Humanitext Reader

プラトン · 法律 §12.945-12.946

臆病者に対する刑罰と監査官の選出方法

173 / 186 箇所 · ギリシア語

要旨

アテナイ人は、武器を失いながらも生き延びようとする臆病者に対する刑罰を定め、国制の維持において極めて重要な役割を果たす監査官(エウテュノイ)の重要性と、その厳格な選出方法を説明する。

§12.945ΑΘ. νῦν δʼ ὅτι τούτων ἐγγύτατα φιλοψυχίας ἕνεκα, ἵνα τὸν ἐπίλοιπον βίον μὴ κινδυνεύῃ, ζῇ δὲ ὡς πλεῖστον χρόνον ὢν κακὸς ὀνείδει συνεχόμενος, ἔστω νόμος ὅδε ἐπὶ τούτοις·
ΑΘ. しかし今や、命への執着のために、残りの人生で危険に身をさらすことがないよう、また臆病者でありながら恥辱にまみれてできるだけ長く生きるために、これらに極めて近い状態が生じているのであるから、これらに対しては次のような法律があるべきである。
Ἀνὴρ ὃς ἂν ὄφλῃ δίκην ὡς αἰσχρῶς ἀποβαλὼν ὅπλα πολεμικά, τούτῳ μήτʼ οὖν τις στρατηγὸς μήτʼ ἄλλος ποτὲ τῶν κατὰ πόλεμον ἀρχόντων ὡς ἀνδρὶ στρατιώτῃ χρήσηται μηδʼ εἰς τάξιν κατατάξῃ μηδʼ ἡντινοῦν·
すなわち、戦用の武器を卑怯にも失ったとして有罪判決を受けた男については、将軍も、あるいは戦時の他のいかなる指揮官も、彼を兵士として用いてはならず、いかなる部隊にも配属してはならない。
εἰ δὲ μή, κατευθύνειν αὐτοῦ τὸν εὔθυνον, ἂν μὲν ᾖ τοῦ μεγίστου τιμήματος ὁ τάξας τὸν κακόν, χιλίας, ἂν δὲ τοῦ δευτέρου, πέντε μνᾶς, ἂν δὲ τοῦ τρίτου, τρεῖς μνᾶς, ἂν δὲ τοῦ τετάρτου, μνᾶν.
もしそうしたなら、監査官は、その臆病者を配属した者が第一等級の者であれば一千ドラクメ、第二であれば五ムナ、第三であれば三ムナ、第四であれば一ムナの罰金を科して彼をたださねばならない。
ὁ δὲ ὀφλὼν τὴν δίκην πρὸς τῷ ἀφεῖσθαι τῶν ἀνδρείων κινδύνων κατὰ φύσιν τὴν αὑτοῦ προσαποτεισάτω μισθόν, χιλίας μέν, ἂν τοῦ μεγίστου τιμήματος ᾖ, πέντε δέ, τοῦ δευτέρου, τρεῖς δέ, ἂν τοῦ τρίτου, μνᾶν δὲ ὡσαύτως, καθάπερ οἱ πρόσθεν, τοῦ τετάρτου μέρους.
他方、有罪判決を受けた男は、自らの本性に従って勇気ある危険から免除されることに加えて、さらに代償として、もし第一等級の者であれば一千ドラクメ、第二であれば五ムナ、第三であれば三ムナ、そして前述の者たちと同様に第四等級の者であれば一ムナを支払わねばならない。
εὐθύνων δὴ πέρι τίς ἡμῖν λόγος ἂν εἴη πρέπων ἀρχόντων γενομένων τῶν μὲν κατὰ τύχην κλήρου καὶ ἐπʼ ἐνιαυτόν, τῶν δʼ εἰς πλείονα ἔτη καὶ ἐκ προκρίτων;
ところで、一方の役人たちは抽選によって一年の任期で就任し、他方の役人たちは予備選出から複数年の任期で就任するが、こうした役人たちの監査について、どのような議論が我々にとってふさわしいであろうか。
τῶν δὴ τοιούτων εὐθυντὴς τίς ἱκανός, ἄν τίς τί εἴπῃ σκολιὸν αὐτῶν ἢ καμφθεὶς ὑπὸ βάρους μὲν τὴν ἀρχὴν πράξῃ, τῆς δʼ αὑτοῦ δυνάμεως ἐνδείᾳ πρὸς τὴν τῆς ἀρχῆς ἀξίαν;
もし彼らの誰かが曲がったことを行ったり、あるいは重荷に屈して職務を遂行したり、あるいはその職の価値に対して自身の能力の不足を示したりした場合、このような人々に対して、いかなる監査官が十分であり得るだろうか。
ῥᾴδιον μὲν οὐδαμῶς εὑρεῖν τῶν ἀρχόντων ἄρχοντα ὑπερβάλλοντα πρὸς ἀρετήν, ὅμως δὲ πειρατέον εὐθυντάς τινας ἀνευρίσκειν θείους.
役人たちを徳において凌駕するような役人の長を見つけることは決して容易ではないが、それでも何とかして神のような監査官たちを見つけ出すよう試みねばならない。
ἔχει γὰρ οὖν οὕτω.
なぜなら、事情は次のようだからである。
πολλοὶ καιροὶ πολιτείας λύσεώς εἰσιν, καθάπερ νεὼς ἢ ζῴου τινός, οὓς ἐντόνους τε καὶ ὑποζώματα καὶ νεύρων ἐπιτόνους, μίαν οὖσαν φύσιν διεσπαρμένην, πολλαχοῦ πολλοῖς ὀνόμασιν προσαγορεύομεν· εἷς δὲ οὗτος οὐ σμικρότατος καιρὸς τοῦ σῴζεσθαί τε καὶ διαλυθεῖσαν οἴχεσθαι πολιτείαν.
船や何らかの動物が崩壊する原因が数多くあるように――それらは緊締索や、船底補強帯、腱の張力など、本来は分散された一つの性質のものであり、様々な場所で多くの名前で呼ばれているが――、国制の崩壊の機会もまた多く存在し、そしてこの監査は、国制が維持されるか、あるいは解体されて消え去るかの、決して最小のものではない重要な契機なのである。
ἂν μὲν γὰρ οἱ τοὺς ἄρχοντας ἐξευθύνοντες βελτίους ὦσιν ἐκείνων, καὶ τοῦτʼ ἐν δίκῃ ἀμέμπτῳ τε καὶ ἀμέμπτως, ἡ πᾶσα οὕτω θάλλει τε καὶ εὐδαιμονεῖ χώρα καὶ πόλις·
もし、役人たちを監査する者たちが彼らよりも優れており、しかもこれが非の打ちどころのない正義において、かつ非の打ちどころのない仕方で行われるなら、国土全体とポリスはそのようにして繁栄し、幸福になる。
ἐὰν δʼ ἄλλως τὰ περὶ τὰς εὐθύνας τῶν ἀρχόντων γίγνηται, τότε λυθείσης τῆς τὰ πάντα πολιτεύματα συνεχούσης εἰς ἓν δίκης, ταύτῃ πᾶσα ἀρχὴ διεσπάσθη χωρὶς ἑτέρα ἀπʼ ἄλλης, καὶ οὐκ εἰς τὸ αὐτὸ ἔτι νεύουσαι, πολλὰς ἐκ μιᾶς τὴν πόλιν ποιοῦσαι, στάσεων ἐμπλήσασαι ταχὺ διώλεσαν.
しかし、もし役人たちの監査に関する事柄がそれとは異なる仕方で行われるなら、その時、すべての国制を一つに繋ぎ止めている正義が解体され、それによってすべての官職は互いにバラバラに分裂し、もはや同じ方向を向かなくなり、一つのポリスから多くのポリスを作り出し、内乱に満たされて、速やかにポリスを滅ぼしてしまうであろう。
διὸ δὴ δεῖ πάντως τοὺς εὐθύνους θαυμαστοὺς πᾶσαν ἀρετὴν εἶναι.
それゆえ、監査官たちは何としても、あらゆる徳において驚嘆すべき人々でなければならないのである。
§12.946ΑΘ. τεκταινώμεθα δή τινα τρόπον αὐτῶν τοιάνδε γένεσιν.
ΑΘ. それでは、彼らの選出を次のような方法で構築することにしよう。
κατʼ ἐνιαυτὸν ἕκαστον μετὰ τροπὰς ἡλίου τὰς ἐκ θέρους εἰς χειμῶνα συνιέναι χρεὼν πᾶσαν τὴν πόλιν εἰς Ἡλίου κοινὸν καὶ Ἀπόλλωνος τέμενος, τῷ θεῷ ἀποφανουμένους ἄνδρας αὑτῶν τρεῖς, ὃν ἂν ἕκαστος αὐτῶν ἡγῆται πάντῃ ἄριστον εἶναι, πλὴν αὑτοῦ, μὴ ἔλαττον πεντήκοντα γεγονότα ἐτῶν.
毎年、太陽が夏から冬へと転回した後に、全市民は太陽とアポロンの共同の聖域に集まり、神に対して自分たちのうちから三名の男を提示せねばならない。 その三名は、各人が自分自身を除いてあらゆる点で最も優れていると考える者であり、五十歳を下回らない年齢でなければならない。
τῶν δὲ προκριθέντων οὓς ἂν πλεῖστοι ἐνέγκωσι, τούτους ἐκλέξαι μέχρι τῶν ἡμίσεων, ἐὰν ἄρτιοι γίγνωνται, περιττοὶ δὲ ἐὰν ὦσιν, ἕνα ἀφελεῖν, ᾧ ἂν ἐλάχισται γένωνται, καταλιπεῖν δὲ τοὺς ἡμίσεις αὐτῶν πλήθει τῶν ψήφων ἀποκρίναντας, ἐὰν δέ τισιν ἴσαι γίγνωνται καὶ τὸν ἥμισυν ἀριθμὸν πλείω ποιῶσιν, ἀφελεῖν τὸ πλέον ἀποκρίναντας νεότητι, τοὺς δʼ ἄλλους ἐγκρίναντας φέρειν αὖθις, μέχριπερ ἂν τρεῖς λειφθῶσιν ἄνισοι·
そして、事前選出された者たちのうち、最も多くの票を得た者たちを、全体の半数になるまで選び出す。 もしその数が偶数であればそのままでよいが、奇数であれば、得票が最も少なかった一名を取り除く。 得票の多さによって選別し、その半数を残す。 もし同数票の者たちがいて、半数の数を超えてしまう場合は、若い年齢によってその超過分を選別して取り除き、残りの者たちを合格として再び投票に付す。 これを、異なる得票数の三名が残るまで繰り返す。
ἐὰν δὲ ἢ πᾶσιν ἢ τοῖν δυοῖν ἴσαι γίγνωνται, τῇ ἀγαθῇ μοίρᾳ καὶ τύχῃ ἐπιτρέψαντας, κλήρῳ διελόντας τὸν νικῶντα καὶ δεύτερον καὶ τρίτον στεφανῶσαι θαλλῷ, καὶ τὰ ἀριστεῖα ἀποδόντας πᾶσιν ἀνειπεῖν ὅτι Μαγνήτων ἡ κατὰ θεὸν πάλιν τυχοῦσα σωτηρίας πόλις, ἀποφήνασα αὑτῆς Ἡλίῳ ἄνδρας τοὺς ἀρίστους τρεῖς, ἀκροθίνιον Ἀπόλλωνι κατὰ τὸν παλαιὸν νόμον ἀνατίθησι κοινὸν καὶ Ἡλίῳ, ὅσονπερ ἂν ἕπωνται χρόνον τῇ κρίσει.
もし全員あるいは二名が同数票であった場合は、善き運命と幸運に委ね、抽選によって勝者、第二、第三を決定し、オリーブの冠を授ける。 そして、武勲の賞を全員に与えた上で、以下のように公に布告する。 すなわち、神の加護によって再び救済を得たマグネシア人のポリスは、太陽に対して自らの最良の三名を提示し、彼らが判定に従事する期間、古い法に従って、アポロンと太陽に共同の初物としてこれを奉納する、と。
τούτους δὲ πρώτῳ μὲν ἐνιαυτῷ δώδεκα εὐθύνους ἀποδεῖξαι, μέχριπερ ἂν ἑκάστῳ πέντε καὶ ἑβδομήκοντα ἔτη συμβῇ γενόμενα, τὸ λοιπὸν δὲ τρεῖς ἀεὶ προσγιγνέσθων κατʼ ἐνιαυτόν·
そして彼らは、最初の年には十二名の監査官を任命し、彼らのそれぞれが七十五歳になるまで務めるものとし、その後は毎年三名が常に追加されるものとする。
οὗτοι δὲ τὰς ἀρχὰς πάσας δώδεκα μέρη διελόμενοι πάσαις βασάνοις χρώμενοι ἐλευθέραις ἐλεγχόντων.
そしてこれらの監査官たちは、すべての官職を十二の部分に分割し、自由人にふさわしいあらゆる吟味を用いて審査を行うべきである。
οἰκούντων δέ, ὅσον ἂν εὐθύνωσιν χρόνον, ἐν τῷ τοῦ Ἀπόλλωνός τε καὶ Ἡλίου τεμένει, ἐν ᾧπερ ἐκρίθησαν·
彼らは監査を行う期間、彼らが選出されたアポロンと太陽の聖域に居住するものとする。
καὶ τὰ μὲν ἰδίᾳ ἕκαστος, τὰ δὲ καὶ κοινῇ μετʼ ἀλλήλων κρίναντες τοὺς ἄρξαντας τῇ πόλει, ἀποφηνάντων, εἰς τὴν ἀγορὰν γράμματα καταθέντες, περὶ ἑκάστης ἀρχῆς ὅτι χρὴ παθεῖν ἢ ἀποτίνειν κατὰ τὴν τῶν εὐθύνων γνώμην.
そして、ある事柄は各人が個別に、ある事柄は互いに共同で、ポリスを統治した役人たちを裁判し、広場に書面を公示して、監査官たちの意見に従って、各官職がどのような刑罰を受けるべきか、あるいは罰金を支払うべきかを宣告すべきである。
ἥτις δʼ ἂν τῶν ἀρχῶν μὴ ὁμολογῇ κεκρίσθαι δικαίως, εἰς τοὺς ἐκλεκτοὺς δικαστὰς εἰσαγέτω τοὺς εὐθύνους, καὶ ἐὰν μὲν ἀποφύγῃ τις τὰς εὐθύνας, αὐτῶν τῶν εὐθύνων κατηγορείτω, ἐὰν ἐθέλῃ·
もし官職のいずれかが、公正に裁かれたと認めないなら、選出された裁判官たちの前に監査官たちを引き出すものとする。 そして、もし監査を免れて無罪となった場合は、望むなら監査官たち自身を告発してよい。
ἐὰν δὲ ἁλῷ, ἐὰν μὲν ᾖ τῳ θανάτου τετιμημένον ὑπὸ τῶν εὐθύνων, ὥσπερ ἀνάγκη, ἁπλῶς θνῃσκέτω, τῶν δʼ ἄλλων τιμημάτων ὧν ἂν δυνατὸν ᾖ διπλῆν τεῖσαι, διπλασίαν τινέτω.
しかし、もし有罪となった場合、監査官たちによって死刑を査定された者であれば、必然として、単に死刑に処される。 その他の刑罰で、二倍を支払うことが可能なものについては、二倍の額を支払わねばならない。
τὰς δʼ εὐθύνας αὐτῶν τούτων ἀκούειν χρὴ τίνες ἔσονται καὶ τίνα τρόπον.
さて、これら監査官自身の監査が誰によって、どのように行われるかを聞かねばならない。

語釈・文法注

  1. 945aνῦν δʼ ὅτι τούτων ἐγγύτατα — 接続詞 ὅτι はここでは理由(「〜なので」)を表す。前文のカイネウスの神話(男から女への変形という刑罰)を受け、人間にはそれが不可能であるものの、命惜しさに卑怯者として生きることは、その「女性化」に最も近い(τούτων ἐγγύτατα)状態である、という論理を示し、主節の ἔστω νόμος ὅδε に係っている。
  2. 945bἀρχόντων γενομένων — 属格絶対格構文であり、τῶν μὲν... τῶν δʼ が同格的にその内訳を説明している。この句全体は、後続の疑問文 τῶν δὴ τοιούτων εὐθυντὴς τίς ἱκανός(このような者たちに対して、どのような監査官が十分であり得るだろうか)の前提を提示している。
  3. 945cοὓς ἐντόνους τε καὶ ὑποζώματα — 関係代名詞 οὕς の先行詞は καιροί(弱点、崩壊の機会)である。続く名詞 ἐντόνους(緊締索)、ὑποζώματα(船底の補強帯)、ἐπιτόνους(張力索)は先行詞の比喩的具体例であり、οὕς(対格)と同格、または関係節内での述語的な位置にある。本来は共通の「緊密さ(一つの性質 μίαν οὖσαν φύσιν)」を持つものが、船や動物の文脈で様々な名で呼ばれることを示す。
  4. 946aὃν ἂν ἕκαστος αὐτῶν ἡγῆται — 関係代名詞 ὅν の先行詞は、直前の ἄνδρας... τρεῖς(3名の男)の中に含まれる個々の男性を指す。したがって、関係節内は「各人が[その3名のそれぞれについて]あらゆる点で最も優れていると考える者」という意味になる。

この箇所を引用する

プラトン, 法律 §12.945-12.946. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:12.945-12.946

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。