Humanitext Reader

柏拉图 · 法律篇 §11.935-11.936

禁止诽谤与乞讨以及奴隶与牲畜损害赔偿法

第 169 段,共 186 段 · 希腊语

内容简介

雅典来客制定了禁止私人诽谤和公共辱骂的法律,严格限制喜剧诗人嘲讽市民。此外,他提出了禁止乞讨的法令以确保有德行的困穷者不被忽视,并规定了奴隶或牲畜造成他人财产损失时的赔偿责任和诉讼程序。

§11.935ΑΘ. ἐκ γὰρ τοῦ κατεύχεσθαί τε ἀλλήλοις ἐπαρωμένους καὶ διʼ αἰσχρῶν ὀνομάτων ἐπιφέρειν γυναικείους ἑαυτοῖς φήμας, πρῶτον μὲν ἐκ λόγων, κούφου πράγματος, ἔργῳ μίση τε καὶ ἔχθραι βαρύταται γίγνονται·
雅典来客:因为从互相诅咒、用肮脏的言语给彼此带来女性般的恶名开始,起初源于言语这一轻微的事物,但在实际行动中,却会产生极重大的仇恨和敌对。
πράγματι γὰρ ἀχαρίστῳ, θυμῷ, χαριζόμενος ὁ λέγων, ἐμπιμπλὰς ὀργὴν κακῶν ἑστιαμάτων, ὅσον ὑπὸ παιδείας ἡμερώθη ποτέ, πάλιν ἐξαγριῶν τῆς ψυχῆς τὸ τοιοῦτον, θηριούμενος ἐν δυσκολίᾳ ζῶν γίγνεται, πικρὰν τοῦ θυμοῦ χάριν ἀποδεχόμενος.
因为说话者在迎合愤怒这一令人不快的事物时,用恶劣的盛宴填满他的愤怒,使那曾经通过教育被驯化的灵魂部分再次变得野蛮,他变得在暴躁中生活并如同野兽,从愤怒中接受苦涩的恩惠。
μετεκβαίνειν δὲ αὖ πως εἰώθασιν πάντες θαμὰ ἐν τοῖς τοιούτοις εἰς τό τι γελοῖον περὶ τοῦ ἐναντίου φθέγγεσθαι· ὅ τις ἐθιζόμενος οὐδεὶς πώποτε ὃς οὐ τοῦ σπουδαίου τρόπου ἤτοι τὸ παράπαν διήμαρτεν ἢ μεγαλονοίας ἀπώλεσεν μέρη πολλά.
而且,大家也往往在这种情况下频繁转向对对手说些滑稽的话;任何习惯于此的人,从来没有不完全偏离严肃的品格,或者失去高贵精神的很大一部分的。
ὧν δὴ χάριν ἐν μὲν ἱερῷ τὸ παράπαν μηδεὶς τοιοῦτον φθέγξηται μηδέποτε μηδὲν μηδʼ ἔν τισι δημοτελέσι θυσίαις, μηδʼ αὖ ἐν ἄθλοις μηδʼ ἐν ἀγορᾷ μηδʼ ἐν δικαστηρίῳ μηδʼ ἐν συλλόγῳ κοινῷ μηδενί·
正是因为这些,在神殿中完全不许任何人说任何此类的话,在任何公祭中、在竞技会中、在市场中、在法庭中,以及在任何公共集会中也同样不许。
κολαζέτω δὲ ὁ τούτων ἄρχων ἕκαστος ἀνατί, ἢ μηδέποτʼ ἀριστείων πέρι φιλονικήσῃ, νόμων ὡς οὐ κηδόμενος οὐδὲ ποιῶν τὰ προσταχθέντα ὑπὸ τοῦ νομοθέτου.
让管理这些场所的每个官员在免受处罚的情况下惩罚违反者,否则他永远不得争夺英勇的奖赏,因为他被视为不关怀法律,也不执行立法者所命令的事。
ἐὰν δέ τις ἐν ἄλλοις τόποις λοιδορίας ἄρχων ἢ ἀμυνόμενος ὁστισοῦν μὴ ἀπέχηται τῶν τοιούτων λόγων, ὁ προστυγχάνων πρεσβύτερος ὢν τῷ νόμῳ ἀμυνέτω, πληγαῖς ἐξείργων τοὺς θυμῷ, ἑτέρῳ κακῷ, φιλοφρονουμένους, ἢ ἐνεχέσθω τῇ τεταγμένῃ ζημίᾳ.
但如果有人在其他地方,无论是挑起辱骂还是自卫,不克制使用此类言语,任何在场的年长者都应当维护法律,用鞭打驱逐那些耽溺于愤怒这一另一种恶行的人,否则该年长者自身应当承担规定的罚金。
λέγομεν δὴ τὰ νῦν ὡς λοιδορίαις συμπλεκόμενος ἄνευ τοῦ γελοῖα ζητεῖν λέγειν οὐ δυνατός ἐστιν χρῆσθαι, καὶ τοῦτο λοιδοροῦμεν, ὁπόταν θυμῷ γιγνόμενον ᾖ·
我们现在是说,纠缠于辱骂中的人,不可能不力图说一些滑稽的话,而当这是由愤怒引起的时候,我们对此表示谴责。
τί δὲ δή;
那么,这又如何呢?
τὴν τῶν κωμῳδῶν προθυμίαν τοῦ γελοῖα εἰς τοὺς ἀνθρώπους λέγειν ἦ παραδεχόμεθα, ἐὰν ἄνευ θυμοῦ τὸ τοιοῦτον ἡμῖν τοὺς πολίτας ἐπιχειρῶσιν κωμῳδοῦντες λέγειν;
如果喜剧作家在没有愤怒的情况下,企图通过讽刺市民来对我们说这样的话,我们是否接受他们对人们说滑稽话的热情呢?
ἢ διαλάβωμεν δίχα τῷ παίζειν καὶ μή, καὶ παίζοντι μὲν ἐξέστω τινὶ περί του λέγειν γελοῖον ἄνευ θυμοῦ, συντεταμένῳ δὲ καὶ μετὰ θυμοῦ, καθάπερ εἴπομεν, μὴ ἐξέστω μηδενί;
或者我们应当将其分为“开玩笑”和“不开玩笑”两类,允许开玩笑的人在没有愤怒的情况下对某人说滑稽的话,但对于严肃且带有愤怒的人,正如我们所说,任何人都不被允许?
τοῦτο μὲν οὖν οὐδαμῶς ἀναθετέον, ᾧ ἐξέστω καὶ μὴ δέ, τοῦτο νομοθετησώμεθα.
这后者是绝不能允许的;让我们立法规定谁被允许、谁不被允许。
§11.936ΑΘ. ποιητῇ δὴ κωμῳδίας ἤ τινος ἰάμβων ἢ μουσῶν μελῳδίας μὴ ἐξέστω μήτε λόγῳ μήτε εἰκόνι, μήτε θυμῷ μήτε ἄνευ θυμοῦ, μηδαμῶς μηδένα τῶν πολιτῶν κωμῳδεῖν·
雅典来客:喜剧作家,或任何雅姆比克诗、或缪斯之歌的作家,绝不被允许以言辞或形象,无论带有愤怒还是不带愤怒,以任何方式讽刺任何市民。
ἐὰν δέ τις ἀπειθῇ, τοὺς ἀθλοθέτας ἐξείργειν ἐκ τῆς χώρας τὸ παράπαν αὐθημερόν, ἢ ζημιοῦσθαι μναῖς τρισὶν ἱεραῖς τοῦ θεοῦ οὗ ἂν ἀγὼν ᾖ.
如果有人不服从,竞技裁判们应当在当天将其彻底驱逐出国境,否则他们将被处以三麦纳的神圣罚金,这笔罚金归属于举办竞技会的那个神。
οἷς δʼ εἴρηται πρότερον ἐξουσίαν εἶναι περί του ποιεῖν, εἰς ἀλλήλους τούτοις ἄνευ θυμοῦ μὲν μετὰ παιδιᾶς ἐξέστω, σπουδῇ δὲ ἅμα καὶ θυμουμένοισιν μὴ ἐξέστω.
但对于那些先前已被说有权对某人作诗的人,允许他们之间在没有愤怒且带有开玩笑性质的情况下这样做,但对于严肃且愤怒的人则不被允许。
τούτου δὴ διάγνωσις ἐπιτετράφθω τῷ τῆς παιδεύσεως ὅλης ἐπιμελητῇ τῶν νέων·
对此事的判定,应当委托给负责青年人全部教育的监督官。
καὶ ὃ μὲν ἂν οὗτος ἐγκρίνῃ, προφέρειν εἰς τὸ μέσον ἐξέστω τῷ ποιήσαντι, ὃ δʼ ἂν ἀποκρίνῃ, μήτε αὐτὸς ἐπιδεικνύσθω μηδενὶ μήτε ἄλλον δοῦλον μήτε ἐλεύθερόν ποτε φανῇ διδάξας, ἢ κακὸς εἶναι δοξαζέσθω καὶ ἀπειθὴς τοῖς νόμοις.
凡是他批准的,允许作者将其公诸于众,但他否决的,作者本人既不得向任何人展示,也不得被发现曾教给任何其他的奴隶或自由人,否则他将被视为恶劣之人且不服从法律。
οἰκτρὸς δʼ οὐχ ὁ πεινῶν ἤ τι τοιοῦτον πάσχων, ἀλλʼ ὁ σωφρονῶν ἤ τινα ἀρετὴν ἢ μέρος ἔχων ταύτης, ἄν τινα συμφορὰν πρὸς τούτοις κεκτῆται·
值得同情的不是挨饿或遭受类似痛苦的人,而是那些具有节制或某种美德、或美德的一部分,却在这些之外又遭遇灾祸的人。
διὸ θαυμαστὸν ἂν γένοιτο εἴ τις ὢν τοιοῦτος ἀμεληθείη τὸ παράπαν, ὥστʼ εἰς πτωχείαν τὴν ἐσχάτην ἐλθεῖν, δοῦλος ἢ καὶ ἐλεύθερος, ἐν οἰκουμένῃ καὶ μετρίως πολιτείᾳ τε καὶ πόλει.
因此,如果这样的人被完全忽视,以致陷入极度的贫困,无论是奴隶还是自由人,在管理得当的政体和城邦中,那将是令人震惊的。
διὸ τῷ νομοθέτῃ θεῖναι νόμον ἀσφαλὲς τοιούτοις τοιόνδε τινά·
因此,立法者为这样的人制定如下安全的法律是妥当的:“在我们的城邦里,任何人都不得成为乞丐。
Πτωχὸς μηδεὶς ἡμῖν ἐν τῇ πόλει γιγνέσθω, τοιοῦτον δʼ ἄν τις ἐπιχειρῇ δρᾶν, εὐχαῖς βίον ἀνηνύτοις συλλεγόμενος, ἐκ μὲν ἀγορᾶς ἀγορανόμοι ἐξειργόντων αὐτόν, ἐκ δὲ τοῦ ἄστεος ἡ τῶν ἀστυνόμων ἀρχή, ἀγρονόμοι δὲ ἐκ τῆς ἄλλης χώρας εἰς τὴν ὑπερορίαν ἐκπεμπόντων, ὅπως ἡ χώρα τοῦ τοιούτου ζῴου καθαρὰ γίγνηται τὸ παράπαν.
如果有人企图做这样的事,靠着无休止的祈求来谋生,市场监督官应当将其驱逐出市场,市街监督官的权力机构将其驱逐出市区,地方监督官将其从其他地方驱逐出国境,以便这个国家能够彻底清除这种生物。
δοῦλος δʼ ἂν ἢ δούλη βλάψῃ τῶν ἀλλοτρίων καὶ ὁτιοῦν, μὴ συναιτίου τοῦ βλαβέντος αὐτοῦ γενομένου κατʼ ἀπειρίαν ἤ τινʼ ἑτέραν χρείαν μὴ σώφρονα, ὁ τοῦ βλάψαντος δεσπότης ἢ τὴν βλάβην ἐξιάσθω μὴ ἐνδεῶς, ἢ τὸν βλάψαντʼ αὐτὸν παραδότω·
” 如果男奴或女奴损坏了属于他人的任何财产,而受损者本人并非因缺乏经验或某种其他不理智的需要而成为该损毁的共同责任人,则损毁者的主人应当足额赔偿损失,或者交出损毁者本人。
ἐὰν δʼ ἐπαιτιώμενος ὁ δεσπότης κοινῇ τοῦ βλάψαντος τέχνῃ καὶ τοῦ βλαβέντος ἐπʼ ἀποστερήσει φῇ τοῦ δούλου γεγονέναι τὴν αἰτίαν, διαδικαζέσθω μὲν κακοτεχνιῶν τῷ φάσκοντι βλαβῆναι, καὶ ἐὰν ἕλῃ, διπλασίαν τῆς ἀξίας τοῦ δούλου κομιζέσθω ἧς ἂν τιμήσῃ τὸ δικαστήριον, ἐὰν δὲ ἡττηθῇ, τήν τε βλάβην ἐξιάσθω καὶ τὸν δοῦλον παραδότω.
但是,如果主人提出指控,称这一原因是由损坏财产的奴隶和受损者共同策划、以剥夺其奴隶为目的而发生的,则主人应当向声称受损的人提起诉讼,控告其恶意策划,如果他胜诉,他应当获得法庭评估的该奴隶价值的两倍,如果他败诉,他应当赔偿损失并交出奴隶。
καὶ ἐὰν ὑποζύγιον ἢ ἵππος ἢ κύων ἤ τι τῶν ἄλλων θρεμμάτων σίνηταί τι τῶν πέλας, κατὰ ταὐτὰ ἐκτίνειν τὴν βλάβην.
而如果是驮畜、马、狗或任何其他牲畜损坏了邻居的任何东西,应当按照同样的方式赔偿损失。

词汇与语法注释

  1. 935ἐκ γὰρ τοῦ κατεύχεσθαι — 属格冠词不定式短语 `τοῦ κατεύχεσθαι... ἐπιφέρειν` 作为前置词 `ἐκ` 的宾语。宾格分词 `ἐπαρωμένους` 修饰该不定式的隐含主语,呈现出某种不规则的吸引。这一复杂的介词短语为后面的主句 `γίγνονται`(主语为 `μίση τε καὶ ἔχθραι`)提供了因果关系的起点。
  2. 935bοὐδεὶς πώποτε ὃς οὐ — 双重否定(`οὐδεὶς... οὐ`)表示强烈的肯定,意为“从未有不……的人”,即“所有人必然都……”。句首的 `ὅ τις ἐθιζόμενος`(任何习惯于此的人)在实质上充当了该结果从句的主语。
  3. 936dἐπʼ ἀποστερήσει φῇ τοῦ δούλου γεγονέναι τὴν αἰτίαν — 由动词 `φῇ`(“声称”)引导的间接引语宾格加不定式结构(宾格主语 `τὴν αἰτίαν` + 不定式 `γεγονέναι`)。`τοῦ δούλου` 是修饰名词 `ἀποστερήσει`(“剥夺”)的宾格性属格,共同构成“主张其原因是为了剥夺该奴隶而发生的”这一逻辑链条。

引用这一段

柏拉图, 法律篇 §11.935-11.936. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:11.935-11.936

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。