§12.941ΑΘ. ἐὰν ὡς πρεσβευτής τις ἢ κῆρυξ καταψευδόμενος τῆς πόλεως παραπρεσβεύηται πρός τινα πόλιν, ἢ πεμπόμενος μὴ τὰς οὔσας πρεσβείας ἐφʼ αἷς πέμπεται ἀπαγγέλλῃ, ἢ πάλιν αὖ παρὰ τῶν πολεμίων ἢ καὶ φίλων μὴ τὰ παρʼ ἐκείνων ὀρθῶς ἀποπρεσβεύσας γένηται φανερὸς ἢ κηρυκεύσας, γραφαὶ κατὰ τούτων ἔστων ὡς Ἑρμοῦ καὶ Διὸς ἀγγελίας καὶ ἐπιτάξεις παρὰ νόμον ἀσεβησάντων, τίμημα δὲ ὅτι χρὴ πάσχειν ἢ ἀποτίνειν, ἐὰν ὄφλῃ.
アテナイ人:もし、誰かが使節あるいは伝令官として、自らのポリスについて偽りの報告をして他国に対して違法に使節の任務を行うなら、あるいは、派遣されながら、自分が派遣された目的である実際の使節任務を報告しないなら、あるいは逆に、敵あるいは味方から戻った際、彼らからの伝言を正しく報告しなかったことが明らかになるなら、使節としてであれ伝令官としてであれ、これらを行う者に対する公訴は、ヘルメスとゼウスの使節や命令に対して法に反して不敬を働いたものとして行われるべきである。 そして、もし有罪となったなら、いかなる刑罰を受けるべきか、あるいはいかなる罰金を支払うべきかについて、その査定がなされるべきである。
κλοπὴ μὲν χρημάτων ἀνελεύθερον, ἁρπαγὴ δὲ ἀναίσχυντον·
財産の窃盗は卑劣であり、強奪は恥知らずである。
τῶν Διὸς δὲ ὑέων οὐδεὶς οὔτε δόλοις οὔτε βίᾳ χαίρων ἐπιτετήδευκεν τούτοιν οὐδέτερον.
ゼウスの息子たちのうち、策略や暴力によってこれら二つのいずれかを喜んで行った者は誰もいない。
μηδεὶς οὖν ὑπὸ ποιητῶν μηδʼ ἄλλως ὑπό τινων μυθολόγων πλημμελῶν περὶ τὰ τοιαῦτα ἐξαπατώμενος ἀναπειθέσθω, καὶ κλέπτων ἢ βιαζόμενος οἰέσθω μηδὲν αἰσχρὸν ποιεῖν ἀλλʼ ἅπερ αὐτοὶ θεοὶ δρῶσιν·
したがって、誰も詩人たち、あるいはその他のいかなる神話作家たちによって、こうしたことについて誤った記述をされて欺かれ、説得されてはならない。 また、盗みを働いたり暴力を振るったりする者が、自分は恥ずべきことをしているのではなく、神々自身が行っているのと同じことをしているのだと考えてはならない。
οὔτε γὰρ ἀληθὲς οὔτʼ εἰκός, ἀλλʼ ὅς τι δρᾷ τοιοῦτον παρανόμως, οὔτε θεὸς οὔτε παῖς ἐστίν ποτε θεῶν, ταῦτα δὲ νομοθέτῃ μᾶλλον προσήκει γιγνώσκειν ἢ ποιηταῖς σύμπασιν.
なぜなら、それは真実でもなければありそうなことでもないからである。 違法にそのようなことを行う者は、決して神でもなければ神々の子でもない。 そしてこうしたことを知ることは、すべての詩人たちよりもむしろ立法者にふさわしい。
ὁ μὲν οὖν πεισθεὶς ἡμῶν τῷ λόγῳ εὐτυχεῖ τε καὶ εἰς χρόνον ἅπαντα εὐτυχοῖ, ὁ δὲ ἀπιστήσας τὸ μετὰ ταῦτα τοιῷδέ τινι μαχέσθω νόμῳ·
我々の言葉を信じる者は幸いであり、永遠に幸いであれ。 しかし信じない者は、その後に以下のような法律と戦うべきである。
ἐάν τίς τι κλέπτῃ δημόσιον μέγα ἢ καὶ σμικρόν, τῆς αὐτῆς δίκης δεῖ.
「もし誰かが公有物を、大きいものであれ、あるいは小さいものであれ盗むなら、同一の裁判が必要である。
μικρόν τι γὰρ ὁ κλέπτων ἔρωτι μὲν ταὐτῷ, δυνάμει δὲ ἐλάττονι κέκλοφεν, ὅ τε τὸ μεῖζον κινῶν οὐ καταθέμενος ὅλον ἀδικεῖ·
なぜなら、小さなものを盗む者も、同じ欲望を持ちながら、ただ小さな力で盗んだのであり、また大きなものを動かす者は、預けられた全体を元に戻さないことで、その全体において不正を働くからである。
δίκης οὖν οὐδέτερον οὐδετέρου ἐλάττονος ἕνεκα μεγέθους τοῦ κλέμματος ὁ νόμος ἀξιοῖ ζημιοῦν, ἀλλὰ τῷ τὸν μὲν ἴσως ἂν ἰάσιμον ἔτʼ εἶναι, τὸν δʼ ἀνίατον.
それゆえ法律は、盗品の大いさが小さいという理由のゆえに、いずれか一方を他方より軽い裁判に処すべきだとは考えない。 むしろ、一方はおそらくまだ治療可能であり、他方は治療不可能であるという理由によって区別する。
§12.942ΑΘ. ξένον μὲν δὴ τῶν δημοσίων ἢ δοῦλον ἄν τίς τι κλέπτοντα ἐν δικαστηρίῳ ἕλῃ, ὡς ἰασίμῳ ἐκ τῶν εἰκότων ὄντι, τί χρὴ παθεῖν ἢ τίνα ζημίαν ἀποτίνειν αὐτὸν ἡ κρίσις γιγνέσθω·
」アテナイ人:外国人あるいは奴隷が公有物を盗んでいるところを法廷で有罪と宣告された場合、彼らは道理から見て治療可能であるとして、どのような刑罰を受けるべきか、あるいはどのような罰金を支払うべきかについて、判決がなされるべきである。
τὸν δὲ ἀστὸν καὶ τεθραμμένον ὡς ἔσται τεθραμμένος, ἂν πατρίδα συλῶν ἢ βιαζόμενος ἁλίσκηται, ἐάντʼ ἐπʼ αὐτοφώρῳ ἐάντε μή, σχεδὸν ὡς ἀνίατον ὄντα θανάτῳ ζημιοῦν.
しかし、市民であり、然るべく育てられた者でありながら、祖国を略奪したり暴力を振るったりして逮捕された場合(現行犯であろうとなかろうと)、事実上治療不可能であるとして、死刑に処されるものとせよ。
στρατιῶν δὲ ἕνεκα πολλὴ μὲν συμβουλή, πολλοὶ δὲ νόμοι γίγνονται κατὰ τρόπον, μέγιστον δὲ τὸ μηδέποτε ἄναρχον μηδένα εἶναι, μήτʼ ἄρρενα μήτε θήλειαν, μηδέ τινος ἔθει ψυχὴν εἰθίσθαι μήτε σπουδάζοντος μήτʼ ἐν παιδιαῖς αὐτὸν ἐφʼ αὑτοῦ τι κατὰ μόνας δρᾶν, ἀλλʼ ἔν τε πολέμῳ παντὶ καὶ ἐν εἰρήνῃ πάσῃ πρὸς τὸν ἄρχοντα ἀεὶ βλέποντα καὶ συνεπόμενον ζῆν, καὶ τὰ βραχύταθʼ ὑπʼ ἐκείνου κυβερνώμενον, οἷον ἑστάναι θʼ ὅταν ἐπιτάττῃ τις καὶ πορεύεσθαι καὶ γυμνάζεσθαι καὶ λοῦσθαι καὶ σιτεῖσθαι καὶ ἐγείρεσθαι νύκτωρ εἴς τε φυλακὰς καὶ παραγγέλσεις, καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μήτε τινὰ διώκειν μήθʼ ὑποχωρεῖν ἄλλῳ ἄνευ τῆς τῶν ἀρχόντων δηλώσεως, ἑνί τε λόγῳ τὸ χωρίς τι τῶν ἄλλων πράττειν διδάξαι τὴν ψυχὴν ἔθεσι μήτε γιγνώσκειν μήτʼ ἐπίστασθαι τὸ παράπαν, ἀλλʼ ἁθρόον ἀεὶ καὶ ἅμα καὶ κοινὸν τὸν βίον ὅτι μάλιστα πᾶσι πάντων γίγνεσθαι—τούτου γὰρ οὔτʼ ἔστιν οὔτε ποτὲ μὴ γένηται κρεῖττον οὔτε ἄμεινον οὔτε τεχνικώτερον εἰς σωτηρίαν τὴν κατὰ πόλεμον καὶ νίκην— τοῦτο ἐν εἰρήνῃ μελετητέον εὐθὺς ἐκ τῶν παίδων, ἄρχειν τε ἄλλων ἄρχεσθαί θʼ ὑφʼ ἑτέρων·
軍隊に関しては、多くの勧告や多くの法律が適切に設けられるが、最も重要なのは、男であれ女であれ、誰も決して指導者のいない状態にならないこと、また、真面目な時であれ遊びの時であれ、自分の魂を、自分自身だけで単独で何かを行う習慣に慣れさせないことである。 むしろ、あらゆる戦争においても、あらゆる平和においても、常に指導者を見つめ、それに従って生き、最も細かな事柄に至るまで彼によって導かれることである。 たとえば、誰かが命令したときには、立ち、歩き、訓練し、入浴し、食事をし、夜間に哨戒や伝達のために起床すること。 そして、まさに危難のただなかにあっても、指導者たちの指示なしには、敵を追撃することも、あるいは他の者に退路を譲ることもしてはならない。 一言で言えば、他者と離れて何かを行うということを、習慣によって魂が全く知ることも理解することもないように教え込むことであり、むしろ、すべての人々の生活が、常に集団で、同時に、そして共同で営まれるようにすることである。 なぜなら、戦争における生存と勝利のために、これ以上に優れ、これ以上に良く、これ以上に技術的なものは存在せず、将来も存在し得ないからである。 これを平和な時に子供の頃から直ちに練習すべきである。 他者を支配すること、そして他者に支配されることの両方を。
τὴν δʼ ἀναρχίαν ἐξαιρετέον ἐκ παντὸς τοῦ βίου ἁπάντων τῶν ἀνθρώπων τε καὶ τῶν ὑπʼ ἀνθρώπους θηρίων.
そして、指導者のいない状態は、すべての人間、および人間の支配下にある獣たちのすべての生活から排除されなければならない。
καὶ δὴ καὶ χορείας πάσας εἰς τὰς ἀριστείας τὰς κατὰ πόλεμον βλεπούσας χορεύειν, καὶ ὅλην εὐκολίαν τε καὶ εὐχέρειαν ἐπιτηδεύειν τῶν αὐτῶν εἵνεκα, καρτερήσεις τε αὖ σίτων καὶ ποτῶν καὶ χειμώνων καὶ τῶν ἐναντίων καὶ κοίτης σκληρᾶς, καὶ τὸ μέγιστον, τὴν τῆς κεφαλῆς καὶ ποδῶν δύναμιν μὴ διαφθείρειν τῇ τῶν ἀλλοτρίων σκεπασμάτων περικαλυφῇ, τὴν τῶν οἰκείων ἀπολλύντας πίλων τε καὶ ὑποδημάτων γένεσιν καὶ φύσιν·
さらに、すべての合唱舞踊は戦争における武勲を見据えて踊るべきであり、同じ目的のために、すべての身体の柔軟さと適応力を訓練すべきである。 また、食物や飲み物、冬の寒さやその反対のもの、そして固い寝床に対する忍耐。 そして最も重要なこととして、頭と足の力を、外部の覆いで包むことによって損なってはならない。 それは、それらに本来備わっている、フェルト帽子や履物の生成と本性を失わせてしまうからである。