§11.925ΑΘ. ὡσαύτως δὲ τὸ γένος ἀεὶ πορευέσθω κατʼ ἀγχιστείαν, ἐάν τις παῖδας θηλείας καταλείπῃ, διʼ ἀδελφῶν τε καὶ ἀδελφιδῶν ἐπανιόν, ἔμπροσθε μὲν τῶν ἀρρένων, ὕστερον δὲ θηλειῶν ἑνὶ γένει.
アテナイ人:同様に、誰かが女子の子供を残して死ぬ場合、系統は常に親族関係の近さに従って辿られるべきである。 それは兄弟やその子供たちをさかのぼり、一家族ごとに、男子が優先され、女子はその後になる。
τὴν δὲ τούτων γάμου χρόνου συμμετρίαν τε καὶ ἀμετρίαν ὁ δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς θηλείας·
彼らの結婚の時期の適当か不適当かについては、裁判官が、男子は裸の状態で、女子は臍まで裸の状態で観察しながら、考察して判断せよ。
ἐὰν δὲ τοῖς οἰκείοις ἀπορία συγγενῶν ᾖ μέχρι μὲν ἀδελφοῦ ὑιδῶν, μέχρι δὲ πάππου παίδων ὡσαύτως, τῶν ἄλλων ὅντινʼ ἂν ἡ παῖς μετʼ ἐπιτρόπων αἱρῆται τῶν πολιτῶν ἑκούσιον ἑκουσία, κληρονόμος γιγνέσθω τοῦ τελευτήσαντος καὶ τῆς θυγατρὸς νυμφίος.
もし身内の中に、兄弟の息子に至るまで、また同様に祖父の子に至るまで、親族の不足があるならば、その娘が後見人たちとともに、他の市民の中から互いの合意のもとに選ぶ者の誰であれ、その者が亡くなった者の相続人となり、その娘の花婿となるものとする。
ἔτι δὲ πολλὰ πολλῶν καὶ πλείων ἀπορία τῶν τοιούτων γίγνοιτʼ ἂν ἔστιν ὅτʼ ἐν αὐτῇ τῇ πόλει·
さらに、このような状況における多くの人々のさらに大きな不足が、時にまさにこのポリスにおいて生じるかもしれない。
ἂν οὖν δή τις ἀπορουμένη τῶν αὐτόθεν ὁρᾷ τινα εἰς ἀποικίαν ἀπεσταλμένον, ᾖ δὲ κατὰ νοῦν αὐτῇ κληρονόμον ἐκεῖνον γίγνεσθαι τῶν τοῦ πατρός, ἐὰν μὲν συγγενὴς ᾖ, κατὰ τὴν τάξιν τοῦ νόμου ἐπὶ τὸν κλῆρον πορευέσθω, ἐὰν δὲ ἐκτὸς γένους, τῶν ἐν τῇ πόλει ὄντων ἔξω τῆς συγγενείας, κύριος ἔστω κατὰ τὴν τῶν ἐπιτρόπων καὶ τῆς παιδὸς τοῦ τελευτήσαντος αἵρεσιν γῆμαι καὶ τὸν κλῆρον ἐπανελθὼν οἴκαδε λαβεῖν τοῦ μὴ διαθεμένου.
もしそれゆえ、国内の親族を欠く娘が、植民市に送られた誰かを見て、その者が自分の父親の相続人となるのが自分にとって望ましいと思うなら、もしその者が親族であるなら、法律の定める順序に従ってその相続地へと赴くべし。 しかしもし親族関係の外にある者であるならば、後見人たちと亡くなった者の娘との選択に従って、帰国して、遺言を遺さなかった者の相続地を受け取り、彼女を娶る権利を持つものとする。
ἄπαις δὲ ἀρρένων τε καὶ θηλειῶν τὸ παράπαν ὃς ἂν μὴ διαθέμενος τελευτᾷ, τὰ μὲν ἄλλα περὶ τοῦ τοιούτου κατὰ τὸν ἔμπροσθεν ἐχέτω νόμον, θήλεια δὲ καὶ ἄρρην οἷον σύννομοι ἴτωσαν ἐκ τοῦ γένους εἰς τὸν ἐξηρημωμένον ἑκάστοτε οἶκον, ὧν ὁ κλῆρος γιγνέσθω κυρίως, ἀδελφὴ μὲν πρῶτον, ἀδελφοῦ δὲ θυγάτηρ δευτέρα, τρίτη δὲ ἔκγονος ἀδελφῆς, τετάρτη δὲ πατρὸς ἀδελφή, καὶ πέμπτη πατρὸς ἀδελφοῦ παῖς, ἕκτη δὲ ἀδελφῆς πατρὸς ἂν εἴη παῖς·
男子も女子もまったく子供を持たずに、遺言を遺さずに死ぬ者があるならば、そのようなケースについての他の事項は前述の法律に従うものとするが、女子と男子が一対の伴侶のようにして、その都度途絶えてしまった家へと親族の中から入るものとし、そのうち以下の者が法的に正当に相続地を獲得するものとする。 第一に姉妹、第二に兄弟の娘、第三に姉妹の娘、第四に父の姉妹、第五に父の兄弟の娘、第六に父の姉妹の娘とする。
συνοικίζειν δὲ ταύτας ἐκείνοις κατʼ ἀγχιστείαν καὶ θέμιν, ὡς ἔμπροσθεν ἐνομοθετήσαμεν.
そして、これらを、我々が前に立法したように、近親関係と法に従って、それらの男たちと共同で生活させるべきである。
μὴ δὴ λανθανέτω τὸ τῶν τοιούτων νόμων ἡμᾶς βάρος, ὡς χαλεπῶς ἔστιν ὅτε προστάττει τῷ τοῦ τελευτήσαντος κατὰ γένος οἰκείῳ γαμεῖν τὴν συγγενῆ, μὴ δοκεῖ δὲ σκοπεῖν ἃ μυρία ἐν ἀνθρώποις ἐμπόδια γίγνεται τοῖς τοιούτοις ἐπιτάγμασιν τοῦ μήτινα ἐθέλειν πείθεσθαι, πρότερον δὲ οὕστινας ὁτιοῦν ἂν βουληθῆναι παθεῖν, ὁπόταν ἢ σωμάτων νοσήματα καὶ πηρώσεις ἢ διανοίας ἔν τισιν τῶν ἐπιταττομένων γαμεῖν ἢ γαμεῖσθαι γίγνηται.
このような法律の重荷が我々に見過ごされてはならない。 それは、亡くなった者の血縁的な親族に対し、その親族の女性と結婚することを、時にいかに過酷に命じていることか。 そして、そのような命令に対して誰も従おうとしない原因となる、人間の中に生じる無数の障害を考慮していないように思われることか。 すなわち、誰も従おうとせず、それを命じられるよりはむしろいかなる目にあうことも望むこと、それは結婚することやされることを命じられた人々のうちに、肉体の病気や障害、あるいは精神の欠陥がある場合においてである。
τούτων δὴ μηδὲν φροντίζειν τάχʼ ἂν ὁ νομοθέτης δόξειέν τισιν, οὐκ ὀρθῶς δοκοῦν.
これらのことを立法者はまったく顧みていないと、ある人々には思われるかもしれないが、そのように思うのは正しくない。
§11.926ΑΘ. ἔστω τοίνυν εἰρημένον ὑπέρ τε νομοθέτου καὶ ὑπὲρ νομοθετουμένου σχεδὸν οἷον κοινὸν προοίμιον, συγγνώμην μὲν τῷ νομοθέτῃ τοὺς ἐπιταττομένους δεόμενον ἔχειν, ὅτι τῶν κοινῶν ἐπιμελούμενος οὐκ ἄν ποτε δύναιτο διοικεῖν ἅμα καὶ τὰς ἰδίας ἑκάστῳ γιγνομένας συμφοράς, συγγνώμην δʼ αὖ καὶ τοῖς νομοθετουμένοις, ὡς τὰ τοῦ νομοθετοῦντος εἰκότως ἐνίοτε οὐ δύνανται προστάγματα τελεῖν, ἃ μὴ γιγνώσκων προστάττει.
アテナイ人:それゆえ、立法者と、法を課される者双方のために、以下のような共通の序文が語られたとしよう。 それは、法を命じられる者たちが立法者に対して寛大さを持つよう求めるものであり、その理由は、公共の事柄に配慮する者が、個々の人に生じる私的な不幸を同時に処理することは決してできないからである。 他方、法を課される者たちに対してもまた寛大さを持つべきであり、それは彼らが、立法者が個別の事情を知らずに命じる命令を、当然ながら時に実行できないことがあるからである。
ΚΛ. τί δή τις οὖν, ὦ ξένε, δρῶν πρὸς τὰ τοιαῦτα ἐμμετρότατος ἂν εἴη;
クリーニアス:異邦人よ、では、このような事態に対してどのように行動すれば、最も適度であろうか。
ΑΘ. διαιτητάς, ὦ Κλεινία, τοῖς τοιούτοις νόμοις καὶ νομοθετουμένοις ἀναγκαῖον αἱρεῖσθαι.
アテナイ人:クリーニアスよ、このような法律と法を課される者たちのために、調停者を選定することが不可欠である。
ΚΛ. πῶς λέγεις;
クリーニアス:どういうことかね。
ΑΘ. ἔστιν ὅτε πλουσίου πατρὸς ἀδελφιδοῦς τὴν τοῦ θείου θυγατέρα ἑκὼν οὐκ ἂν ἐθέλοι λαμβάνειν, τρυφῶν καὶ ἐπὶ μείζοσι γάμοις τὴν διάνοιαν ἐπέχων·
アテナイ人:時に、裕福な父親の甥が、叔父の娘を自発的に娶ることを望まないことがある。 彼は贅沢に暮らしており、より大きな婚姻に心を奪われているからである。
ἔστιν δʼ ὅτε καὶ συμφορὰν τὴν μεγίστην τοῦ νομοθέτου προστάττοντος, ἀπειθεῖν ἀναγκάζοιτʼ ἂν τῷ νόμῳ, μαινόμενα κηδεύματα ἀναγκάζοντος λαμβάνειν ἢ δεινὰς ἄλλας σωμάτων ἢ ψυχῶν συμφοράς, ἃς ἀβίωτον ζῆν κεκτημένῳ.
また時に、立法者が命じることで、彼が狂気じみた縁組みや、その他肉体や魂のひどい不幸を背負い込むことを強いられ、そのような状態では生きるに値しない生を送ることになる場合、その法律に背くことを強いられる最大の不幸が生じることがある。
ὁ δὴ νῦν λόγος ἡμῖν περὶ τούτων ὅδε νόμος κείσθω·
そこで、これらに関する我々の現在の議論について、次の法律が定められるべきである。
ἐάν τινες ἄρα περὶ διαθήκης ἐγκαλῶσι τοῖς κειμένοις νόμοις, περί τε ἄλλων ὡντινωνοῦν καὶ δὴ καὶ περὶ γάμων, ἦ μὴν παρόντα καὶ ζῶντα αὐτὸν τὸν νομοθέτην μήποτʼ ἂν ἀναγκάσαι πράττειν οὕτω, μηδὲ γῆμαι μηδὲ γήμασθαι, τοὺς νῦν ἀναγκαζομένους ἑκάτερα δρᾶν, ὁ δέ τις τῶν οἰκείων ἤ τις ἐπίτροπος φῇ, διαιτητὰς φάναι καὶ πατέρας τοὺς πεντεκαίδεκα τῶν νομοφυλάκων καταλιπεῖν τοῖς ὀρφανοῖς καὶ ὀρφαναῖς τὸν νομοθέτην·
もし誰かが遺言に関して、あるいは他のいかなる事項に関しても、そして特に婚姻に関して、定められた法律に不満を抱き、「もし立法者自身がここに立ち会って生きているならば、現在そのいずれかを強いられている人々に対して、このように実行させたり、結婚させたり、結婚させられたりすることは決してなかったはずだ」と主張し、他方で、親族の一人や後見人の誰かがいや、そうすべきだと主張するなら、立法者は孤児たちのために、守法官たちのうち十五人を調停者および父親として残した、と言うべきである。
πρὸς οὓς ἐπανιόντες διαδικαζέσθων οἱ περί τινος τῶν τοιούτων ἀμφισβητοῦντες, κύρια τελοῦντες τὰ τούτων δόγματα.
これら守法官のもとに赴き、このような事柄について異議を唱える者たちは訴訟を行うべきであり、彼らの決定を有効なものとして履行すべきである。
ἂν δέ τῳ μείζων δύναμις ἐπανατίθεσθαι δοκῇ τοῖς νομοφύλαξιν, εἰς τὸ τῶν ἐκκρίτων δικαστῶν δικαστήριον εἰσάγων αὐτοὺς διαδικαζέσθω περὶ τῶν ἀμφισβητουμένων·
しかし、もし誰かにとって、守法官たちにこれほど大きな権限が委ねられていると思われるなら、選出された裁判官たちの裁判所へと彼らを導き、争点となっている事柄について訴訟を行うべきである。
τῷ δὲ ἡττηθέντι παρὰ τοῦ νομοθέτου ψόγος καὶ ὄνειδος κείσθω, πολλῶν χρημάτων νοῦν κεκτημένῳ ζημία βαρυτέρα.
そして、敗訴した者には、立法者からの非難と不名誉が科されるべきであり、これは理識ある者にとっては、多くの金銭よりも重い罰である。
νῦν δὴ τοῖς ὀρφανοῖς παισὶ γένεσις οἷον δευτέρα τις γίγνοιτʼ ἄν.
いまや、孤児となった子供たちにとって、いわば第二の誕生が生じることになる。
μετὰ μὲν οὖν τὴν πρώτην ἑκάστοις εἴρηνται τροφαὶ καὶ παιδεύσεις·
第一の誕生ののちには、それぞれの養育と教育についてすでに語られた。
μετὰ δὲ τὴν δευτέραν, ἔρημον πατέρων γενομένην, μηχανᾶσθαι δεῖ τίνα τρόπον ἡ τῆς ὀρφανίας τύχη τοῖς γενομένοις ὀρφανοῖς ὡς ἥκιστα ἔλεον ἕξει τῆς συμφορᾶς.
しかし、父親を失った状態での第二の誕生ののちには、孤児となった者たちにとって、孤児という境遇がその不幸についていかにして最も同情を必要としない形に済むか、その方法を考案しなければならない。
πρῶτον μὲν δή φαμεν νομοθετεῖν αὐτοῖς τοὺς νομοφύλακας ἀντὶ γεννητόρων πατέρας οὐ χείρους, καὶ δὴ καὶ καθʼ ἕκαστον ἐνιαυτὸν ὡς οἰκείων ἐπιμελεῖσθαι προστάττομεν, ἐμμελῆ τούτοις τε αὐτοῖς περὶ τροφῆς ὀρφανῶν προοιμιασάμενοι καὶ τοῖς ἐπιτρόποις.
まず第一に、我々は彼らのために、守法官たちを実の親に劣らない父親として規定し、さらに毎年、彼らを身内の者のように配慮することを命じる。 これら守法官自身および後見人たちに対して、孤児の養育に関して適切な序文を前もって語った上で。