§12.952ΑΘ. τὴν δὲ συνουσίαν εἶναι τούτοις καὶ τοὺς λόγους περὶ νόμων ἀεὶ τῆς τε οἰκείας πόλεως πέρι, καὶ ἐὰν ἄλλοθι πυνθάνωνταί τι περὶ τῶν τοιούτων διαφέρον, καὶ δὴ καὶ περὶ μαθημάτων, ὁπόσʼ ἂν ἐν ταύτῃ τῇ σκέψει δοκῇ συμφέρειν μαθοῦσι μὲν εὐαγέστερον γίγνεσθαι, μὴ μαθοῦσι δὲ σκοτωδέστερα τὰ περὶ νόμους αὐτοῖς φαίνεσθαι καὶ ἀσαφῆ.
雅典来客:他们的交往以及关于法律的讨论应当始终进行,既关乎本国的法律,也关乎他们在其他地方听闻的关于此类事务的卓越做法,并且还关乎那些学问——只要在这次探求中,这些学问被认为有利于学习者变得更加明朗,而对于不学习者,法律事务在他们看来就会显得更加黑暗和模糊。
ἃ δʼ ἂν τούτων ἐγκρίνωσιν οἱ γεραίτεροι, τοὺς νεωτέρους πάσῃ σπουδῇ μανθάνειν, ἐὰν δέ τις ἀνάξιος δοκῇ τῶν παρακεκλημένων εἶναι, τῷ παρακαλοῦντι μέμφεσθαι τὸν σύλλογον ὅλον·
在这些学问中,长者们批准的那些,年轻人应当全力去学习。 如果被召集者中有人显得不配,整个会议应当对召集他的人予以谴责。
τοὺς δʼ εὐδοκιμοῦντας τούτων τῶν νέων φυλάττειν τὴν ἄλλην πόλιν, ἀποβλέποντας εἰς αὐτοὺς διαφερόντως τε τηροῦντας, καὶ τιμᾶν μὲν κατορθοῦντας, ἀτιμάζειν δὲ μᾶλλον τῶν ἄλλων, ἐὰν ἀποβαίνωσι χείρους τῶν πολλῶν.
其他公民应当关注这些年轻人中声誉卓著的人,对他们寄予特别的期望并予以守护,如果他们表现出色就给予荣誉,如果他们变得比普通大众还要差,就应比其他人更剥夺其名誉。
εἰς δὴ τοῦτον τὸν σύλλογον ὁ θεωρήσας τὰ ἐν τοῖς ἄλλοις ἀνθρώποις νόμιμα ἀφικόμενος εὐθὺς πορευέσθω, καὶ εἴ τινα φήμην τινῶν περὶ θέσεως νόμων ἢ παιδείας ἢ τροφῆς ηὗρεν τινας ἔχοντας φράζειν, εἴτε καὶ αὐτὸς νενοηκὼς ἄττα ἥκοι, κοινούτω τῷ συλλόγῳ ἅπαντι· καὶ ἐάντε μηδὲν χείρων μηδέ τι βελτίων ἥκειν δόξῃ, χάριν γοῦν τῆς σφόδρα προθυμίας αἰνείσθω, ἐὰν δὲ πολὺ βελτίων, πολύ τʼ ἐπαινείσθω μᾶλλον ζῶν, τελευτήσαντά τε τιμαῖς αὐτὸν προσηκούσαις ἡ τῶν συλλεγομένων τιμάτω δύναμις.
视察过其他人类法制的人回国后,应当立即前往这个会议。 如果他发现有关于法律制定、教育或养育方面的优秀见解,或者他自己思考出一些想法而归来,就应当与整个会议共享;如果他回来时显得既没有变好也没有变坏,至少应当因其极大的热诚而受到赞扬;如果他变得好得多,在他活着的时候应当得到更多的赞扬,在他去世后,集会者的权力机构应当用相称的荣誉来尊崇他。
ἐὰν δὲ διεφθαρμένος ἀφικέσθαι δόξῃ, μηδενὶ συγγιγνέσθω μήτε νέῳ μήτε πρεσβυτέρῳ προσποιούμενος εἶναι σοφός· καὶ ἐὰν μὲν πείθηται τοῖς ἄρχουσιν, ἰδιώτης ζήτω, ἐὰν δὲ μή, τεθνάτω, ἐάν γʼ ἐν δικαστηρίῳ ἁλῷ πολυπραγμονῶν τι περὶ τὴν παιδείαν καὶ τοὺς νόμους.
但是,如果他回国时显得已经被腐化,就不得与任何人交往,无论年轻还是年长,也不得假装有智慧;如果他服从统治者,他就作为一个普通人生活,但如果不服从,并且如果他在法庭上被判在教育和法律事务上好管闲事、图谋不轨,就应当被处死。
ἐὰν δὲ ἄξιον ὄντα εἰς δικαστήριον εἰσάγειν ἀρχόντων μηδεὶς εἰσάγῃ, ὄνειδος ἀποκείσθω τοῖς ἄρχουσιν εἰς τὴν τῶν ἀριστείων διαδικασίαν.
如果他在理应被送上法庭时,没有一个统治者将他送去,那么在卓越奖的审查中,这一耻辱应当归于那些统治者。
ὁ μὲν οὖν ἐκδημῶν οὕτω καὶ τοιοῦτος ὢν ἐκδημείτω, τὸν δʼ εἰσεπιδημήσαντα μετὰ τοῦτον χρὴ φιλοφρονεῖσθαι.
因此,出国者应当在具有如此品格的情况下出国,而在这之后,应当善待迁入城邦的外国人。
τέτταρες δʼ εἰσὶ ξένοι ὧν δεῖ πέρι λόγον τινὰ ποιεῖσθαι· ὁ μὲν δὴ πρῶτός τε καὶ διὰ τέλους ἀεὶ θερινὸς ὡς τὰ πολλὰ διατελῶν ταῖς φοιτήσεσιν, καθάπερ οἱ τῶν ὀρνίθων διαπορευόμενοι—καὶ τούτων οἱ πολλοὶ κατὰ θάλατταν ἀτεχνῶς οἷον πετόμενοι χρηματισμοῦ χάριν ἐμπορευόμενοι ἔτους ὥραν πέτονται πρὸς τὰς ἄλλας πόλεις— §12.953ΑΘ. ὃν ἀγοραῖς καὶ λιμέσι καὶ δημοσίοις οἰκοδομήμασιν ἔξω τῆς πόλεως πρὸς τῇ πόλει ὑποδέχεσθαι χρὴ τοὺς ἐπὶ τούτοις ἄρχοντας τεταγμένους, φυλάττοντας μὴ νεωτερίζῃ τίς τι τῶν τοιούτων ξένων, καὶ δίκας αὐτοῖς ὀρθῶς διανέμοντας, ἀναγκαῖα μέν, ὡς ὀλίγιστα δʼ ἐπιχρωμένους.
关于有四种外邦人需要加以考虑:第一种是那些始终、且大抵在夏天持续来访的外邦人,就像候鸟的迁徙一样——他们中大多数人越过海洋,字面意义上就像是为了贸易而飞行,在一年中的特定季节飞往其他城邦——雅典来客:对此,负责这些事务的统治者应当在城邦外、靠近城邦的市集、港口和公共建筑中接待他们,提防这些外邦人中是否有人企图进行任何变革,并对他们进行公正的审判,与他们进行必要的、但尽可能最少的交往。
ὁ δὲ δεύτερος, ὄμμασιν ὄντως θεωρὸς ὅσα τε μουσῶν ὠσὶν ἔχεται θεωρήματα·
第二种则是真正用眼睛观看的视察者,他们是为了观看一切属于缪斯之耳所能倾听的盛景而来。
τῷ δὴ τοιούτῳ παντὶ χρὴ καταλύσεις πρὸς ἱεροῖς εἶναι φιλοξενίαις ἀνθρώπων παρεσκευασμένας, χρὴ δὲ καὶ τῶν τοιούτων ἱερέας τε καὶ νεωκόρους ἐπιμελεῖσθαι καὶ τημελεῖν, ἕως ἂν τὸν μέτριον ἐπιμείναντες χρόνον, ἰδόντες τε καὶ ἀκούσαντες ὧν χάριν ἀφίκοντο, ἀβλαβεῖς τοῦ δρᾶσαί τε καὶ παθεῖν ἀπαλλάττωνται.
对于所有这些视察者,应当在神殿附近为他们准备好用于友好待客的公共宿处,神官和庙宇守护者应当照料并爱护这些人,直到他们停留了适度的时间,看到并听到了他们来此的目的,并且在没有受到任何伤害也没有造成任何伤害的情况下离去。
δικαστὰς δʼ αὐτοῖς εἶναι τοὺς ἱερέας, ἐὰν ἀδικῇ τις αὐτῶν τινα ἤ τινʼ ἄλλον ἀδικῇ τις τούτων ὅσα ἐντὸς δραχμῶν πεντήκοντα, ἐὰν δέ τι μεῖζον ἔγκλημα αὐτοῖς γίγνηται, πρὸς τοῖς ἀγορανόμοις εἶναι δεῖ δίκας τοῖς τοιούτοις.
如果他们中有人对他人不公,或者有人在价值五十德拉克马以内的事务上对这些外邦人中有人不公,神官应当作为他们的法庭法官;但如果对他们提出更大的指控,此类诉讼应当由市场监督官处理。
τρίτον δὲ ξένον ὑποδέχεσθαι χρὴ δημοσίᾳ τὸν κατά τι δημόσιον ἐξ ἄλλης χώρας ἀφιγμένον·
第三种应当由官方接待的外邦人是因某种公职而从他国来到这里的使者。
ὃν στρατηγοῖς τε καὶ ἱππάρχοις καὶ ταξιάρχοις ὑποδεκτέον ἐστὶν μόνοις, τήν τʼ ἐπιμέλειαν τῶν τοιούτων μετὰ τῶν πρυτάνεων ποιητέον ἐκείνῳ παρʼ ὅτῳ τις ἂν αὐτῶν τὴν κατάλυσιν ξενωθεὶς ποιήσηται μόνῳ.
他应当仅由将军、骑兵长官和步兵长官接待,而对他们的照料,应当由该外邦人住宿并受到款待的那位主人,会同主席团成员共同负责。
τέταρτος δέ, ἄν ποτέ τις ἀφίκηται, σπάνιος μέν, ἂν δʼ οὖν ποτέ τις ἔλθῃ τῶν παρʼ ἡμῖν θεωρῶν ἀντίστροφος ἐξ ἄλλης χώρας, πρῶτον μὲν ἔλαττον ἐτῶν μηδὲν πεντήκοντα γεγονὼς ἔστω, πρὸς τούτῳ δὲ ἀξιῶν τι καλὸν ἰδεῖν τῶν ἐν ταῖς ἄλλαις πόλεσιν διαφέρον ἐν καλλοναῖς ἢ καὶ δεῖξαί τι κατὰ ταὐτὰ ἄλλῃ πόλει.
第四种外邦人,如果万一有人来到——这确实罕见,但如果万一有人作为我们视察者的对应者从他国来到这里——第一,他的年龄不得少于五十岁;此外,他应当是希望看到其他城邦在美德和制度上杰出的美好事物,或者同样地向另一个城邦展示某些美好的事物。
ἴτω μὲν νῦν πᾶς ἀκέλευστος ὁ τοιοῦτος ἐπὶ τὰς τῶν πλουσίων καὶ σοφῶν θύρας, τοιοῦτος ἕτερος αὐτὸς ὤν·
这样的人现在应当不请自来地叩响富裕和智慧之人的大门,他自己本身就是这样的人。
ἐπὶ γὰρ τὴν τοῦ τῆς παιδείας ἐπιμελουμένου πάσης οἴκησιν ἴτω πιστεύων ἱκανῶς εἶναι ξένος τῷ τοιούτῳ ξένῳ, ἢ τὴν τῶν νικηφόρων τινὸς ἐπʼ ἀρετῇ, συνὼν δὲ τούτων τισὶν τὸ μὲν διδάξας, τὸ δὲ μαθὼν ἀπαλλαττέσθω, φίλος παρὰ φίλων δώροις καὶ τιμαῖς πρεπούσαις τιμηθείς.
他应当前往负责全面教育者的寓所,相信像他这样的客人,在这样的主人那里会受到充分的欢迎,或者前往在美德中获得胜利者的家。 在与这些人中的一些人交往,传授了一些事情并学习了另一些事情之后,他应当作为朋友从朋友那里离去,并获得相称的礼物和荣誉的尊崇。
τούτοις δὴ τοῖς νόμοις ὑποδέχεσθαί τε χρὴ πάντας ξένους τε καὶ ξένας ἐξ ἄλλης χώρας καὶ τοὺς αὑτῶν ἐκπέμπειν, τιμῶντας ξένιον Δία, μὴ βρώμασι καὶ θύμασι τὰς ξενηλασίας ποιουμένους, καθάπερ ποιοῦσιν νῦν θρέμματα Νείλου, μηδὲ κηρύγμασιν ἀγρίοις.
根据这些法律,我们应当接待来自他国的所有男性外邦人和女性外邦人,并派遣我们自己的公民,尊崇宾客守护神宙斯,而不应像尼罗河的哺育物(埃及人)现在所做的那样,用食物和祭祀来进行排外,也不应发出野蛮的告示。