§11.935ΑΘ. ἐκ γὰρ τοῦ κατεύχεσθαί τε ἀλλήλοις ἐπαρωμένους καὶ διʼ αἰσχρῶν ὀνομάτων ἐπιφέρειν γυναικείους ἑαυτοῖς φήμας, πρῶτον μὲν ἐκ λόγων, κούφου πράγματος, ἔργῳ μίση τε καὶ ἔχθραι βαρύταται γίγνονται·
アテナイ人:というのも、互いに呪いをかけ合って呪詛し合い、また醜い言葉によって互いに女性のような不名誉な悪評を浴びせ合うことから、最初は言葉という軽い事柄から始まりながら、実際には極めて重い憎しみや敵対関係が生じるからである。
πράγματι γὰρ ἀχαρίστῳ, θυμῷ, χαριζόμενος ὁ λέγων, ἐμπιμπλὰς ὀργὴν κακῶν ἑστιαμάτων, ὅσον ὑπὸ παιδείας ἡμερώθη ποτέ, πάλιν ἐξαγριῶν τῆς ψυχῆς τὸ τοιοῦτον, θηριούμενος ἐν δυσκολίᾳ ζῶν γίγνεται, πικρὰν τοῦ θυμοῦ χάριν ἀποδεχόμενος.
なぜなら、話す者は怒りという喜ばしくないものに迎合し、悪しきごちそうによって憤怒を満たし、教育によってかつてどれほど飼い慣らされたにせよ、魂のそのような野生的な部分を再び獰猛にさせ、苦い怒りの喜びを受け入れながら、気難しさの中で生きる獣のような者となってしまうからである。
μετεκβαίνειν δὲ αὖ πως εἰώθασιν πάντες θαμὰ ἐν τοῖς τοιούτοις εἰς τό τι γελοῖον περὶ τοῦ ἐναντίου φθέγγεσθαι·
そしてまた、誰もがしばしば次のように移行する傾向がある。 すなわち、このような状況において、対立する相手について何かしら滑稽なことを言うことへと。
ὅ τις ἐθιζόμενος οὐδεὶς πώποτε ὃς οὐ τοῦ σπουδαίου τρόπου ἤτοι τὸ παράπαν διήμαρτεν ἢ μεγαλονοίας ἀπώλεσεν μέρη πολλά.
これを習慣とする者は、かつて真面目な人格から完全に外れるか、あるいは気高き精神の大部分を失わなかった者は一人もいない。
ὧν δὴ χάριν ἐν μὲν ἱερῷ τὸ παράπαν μηδεὶς τοιοῦτον φθέγξηται μηδέποτε μηδὲν μηδʼ ἔν τισι δημοτελέσι θυσίαις, μηδʼ αὖ ἐν ἄθλοις μηδʼ ἐν ἀγορᾷ μηδʼ ἐν δικαστηρίῳ μηδʼ ἐν συλλόγῳ κοινῷ μηδενί·
まさにこれらの理由から、神殿においては完全に誰も、決してこのようなことをいかなることも口にしてはならず、また公的な犠牲祭においても、あるいは競技会や市場、法廷、いかなる公の集まりにおいても同様である。
κολαζέτω δὲ ὁ τούτων ἄρχων ἕκαστος ἀνατί, ἢ μηδέποτʼ ἀριστείων πέρι φιλονικήσῃ, νόμων ὡς οὐ κηδόμενος οὐδὲ ποιῶν τὰ προσταχθέντα ὑπὸ τοῦ νομοθέτου.
そして、これらの場所のそれぞれの役人は、自らが処罰されることなく違反者を処罰せよ。 さもなければ、彼は決して名誉の賞を求めて競うことができないものとせよ。 法律を顧みず、立法者によって命じられたことを実行していない者として。
ἐὰν δέ τις ἐν ἄλλοις τόποις λοιδορίας ἄρχων ἢ ἀμυνόμενος ὁστισοῦν μὴ ἀπέχηται τῶν τοιούτων λόγων, ὁ προστυγχάνων πρεσβύτερος ὢν τῷ νόμῳ ἀμυνέτω, πληγαῖς ἐξείργων τοὺς θυμῷ, ἑτέρῳ κακῷ, φιλοφρονουμένους, ἢ ἐνεχέσθω τῇ τεταγμένῃ ζημίᾳ.
しかし、もし他の場所において、口論を始めるか、あるいはそれに応酬する者として、誰であれそのような言葉を慎まないならば、その場に居合わせた年長の者が法律を擁護すべきであり、怒りというもう一つの悪に耽っている者たちを、殴打することによって制止せよ。 さもなければ、その年長の者自身が定められた罰金に服さねばならない。
λέγομεν δὴ τὰ νῦν ὡς λοιδορίαις συμπλεκόμενος ἄνευ τοῦ γελοῖα ζητεῖν λέγειν οὐ δυνατός ἐστιν χρῆσθαι, καὶ τοῦτο λοιδοροῦμεν, ὁπόταν θυμῷ γιγνόμενον ᾖ·
さて、我々は今、口論に巻き込まれる者は、滑稽なことを言おうと努めることなしにそれを用いることは不可能であると述べており、これが怒りから生じる場合、我々はこれを非難する。
τί δὲ δή;
では、これはどうだろうか。
τὴν τῶν κωμῳδῶν προθυμίαν τοῦ γελοῖα εἰς τοὺς ἀνθρώπους λέγειν ἦ παραδεχόμεθα, ἐὰν ἄνευ θυμοῦ τὸ τοιοῦτον ἡμῖν τοὺς πολίτας ἐπιχειρῶσιν κωμῳδοῦντες λέγειν;
人々に対して滑稽なことを言おうとする喜劇作家たちの熱意を、我々は認めるべきだろうか、もし彼らが怒りなしに、我々の市民を喜劇的に風刺してそのようなことを言おうと試みるならば。
ἢ διαλάβωμεν δίχα τῷ παίζειν καὶ μή, καὶ παίζοντι μὲν ἐξέστω τινὶ περί του λέγειν γελοῖον ἄνευ θυμοῦ, συντεταμένῳ δὲ καὶ μετὰ θυμοῦ, καθάπερ εἴπομεν, μὴ ἐξέστω μηδενί;
あるいは、ふざけて行うこととそうでないことの二つに区分し、ふざけている者には、怒りなしに誰かについて滑稽なことを言うのを許し、真剣に、かつ怒りをもってそうすることは、先に言ったように誰にも許されないとすべきだろうか。
τοῦτο μὲν οὖν οὐδαμῶς ἀναθετέον, ᾧ ἐξέστω καὶ μὴ δέ, τοῦτο νομοθετησώμεθα.
このこと(真剣に怒りをもって誹謗すること)は決して許してはならない。 では、誰にそれが許され、誰に許されないのかを法律に制定しよう。
§11.936ΑΘ. ποιητῇ δὴ κωμῳδίας ἤ τινος ἰάμβων ἢ μουσῶν μελῳδίας μὴ ἐξέστω μήτε λόγῳ μήτε εἰκόνι, μήτε θυμῷ μήτε ἄνευ θυμοῦ, μηδαμῶς μηδένα τῶν πολιτῶν κωμῳδεῖν·
アテナイ人:喜劇、または何らかのイアンボス詩、あるいはミューズたちの歌の詩人には、言葉によっても模倣によっても、怒りをもっても怒りなしでも、いかなる方法でも市民の誰も喜劇的に風刺することを許してはならない。
ἐὰν δέ τις ἀπειθῇ, τοὺς ἀθλοθέτας ἐξείργειν ἐκ τῆς χώρας τὸ παράπαν αὐθημερόν, ἢ ζημιοῦσθαι μναῖς τρισὶν ἱεραῖς τοῦ θεοῦ οὗ ἂν ἀγὼν ᾖ.
もし誰かがこれに従わないならば、競技監督官たちは、その日のうちに彼を完全に国外へ即刻追放せねばならず、さもなければ、その競技会が捧げられている神に属する神聖な三ミナの罰金を科されるものとする。
οἷς δʼ εἴρηται πρότερον ἐξουσίαν εἶναι περί του ποιεῖν, εἰς ἀλλήλους τούτοις ἄνευ θυμοῦ μὲν μετὰ παιδιᾶς ἐξέστω, σπουδῇ δὲ ἅμα καὶ θυμουμένοισιν μὴ ἐξέστω.
しかし、誰かについて詩を作る権限があると以前に述べられた人々については、互いに対して、怒りなしに戯れをもってすることは許されるが、真剣に、かつ怒りながらすることは許されない。
τούτου δὴ διάγνωσις ἐπιτετράφθω τῷ τῆς παιδεύσεως ὅλης ἐπιμελητῇ τῶν νέων·
このことの判定は、全教育の監督官である若者の指導者に委ねられるべきである。
καὶ ὃ μὲν ἂν οὗτος ἐγκρίνῃ, προφέρειν εἰς τὸ μέσον ἐξέστω τῷ ποιήσαντι, ὃ δʼ ἂν ἀποκρίνῃ, μήτε αὐτὸς ἐπιδεικνύσθω μηδενὶ μήτε ἄλλον δοῦλον μήτε ἐλεύθερόν ποτε φανῇ διδάξας, ἢ κακὸς εἶναι δοξαζέσθω καὶ ἀπειθὴς τοῖς νόμοις.
そして、彼が承認したものは、作者が公の場に持ち出すことが許される。 しかし、彼が却下したものは、自ら誰にも示してはならず、また他の奴隷や自由人に決して教えたことが発覚してはならない。 さもなければ、卑劣な者であり法律に従わない者とみなされるべきである。
οἰκτρὸς δʼ οὐχ ὁ πεινῶν ἤ τι τοιοῦτον πάσχων, ἀλλʼ ὁ σωφρονῶν ἤ τινα ἀρετὴν ἢ μέρος ἔχων ταύτης, ἄν τινα συμφορὰν πρὸς τούτοις κεκτῆται·
哀れむべきなのは、飢えている者やそれに類する苦痛を被っている者ではなく、思慮分別や何らかの徳、あるいは徳の一部を持ちながら、これらに加えてさらに何らかの災難を被っている者である。
διὸ θαυμαστὸν ἂν γένοιτο εἴ τις ὢν τοιοῦτος ἀμεληθείη τὸ παράπαν, ὥστʼ εἰς πτωχείαν τὴν ἐσχάτην ἐλθεῖν, δοῦλος ἢ καὶ ἐλεύθερος, ἐν οἰκουμένῃ καὶ μετρίως πολιτείᾳ τε καὶ πόλει.
それゆえ、そのような人が完全に無視され、極限の貧困に至るほどになることが、適切に秩序づけられた国政とポリスにおいてあるならば、それは驚くべきことである。
διὸ τῷ νομοθέτῃ θεῖναι νόμον ἀσφαλὲς τοιούτοις τοιόνδε τινά·
それゆえ、立法者がそのような人々に対して、次のような安全な法律を定めることは当然である。
Πτωχὸς μηδεὶς ἡμῖν ἐν τῇ πόλει γιγνέσθω, τοιοῦτον δʼ ἄν τις ἐπιχειρῇ δρᾶν, εὐχαῖς βίον ἀνηνύτοις συλλεγόμενος, ἐκ μὲν ἀγορᾶς ἀγορανόμοι ἐξειργόντων αὐτόν, ἐκ δὲ τοῦ ἄστεος ἡ τῶν ἀστυνόμων ἀρχή, ἀγρονόμοι δὲ ἐκ τῆς ἄλλης χώρας εἰς τὴν ὑπερορίαν ἐκπεμπόντων, ὅπως ἡ χώρα τοῦ τοιούτου ζῴου καθαρὰ γίγνηται τὸ παράπαν.
「我々のポリスにおいては、誰も物乞いになってはならない。 もし誰かがそのようなことを企て、果てしない嘆願によって生計を集めようとするなら、市場からは市場監督官が彼を排除し、市街地からは市街監督官の当局が、そして地方からは地方監督官が国境の外へと彼を追い出し、この国がそのような生き物から完全に清浄に保たれるようにせよ。
δοῦλος δʼ ἂν ἢ δούλη βλάψῃ τῶν ἀλλοτρίων καὶ ὁτιοῦν, μὴ συναιτίου τοῦ βλαβέντος αὐτοῦ γενομένου κατʼ ἀπειρίαν ἤ τινʼ ἑτέραν χρείαν μὴ σώφρονα, ὁ τοῦ βλάψαντος δεσπότης ἢ τὴν βλάβην ἐξιάσθω μὴ ἐνδεῶς, ἢ τὸν βλάψαντʼ αὐτὸν παραδότω·
」もし男の奴隷、あるいは女の奴隷が、他人の所有物のいずれかを害した場合、害された者自身が、経験不足や何か他の不謹慎な必要性によって、その損害の共同責任者になっていなかったのであれば、害を与えた奴隷の主人は、その損害を十分に賠償するか、あるいは害を与えた奴隷自身を引き渡さなければならない。
ἐὰν δʼ ἐπαιτιώμενος ὁ δεσπότης κοινῇ τοῦ βλάψαντος τέχνῃ καὶ τοῦ βλαβέντος ἐπʼ ἀποστερήσει φῇ τοῦ δούλου γεγονέναι τὴν αἰτίαν, διαδικαζέσθω μὲν κακοτεχνιῶν τῷ φάσκοντι βλαβῆναι, καὶ ἐὰν ἕλῃ, διπλασίαν τῆς ἀξίας τοῦ δούλου κομιζέσθω ἧς ἂν τιμήσῃ τὸ δικαστήριον, ἐὰν δὲ ἡττηθῇ, τήν τε βλάβην ἐξιάσθω καὶ τὸν δοῦλον παραδότω.
しかし、もし主人が、害を与えた奴隷と害された者が共謀して、奴隷を奪い取る(損失させる)目的でこの告訴を引き起こしたのだと非難して主張するなら、損害を受けたと主張する者に対して「悪だくみ」の裁判を起こすべきである。 そしてもし勝訴するなら、法廷が査定したその奴隷の価値の二倍を受け取るものとし、もし敗訴するなら、損害を賠償し、かつその奴隷を引き渡さねばならない。
καὶ ἐὰν ὑποζύγιον ἢ ἵππος ἢ κύων ἤ τι τῶν ἄλλων θρεμμάτων σίνηταί τι τῶν πέλας, κατὰ ταὐτὰ ἐκτίνειν τὴν βλάβην.
また、荷役獣、馬、犬、あるいは他の家畜のいずれかが、隣人のいずれかのものを害した場合も、同様にその損害を賠償しなければならない。