§12.951ΑΘ. Πυθώδε τῷ Ἀπόλλωνι καὶ εἰς Ὀλυμπίαν τῷ Διὶ καὶ εἰς Νεμέαν καὶ εἰς Ἰσθμὸν χρὴ πέμπειν κοινωνοῦντας θυσιῶν τε καὶ ἀγώνων τούτοις τοῖς θεοῖς, πέμπειν δὲ εἰς δύναμιν ὅτι πλείστους ἅμα καὶ καλλίστους τε καὶ ἀρίστους, οἵτινες εὐδόκιμον τὴν πόλιν ἐν ἱεραῖς τε καὶ εἰρηνικαῖς συνουσίαις ποιήσουσι δοκεῖν, τοῖς περὶ τὸν πόλεμον ἀντίστροφον ἀποδιδόντες δόξης παρασκευήν, ἐλθόντες δὲ οἴκαδε διδάξουσι τοὺς νέους ὅτι δεύτερα τὰ τῶν ἄλλων ἐστὶ νόμιμα τὰ περὶ τὰς πολιτείας.
雅典来客:应当向皮托的阿波罗、奥林匹亚的宙斯、内美亚和地峡派遣使者,与这些神明共同参与祭祀和竞技。 并且应当尽最大可能同时派遣尽可能多、且最优秀、最体面的公民,他们将在神圣而和平的交往中使城邦赢得良好的声誉,为其提供与战争时期的声誉相匹配的另一面声誉。 当他们回到家乡时,将教育年轻人:其他国家关于政体的法律制度是次等的。
θεωροὺς δὲ ἄλλους ἐκπέμπειν χρεὼν τοιούσδε τινὰς τοὺς νομοφύλακας παρεμένους· ἄν τινες ἐπιθυμῶσι τῶν πολιτῶν τὰ τῶν ἄλλων ἀνθρώπων πράγματα θεωρῆσαι κατά τινα πλείω σχολήν, ἀπειργέτω μηδεὶς τούτους νόμος.
此外,还应当在法守护者的允许下,派遣如下一类的其他视察者:如果有公民渴望有较充足的闲暇去视察其他人类的事务,任何法律都不应当阻碍他们。
οὔτε γὰρ ἄπειρος οὖσα πόλις ἀνθρώπων κακῶν καὶ ἀγαθῶν δύναιτʼ ἄν ποτε, ἀνομίλητος οὖσα, ἥμερος ἱκανῶς εἶναι καὶ τέλεος, οὐδʼ αὖ τοὺς νόμους διαφυλάττειν ἄνευ τοῦ γνώμῃ λαβεῖν αὐτοὺς ἀλλὰ μὴ μόνον ἔθεσιν.
因为一个对恶人和善人都毫无经验、不与他们交往的城邦,决不能变得足够温和与完善,同样,如果不通过理智理解法律,而仅凭习惯,它也无法守护这些法律。
εἰσὶ γὰρ ἐν τοῖς πολλοῖς ἄνθρωποι ἀεὶ θεῖοί τινες—οὐ πολλοί—παντὸς ἄξιοι συγγίγνεσθαι, φυόμενοι οὐδὲν μᾶλλον ἐν εὐνομουμέναις πόλεσιν ἢ καὶ μή, ὧν κατʼ ἴχνος ἀεὶ χρὴ τὸν ἐν ταῖς εὐνομουμέναις πόλεσιν οἰκοῦντα, ἐξιόντα κατὰ θάλατταν καὶ γῆν, ζητεῖν ὃς ἂν ἀδιάφθαρτος ᾖ, τὰ μὲν βεβαιούμενον τῶν νομίμων, ὅσα καλῶς αὐτοῖς κεῖται, τὰ δʼ ἐπανορθούμενον, εἴ τι παραλείπεται.
因为在普通人中,总会有一些具有神性的人——虽然人数不多——极值得与之交往,他们不论是在法治良好的城邦还是在非法治的城邦里,都同样会产生。 居住在法治良好城邦的人应当沿着这些人的足迹,越过海洋和陆地去寻找,看看谁是没有被腐化的,以此来巩固自身法律中制定得良好的部分,并在有所遗漏时予以纠正。
ἄνευ γὰρ ταύτης τῆς θεωρίας καὶ ζητήσεως οὐ μένει ποτὲ τελέως πόλις, οὐδʼ ἂν κακῶς αὐτὴν θεωρῶσιν.
因为如果没有这种视察和探求,城邦就绝不能保持完美,如果他们对这种视察进行得糟糕,也同样如此。
ΚΛ. πῶς οὖν ἂν γίγνοιτʼ ἀμφότερα;
克里尼亚:那么,这两件事要如何才能同时实现呢?
ΑΘ. τῇδε.
雅典来客:应当这样。
πρῶτον μὲν ὁ θεωρὸς ὁ τοιοῦτος ἡμῖν γεγονὼς ἔστω πλειόνων ἐτῶν ἢ πεντήκοντα, ἔτι δὲ τῶν εὐδοκίμων τά τε ἄλλα καὶ εἰς τὸν πόλεμον ἔστω γεγενημένος, εἰ μέλλει τὸ τῶν νομοφυλάκων δεῖγμα εἰς τὰς ἄλλας μεθήσειν πόλεις· πλέον δὲ ἑξήκοντα γεγονὼς ἐτῶν μηκέτι θεωρείτω.
第一,对我们来说,这种视察者必须年过五十,而且他在其他事务以及战争中都应当是声誉卓著的人,如果他要把法守护者的典范展示给其他城邦的话;此外,一旦超过六十岁,他就不应再进行视察了。
θεωρήσας δὲ ὁπόσʼ ἂν ἔτη βουληθῇ τῶν δέκα καὶ ἀφικόμενος οἴκαδε, εἰς τὸν σύλλογον ἴτω τὸν τῶν περὶ νόμους ἐποπτευόντων·
在允许的十年中,他可以视察自己所期望的若干年,回国后,应当去参加监督法律事务者的会议。
οὗτος δʼ ἔστω νέων καὶ πρεσβυτέρων μεμειγμένος, ἑκάστης μὲν ἡμέρας συλλεγόμενος ἐξ ἀνάγκης ἀπʼ ὄρθρου μέχριπερ ἂν ἥλιος ἀνάσχῃ, πρῶτον μὲν τῶν ἱερέων τῶν τὰ ἀριστεῖα εἰληφότων, ἔπειτα τῶν νομοφυλάκων τοὺς ἀεὶ πρεσβεύοντας δέκα.
这个会议应当由年轻和年长者混合组成,每天必须从拂晓到太阳升起这段时间集会,其成员首先是获得最优异奖的神官们,其次是法守护者中常设的十位最年长者。
ἔτι ὁ περὶ τῆς παιδείας πάσης ἐπιμελητὴς ὅ τε νέος οἵ τε ἐκ τῆς ἀρχῆς ταύτης ἀπηλλαγμένοι.
此外,还有负责全面教育的监督官,包括现任者和已卸任此公职的前任者。
ἕκαστος δὲ τούτων μὴ μόνος, ἀλλʼ ἴτω μετὰ νέου ἀπὸ τριάκοντα ἐτῶν μέχρι τετταράκοντα, τὸν ἀρέσκοντα αὑτῷ προσλαμβάνων.
这些人的每一个都不应单独前往,而应当带着一名三十岁至四十岁之间的年轻人,挑选自己中意的人一同前往。