And let each of these go not alone, but with a young man of thirty to forty years of age, taking along whomsoever pleases him. そして彼らの各々は、一人で赴くのではなく、三十歳から四十歳までの若者を伴い、自分が気に入った者を同伴して赴くべきである。