Humanitext Reader

柏拉图 · 法律篇 §12.941-12.942

使节职责、公物盗窃的惩处与军事纪律

第 171 段,共 186 段 · 希腊语

内容简介

文中阐明了对使节和传令官玩忽职守、虚假汇报的处罚规定,区分了公民与非公民(外邦人、奴隶)盗窃公物的不同惩罚,进而强调了军队中绝对服从领导、消除无政府状态以及从小培养集体共同生活的重要性。

§12.941ΑΘ. ἐὰν ὡς πρεσβευτής τις ἢ κῆρυξ καταψευδόμενος τῆς πόλεως παραπρεσβεύηται πρός τινα πόλιν, ἢ πεμπόμενος μὴ τὰς οὔσας πρεσβείας ἐφʼ αἷς πέμπεται ἀπαγγέλλῃ, ἢ πάλιν αὖ παρὰ τῶν πολεμίων ἢ καὶ φίλων μὴ τὰ παρʼ ἐκείνων ὀρθῶς ἀποπρεσβεύσας γένηται φανερὸς ἢ κηρυκεύσας, γραφαὶ κατὰ τούτων ἔστων ὡς Ἑρμοῦ καὶ Διὸς ἀγγελίας καὶ ἐπιτάξεις παρὰ νόμον ἀσεβησάντων, τίμημα δὲ ὅτι χρὴ πάσχειν ἢ ἀποτίνειν, ἐὰν ὄφλῃ.
雅典来客:如果有人作为使节或传令官,通过对自己的城邦撒谎,而在对某个城邦的外交中失职,或者被派遣后,没有报告他被派去的实际使命,或者相反,在从敌人或盟友处返回时,被揭发没有正确报告他们作为使节或传令官带回的信息,应当对这些人提起公诉,指控他们违背法律、不敬爱赫尔墨斯和宙斯的使节和命令。 如果被判有罪,应当评估他必须承受何种刑罚或缴纳何种罚金。
κλοπὴ μὲν χρημάτων ἀνελεύθερον, ἁρπαγὴ δὲ ἀναίσχυντον· τῶν Διὸς δὲ ὑέων οὐδεὶς οὔτε δόλοις οὔτε βίᾳ χαίρων ἐπιτετήδευκεν τούτοιν οὐδέτερον.
盗窃财物是卑劣的,强夺财物是无耻的;而宙斯的孩子们中,没有任何人会因欺诈或暴力而乐于从事这两者中的任何一种。
μηδεὶς οὖν ὑπὸ ποιητῶν μηδʼ ἄλλως ὑπό τινων μυθολόγων πλημμελῶν περὶ τὰ τοιαῦτα ἐξαπατώμενος ἀναπειθέσθω, καὶ κλέπτων ἢ βιαζόμενος οἰέσθω μηδὲν αἰσχρὸν ποιεῖν ἀλλʼ ἅπερ αὐτοὶ θεοὶ δρῶσιν·
因此,任何人都不应当被诗人或任何在这些事情上犯错的神话作者所欺骗和说服,也不要在偷盗或施暴时,以为自己没有做任何可耻的事,而只是做神明自己所做的事。
οὔτε γὰρ ἀληθὲς οὔτʼ εἰκός, ἀλλʼ ὅς τι δρᾷ τοιοῦτον παρανόμως, οὔτε θεὸς οὔτε παῖς ἐστίν ποτε θεῶν, ταῦτα δὲ νομοθέτῃ μᾶλλον προσήκει γιγνώσκειν ἢ ποιηταῖς σύμπασιν.
因为这既非事实,也不可能,凡是违法做出这种事的人,绝不是神,也不是神的子孙。 而知道这些事情,对于立法者来说,比对于所有的诗人都更为合适。
ὁ μὲν οὖν πεισθεὶς ἡμῶν τῷ λόγῳ εὐτυχεῖ τε καὶ εἰς χρόνον ἅπαντα εὐτυχοῖ, ὁ δὲ ἀπιστήσας τὸ μετὰ ταῦτα τοιῷδέ τινι μαχέσθω νόμῳ· ἐάν τίς τι κλέπτῃ δημόσιον μέγα ἢ καὶ σμικρόν, τῆς αὐτῆς δίκης δεῖ.
听从我们话语的人是幸运的,愿他永远幸运;但不信的人此后应当与如下的法律作斗争:“如果有人偷盗任何公物,无论是大是小,都需要同样的审判。
μικρόν τι γὰρ ὁ κλέπτων ἔρωτι μὲν ταὐτῷ, δυνάμει δὲ ἐλάττονι κέκλοφεν, ὅ τε τὸ μεῖζον κινῶν οὐ καταθέμενος ὅλον ἀδικεῖ·
因为偷窃小件物品的人,也是出于同样的欲望,只是能力较小;而动用大件物品的人,因为没有归还全部,因而在整体上犯下了不义。
δίκης οὖν οὐδέτερον οὐδετέρου ἐλάττονος ἕνεκα μεγέθους τοῦ κλέμματος ὁ νόμος ἀξιοῖ ζημιοῦν, ἀλλὰ τῷ τὸν μὲν ἴσως ἂν ἰάσιμον ἔτʼ εἶναι, τὸν δʼ ἀνίατον.
因此,法律并不认为由于偷窃物的大小不同,其中一方就应当比另一方受到更轻的审判,而是因为一方可能还是可医治的,而另一方则是不可医治的。
§12.942ΑΘ. ξένον μὲν δὴ τῶν δημοσίων ἢ δοῦλον ἄν τίς τι κλέπτοντα ἐν δικαστηρίῳ ἕλῃ, ὡς ἰασίμῳ ἐκ τῶν εἰκότων ὄντι, τί χρὴ παθεῖν ἢ τίνα ζημίαν ἀποτίνειν αὐτὸν ἡ κρίσις γιγνέσθω· τὸν δὲ ἀστὸν καὶ τεθραμμένον ὡς ἔσται τεθραμμένος, ἂν πατρίδα συλῶν ἢ βιαζόμενος ἁλίσκηται, ἐάντʼ ἐπʼ αὐτοφώρῳ ἐάντε μή, σχεδὸν ὡς ἀνίατον ὄντα θανάτῳ ζημιοῦν.
” 雅典来客:如果有人在法庭上判定外邦人或奴隶偷窃公物,既然从常理来看他们是可医治的,法庭应当判定他应当遭受何种刑罚,或缴纳何种罚金;但是对于市民,即按照应有的方式被养育成人的人,如果被判定掠夺或强暴祖国,不论是否当场捕获,由于他实际上是不可医治的,应当处以死刑。
στρατιῶν δὲ ἕνεκα πολλὴ μὲν συμβουλή, πολλοὶ δὲ νόμοι γίγνονται κατὰ τρόπον, μέγιστον δὲ τὸ μηδέποτε ἄναρχον μηδένα εἶναι, μήτʼ ἄρρενα μήτε θήλειαν, μηδέ τινος ἔθει ψυχὴν εἰθίσθαι μήτε σπουδάζοντος μήτʼ ἐν παιδιαῖς αὐτὸν ἐφʼ αὑτοῦ τι κατὰ μόνας δρᾶν, ἀλλʼ ἔν τε πολέμῳ παντὶ καὶ ἐν εἰρήνῃ πάσῃ πρὸς τὸν ἄρχοντα ἀεὶ βλέποντα καὶ συνεπόμενον ζῆν, καὶ τὰ βραχύταθʼ ὑπʼ ἐκείνου κυβερνώμενον, οἷον ἑστάναι θʼ ὅταν ἐπιτάττῃ τις καὶ πορεύεσθαι καὶ γυμνάζεσθαι καὶ λοῦσθαι καὶ σιτεῖσθαι καὶ ἐγείρεσθαι νύκτωρ εἴς τε φυλακὰς καὶ παραγγέλσεις, καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μήτε τινὰ διώκειν μήθʼ ὑποχωρεῖν ἄλλῳ ἄνευ τῆς τῶν ἀρχόντων δηλώσεως, ἑνί τε λόγῳ τὸ χωρίς τι τῶν ἄλλων πράττειν διδάξαι τὴν ψυχὴν ἔθεσι μήτε γιγνώσκειν μήτʼ ἐπίστασθαι τὸ παράπαν, ἀλλʼ ἁθρόον ἀεὶ καὶ ἅμα καὶ κοινὸν τὸν βίον ὅτι μάλιστα πᾶσι πάντων γίγνεσθαι—τούτου γὰρ οὔτʼ ἔστιν οὔτε ποτὲ μὴ γένηται κρεῖττον οὔτε ἄμεινον οὔτε τεχνικώτερον εἰς σωτηρίαν τὴν κατὰ πόλεμον καὶ νίκην— τοῦτο ἐν εἰρήνῃ μελετητέον εὐθὺς ἐκ τῶν παίδων, ἄρχειν τε ἄλλων ἄρχεσθαί θʼ ὑφʼ ἑτέρων·
至于军队,有许多建议和法律被适当地制定,而最重要的一点是,任何人都绝不能处于无领导的状态,无论男女,任何人的灵魂都不应当在习惯上习惯于在严肃或娱乐中独自一人行动,而是在一切战争和一切和平中,始终看着领导者并跟随着他,在最细微的事情上都由他引导,例如在命令时站立、行进、锻炼、沐浴、进食、以及在夜间起床值班和传达,在危险本身中,未经领导者的指示,既不追击任何人,也不为他人退让。 总而言之,要用习惯教导灵魂,使其根本不知道也不理解如何脱离他人独自行动,而是使所有人的生活始终尽可能地集体、同时和共同——因为为了战争中的生存和胜利,没有比这更好、更优秀、或更具有技术性的方法,将来也绝不会有——这必须在和平时期从小就开始练习:统治他人以及被他人统治。
τὴν δʼ ἀναρχίαν ἐξαιρετέον ἐκ παντὸς τοῦ βίου ἁπάντων τῶν ἀνθρώπων τε καὶ τῶν ὑπʼ ἀνθρώπους θηρίων.
而无领导状态应当从所有人类以及人类治下的野兽的整个生活中排除出去。
καὶ δὴ καὶ χορείας πάσας εἰς τὰς ἀριστείας τὰς κατὰ πόλεμον βλεπούσας χορεύειν, καὶ ὅλην εὐκολίαν τε καὶ εὐχέρειαν ἐπιτηδεύειν τῶν αὐτῶν εἵνεκα, καρτερήσεις τε αὖ σίτων καὶ ποτῶν καὶ χειμώνων καὶ τῶν ἐναντίων καὶ κοίτης σκληρᾶς, καὶ τὸ μέγιστον, τὴν τῆς κεφαλῆς καὶ ποδῶν δύναμιν μὴ διαφθείρειν τῇ τῶν ἀλλοτρίων σκεπασμάτων περικαλυφῇ, τὴν τῶν οἰκείων ἀπολλύντας πίλων τε καὶ ὑποδημάτων γένεσιν καὶ φύσιν·
此外,所有的合唱舞蹈都应当着眼于战争中的武功来跳,为了同样的目的,应当训练所有的灵活性和敏捷性,以及对食物、饮料、冬季、其相反情况(夏季)和坚硬床铺的忍耐,而最重要的是,不要用外来的覆盖物包裹来破坏头部和脚的力量,以免丧失它们自身产生毡帽和鞋子的自然本性。

词汇与语法注释

  1. 941aκαταψευδόμενος τῆς πόλεως — τῆς πόλεως 是分词 καταψευδόμενος(对……撒谎)的属格客语(宾格性属格)。在此处解释为“对自己的城邦撒谎”。
  2. 941dοὐ καταθέμενος ὅλον — οὐ καταθέμενος ὅλον 意思是“因未归还全部”,即不归还所信托或保管的全部公物,表明未能归还全部构成了对整体的不正义(ἀδικεῖ)。
  3. 942cδιδάξαι τὴν ψυχὴν ἔθεσι μήτε γιγνώσκειν μήτʼ ἐπίστασθαι τὸ παράπαν — διδάξαι(教导)以对格 τὴν ψυχὴν 为其主语,并支配不定式从句 μήτε γιγνώσκειν μήτʼ ἐπίστασθαι τὸ παράπαν(根本不知道也不理解),构成了“用习惯教导灵魂,使其根本不知道也不理解如何脱离他人独自行动”的句式结构。
  4. 942eτὴν τῶν οἰκείων ἀπολλύντας πίλων τε καὶ ὑποδημάτων γένεσιν καὶ φύσιν — ἀπολλύντας 是分词(“丧失”),描述了头部和脚部丧失其固有的产生它们自身的“毡帽和鞋子”的自然力量或防卫力。它隐喻地表达了过度使用外部覆盖物保护身体会破坏身体自身的自然耐受力。

引用这一段

柏拉图, 法律篇 §12.941-12.942. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:12.941-12.942

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。