Humanitext Reader

柏拉图 · 法律篇 §12.945-12.946

对懦夫的惩罚与审计官的选任方法

第 173 段,共 186 段 · 希腊语

内容简介

雅典来客规定了对因丢失武器而苟且偷生的懦夫的处罚,强调了审计官(euthynoi)在维护宪政体制中的关键作用,并详细说明了其严格的选任方法。

§12.945ΑΘ. νῦν δʼ ὅτι τούτων ἐγγύτατα φιλοψυχίας ἕνεκα, ἵνα τὸν ἐπίλοιπον βίον μὴ κινδυνεύῃ, ζῇ δὲ ὡς πλεῖστον χρόνον ὢν κακὸς ὀνείδει συνεχόμενος, ἔστω νόμος ὅδε ἐπὶ τούτοις· Ἀνὴρ ὃς ἂν ὄφλῃ δίκην ὡς αἰσχρῶς ἀποβαλὼν ὅπλα πολεμικά, τούτῳ μήτʼ οὖν τις στρατηγὸς μήτʼ ἄλλος ποτὲ τῶν κατὰ πόλεμον ἀρχόντων ὡς ἀνδρὶ στρατιώτῃ χρήσηται μηδʼ εἰς τάξιν κατατάξῃ μηδʼ ἡντινοῦν·
雅典来客:但如今,由于对生命的执着,为了在余生中不冒危险,并作为懦夫在耻辱中尽可能长久地活着,发生着与此最接近的事情,因此对于这些情况应当有如下法律:“凡因可耻地丢弃战斗武器而被判有罪的男子,任何将军或战争期间的其他指挥官都绝不得将他作为战士使用,也绝不得将他编入任何队伍;否则,审计官应当对其进行纠正并罚款:如果安排该懦夫的人属于第一等级,罚一千德拉克马;如果属于第二等级,罚五明纳;如果属于第三等级,罚三明纳;如果属于第四等级,罚一明纳。
εἰ δὲ μή, κατευθύνειν αὐτοῦ τὸν εὔθυνον, ἂν μὲν ᾖ τοῦ μεγίστου τιμήματος ὁ τάξας τὸν κακόν, χιλίας, ἂν δὲ τοῦ δευτέρου, πέντε μνᾶς, ἂν δὲ τοῦ τρίτου, τρεῖς μνᾶς, ἂν δὲ τοῦ τετάρτου, μνᾶν. ὁ δὲ ὀφλὼν τὴν δίκην πρὸς τῷ ἀφεῖσθαι τῶν ἀνδρείων κινδύνων κατὰ φύσιν τὴν αὑτοῦ προσαποτεισάτω μισθόν, χιλίας μέν, ἂν τοῦ μεγίστου τιμήματος ᾖ, πέντε δέ, τοῦ δευτέρου, τρεῖς δέ, ἂν τοῦ τρίτου, μνᾶν δὲ ὡσαύτως, καθάπερ οἱ πρόσθεν, τοῦ τετάρτου μέρους.
而那个被判有罪的人,除了根据其本性免于勇敢的危险之外,还应当追加支付罚金:如果他属于第一等级,付一千德拉克马;属于第二等级,付五明纳;如果属于第三等级,付三明纳;同样地,如前述之人一样,如果属于第四等级,则付一明纳。
εὐθύνων δὴ πέρι τίς ἡμῖν λόγος ἂν εἴη πρέπων ἀρχόντων γενομένων τῶν μὲν κατὰ τύχην κλήρου καὶ ἐπʼ ἐνιαυτόν, τῶν δʼ εἰς πλείονα ἔτη καὶ ἐκ προκρίτων;
”既然有些官员是凭运气通过抽签且任期一年,而另一些官员则是从预选者中选出且任期多年,那么关于这些官员的审计官,我们应当作何种合宜的讨论呢?
τῶν δὴ τοιούτων εὐθυντὴς τίς ἱκανός, ἄν τίς τί εἴπῃ σκολιὸν αὐτῶν ἢ καμφθεὶς ὑπὸ βάρους μὲν τὴν ἀρχὴν πράξῃ, τῆς δʼ αὑτοῦ δυνάμεως ἐνδείᾳ πρὸς τὴν τῆς ἀρχῆς ἀξίαν;
如果他们中的某人行事不正,或者因屈服于重负而履行职务,或者由于自身能力的缺乏而无法匹配该职位的价值,那么对于这样的人,什么样的审计官才足够称职呢?
ῥᾴδιον μὲν οὐδαμῶς εὑρεῖν τῶν ἀρχόντων ἄρχοντα ὑπερβάλλοντα πρὸς ἀρετήν, ὅμως δὲ πειρατέον εὐθυντάς τινας ἀνευρίσκειν θείους.
要找到一个在美德上超越所有官员的“官员之官”决非易事,但我们仍须努力寻找出某种神圣的审计官。
ἔχει γὰρ οὖν οὕτω.
因为事情确是如此。
πολλοὶ καιροὶ πολιτείας λύσεώς εἰσιν, καθάπερ νεὼς ἢ ζῴου τινός, οὓς ἐντόνους τε καὶ ὑποζώματα καὶ νεύρων ἐπιτόνους, μίαν οὖσαν φύσιν διεσπαρμένην, πολλαχοῦ πολλοῖς ὀνόμασιν προσαγορεύομεν· εἷς δὲ οὗτος οὐ σμικρότατος καιρὸς τοῦ σῴζεσθαί τε καὶ διαλυθεῖσαν οἴχεσθαι πολιτείαν.
正如船只或某种动物有许多解体的关节点——我们常在各处用许多名称来称呼它们,如张力索、船底肋骨、腱的拉紧索,它们本是分散的单一自然——国制也有许多解体的关节点,而这一个关节点对于国制的保存或解体消亡来说,绝非最小的关节点。
ἂν μὲν γὰρ οἱ τοὺς ἄρχοντας ἐξευθύνοντες βελτίους ὦσιν ἐκείνων, καὶ τοῦτʼ ἐν δίκῃ ἀμέμπτῳ τε καὶ ἀμέμπτως, ἡ πᾶσα οὕτω θάλλει τε καὶ εὐδαιμονεῖ χώρα καὶ πόλις· ἐὰν δʼ ἄλλως τὰ περὶ τὰς εὐθύνας τῶν ἀρχόντων γίγνηται, τότε λυθείσης τῆς τὰ πάντα πολιτεύματα συνεχούσης εἰς ἓν δίκης, ταύτῃ πᾶσα ἀρχὴ διεσπάσθη χωρὶς ἑτέρα ἀπʼ ἄλλης, καὶ οὐκ εἰς τὸ αὐτὸ ἔτι νεύουσαι, πολλὰς ἐκ μιᾶς τὴν πόλιν ποιοῦσαι, στάσεων ἐμπλήσασαι ταχὺ διώλεσαν.
因为如果审计官员的人比被审计者更优秀,并且这是在无可指摘的正义中以无可指摘的方式进行的,那么整个国土和城邦就会如此繁荣和幸福;但如果关于官员审计的事情以其他方式发生,那么,由于维持所有宪政体制使之合而为一的正义被解体,每个官职就会因此彼此分裂、各行其是,不再朝向同一个目标,从而把一个城邦分裂成许多个,使之充满党争并迅速毁灭。
διὸ δὴ δεῖ πάντως τοὺς εὐθύνους θαυμαστοὺς πᾶσαν ἀρετὴν εἶναι.
因此,审计官们绝对必须在一切美德上都令人赞叹。
§12.946ΑΘ. τεκταινώμεθα δή τινα τρόπον αὐτῶν τοιάνδε γένεσιν.
雅典来客:那么,让我们用以下的方式来构建他们的产生。
κατʼ ἐνιαυτὸν ἕκαστον μετὰ τροπὰς ἡλίου τὰς ἐκ θέρους εἰς χειμῶνα συνιέναι χρεὼν πᾶσαν τὴν πόλιν εἰς Ἡλίου κοινὸν καὶ Ἀπόλλωνος τέμενος, τῷ θεῷ ἀποφανουμένους ἄνδρας αὑτῶν τρεῖς, ὃν ἂν ἕκαστος αὐτῶν ἡγῆται πάντῃ ἄριστον εἶναι, πλὴν αὑτοῦ, μὴ ἔλαττον πεντήκοντα γεγονότα ἐτῶν.
每年在太阳由夏入冬的运转之后,全体城邦公民都应当聚集在太阳和阿波罗的共同圣域,向神明呈报他们中的三位男子,即每个人认为除自己之外在各方面都是最优秀的人,且年龄不得少于五十岁。
τῶν δὲ προκριθέντων οὓς ἂν πλεῖστοι ἐνέγκωσι, τούτους ἐκλέξαι μέχρι τῶν ἡμίσεων, ἐὰν ἄρτιοι γίγνωνται, περιττοὶ δὲ ἐὰν ὦσιν, ἕνα ἀφελεῖν, ᾧ ἂν ἐλάχισται γένωνται, καταλιπεῖν δὲ τοὺς ἡμίσεις αὐτῶν πλήθει τῶν ψήφων ἀποκρίναντας, ἐὰν δέ τισιν ἴσαι γίγνωνται καὶ τὸν ἥμισυν ἀριθμὸν πλείω ποιῶσιν, ἀφελεῖν τὸ πλέον ἀποκρίναντας νεότητι, τοὺς δʼ ἄλλους ἐγκρίναντας φέρειν αὖθις, μέχριπερ ἂν τρεῖς λειφθῶσιν ἄνισοι·
而在预选出的人当中,把得票最多的人选出来,直到达到半数。 如果人数是偶数,则保留;如果是奇数,则去掉得票最少的一人。 根据得票的多寡进行筛选,留下他们之中的半数。 如果某些人得票相同,导致人数超过了半数,则通过年轻程度进行筛选并去掉超出的部分,而将其他人列入选拔并再次投票,直到只剩下得票数不等的三人为止。
ἐὰν δὲ ἢ πᾶσιν ἢ τοῖν δυοῖν ἴσαι γίγνωνται, τῇ ἀγαθῇ μοίρᾳ καὶ τύχῃ ἐπιτρέψαντας, κλήρῳ διελόντας τὸν νικῶντα καὶ δεύτερον καὶ τρίτον στεφανῶσαι θαλλῷ, καὶ τὰ ἀριστεῖα ἀποδόντας πᾶσιν ἀνειπεῖν ὅτι Μαγνήτων ἡ κατὰ θεὸν πάλιν τυχοῦσα σωτηρίας πόλις, ἀποφήνασα αὑτῆς Ἡλίῳ ἄνδρας τοὺς ἀρίστους τρεῖς, ἀκροθίνιον Ἀπόλλωνι κατὰ τὸν παλαιὸν νόμον ἀνατίθησι κοινὸν καὶ Ἡλίῳ, ὅσονπερ ἂν ἕπωνται χρόνον τῇ κρίσει.
如果三人全部或者其中两人票数相同,则交由美好的命运和运气决定,通过抽签分出胜者、第二名和第三名,并为他们戴上野橄榄枝的花环。 在向所有人授予这最高荣耀之后,宣布:因神明之助而再次获得拯救的麦格尼西亚人的城邦,向太阳呈报了自己最优秀的三个男子,并根据古老的法律,在他们从事这项评判的期间,将他们作为共同的初物,奉献给阿波罗与太阳。
τούτους δὲ πρώτῳ μὲν ἐνιαυτῷ δώδεκα εὐθύνους ἀποδεῖξαι, μέχριπερ ἂν ἑκάστῳ πέντε καὶ ἑβδομήκοντα ἔτη συμβῇ γενόμενα, τὸ λοιπὸν δὲ τρεῖς ἀεὶ προσγιγνέσθων κατʼ ἐνιαυτόν· οὗτοι δὲ τὰς ἀρχὰς πάσας δώδεκα μέρη διελόμενοι πάσαις βασάνοις χρώμενοι ἐλευθέραις ἐλεγχόντων.
这些人在第一年要任命十二位审计官,直到每人达到七十五岁为止,此后每年应固定增加三人;而这些审计官应当把所有的官职分为十二个部分,使用适合自由人的各种严格审查来进行检验。
οἰκούντων δέ, ὅσον ἂν εὐθύνωσιν χρόνον, ἐν τῷ τοῦ Ἀπόλλωνός τε καὶ Ἡλίου τεμένει, ἐν ᾧπερ ἐκρίθησαν· καὶ τὰ μὲν ἰδίᾳ ἕκαστος, τὰ δὲ καὶ κοινῇ μετʼ ἀλλήλων κρίναντες τοὺς ἄρξαντας τῇ πόλει, ἀποφηνάντων, εἰς τὴν ἀγορὰν γράμματα καταθέντες, περὶ ἑκάστης ἀρχῆς ὅτι χρὴ παθεῖν ἢ ἀποτίνειν κατὰ τὴν τῶν εὐθύνων γνώμην.
在他们进行审计的期间,他们应当居住在他们被选出的阿波罗和太阳的圣域中;他们应当或由每个人单独地、或由彼此共同地,审判那些为城邦执政的人,并在广场上张贴告示,宣告根据审计官们的意见,每个官职应当遭受何种刑罚或缴纳何种罚金。
ἥτις δʼ ἂν τῶν ἀρχῶν μὴ ὁμολογῇ κεκρίσθαι δικαίως, εἰς τοὺς ἐκλεκτοὺς δικαστὰς εἰσαγέτω τοὺς εὐθύνους, καὶ ἐὰν μὲν ἀποφύγῃ τις τὰς εὐθύνας, αὐτῶν τῶν εὐθύνων κατηγορείτω, ἐὰν ἐθέλῃ·
如果任何官员不承认自己被公正地审判,他可以把审计官们带到选出的法官面前;如果有人通过审计而被判无罪,如果他愿意,他可以指控这些审计官本身。
ἐὰν δὲ ἁλῷ, ἐὰν μὲν ᾖ τῳ θανάτου τετιμημένον ὑπὸ τῶν εὐθύνων, ὥσπερ ἀνάγκη, ἁπλῶς θνῃσκέτω, τῶν δʼ ἄλλων τιμημάτων ὧν ἂν δυνατὸν ᾖ διπλῆν τεῖσαι, διπλασίαν τινέτω.
但如果他被判有罪,若审计官们对他判处了死刑,那么他就必须直接被处死;而对于其他可以支付双倍罚金的处罚,他应当缴纳双倍。
τὰς δʼ εὐθύνας αὐτῶν τούτων ἀκούειν χρὴ τίνες ἔσονται καὶ τίνα τρόπον.
而关于这些审计官自身的审计将由何人、以何种方式进行,我们现在必须予以听取。

词汇与语法注释

  1. 945aνῦν δʼ ὅτι τούτων ἐγγύτατα — 连词 ὅ提 在此处引导原因从句(“因为”或“由于”)。结合前文凯纽斯的传说(男变为女的惩罚),说明虽然人类无法做到这一点,但因怕死而作为懦夫活着是与这种状态最接近的(τούτων ἐγγύτατα),由此引出主句的 ἔστω νόμος ὅδε。
  2. 945bἀρχόντων γενομένων — 这是一个属格绝对结构,其中 τῶν μὲν... τῶν δʼ 同位语式地说明了官员的分类。整个结构为随后的问句 τῶν δὴ τοιούτων εὐθυντὴς τίς ἱκανός(“对于这样的人,什么样的审计官才足够呢?”)提供了前提(“既然有些官员是通过抽签任期一年,有些则是多年”)。
  3. 945cοὓς ἐντόνους τε καὶ ὑποζώματα — 关系代名词 οὕς 的先行词是 καιροί(解体的关节点)。接下来的名词 ἐντόνους(张力索)、ὑποζώματα(船底补强带)和 ἐπιτόνους(腱的拉紧索)是先行词的比喻性具体例证,与 οὕς 处于同位语关系或在关系从句中作谓语性成分。它表明,本质上具有共同特征(“单一自然” μίαν οὖσαν φύσιν)的东西,在船只或动物的语境下会被冠以不同的名称。
  4. 946aὃν ἂν ἕκαστος αὐτῶν ἡγῆται — 关系代词 ὅν 指代前文 ἄνδρας... τρεῖς(三位男子)中的每一个个体。因此,关系从句的意思是“每个人认为[在这三人中]在各方面都是最优秀的人”。

引用这一段

柏拉图, 法律篇 §12.945-12.946. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:12.945-12.946

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。