§11.924ΑΘ. ἐὰν δὲ ὑός τῳ τελευτήσῃ παῖς ὤν, πρὶν εἰς ἄνδρας δυνατὸς εἶναι τελεῖν, εἴτε γεννητὸς ὢν εἴτε ποιητός, γραφέτω καὶ περὶ τῆς τοιαύτης τύχης ὁ τὴν διαθήκην γράφων τίνα χρὴ παῖδα αὐτῷ δεύτερον ἐπὶ τύχαις ἀμείνοσιν γίγνεσθαι.
アテナイ人:しかし、もし誰かの息子が子供のまま、成人として登録される能力を持つ前に、それが実子であれ養子であれ死んでしまうなら、遺言書を書く者は、このような事態に備えて、より良き運命のもとで第二の子供として誰が自分のために立つべきであるかを記載せよ。
ἐὰν δέ τις ἄπαις ὢν τὸ παράπαν διαθήκην γράφῃ, τὸ τῆς ἐπικτήτου δεκατημόριον ἐξελόμενος, ἐὰν ἐθέλῃ τῳ δωρεῖσθαι, δωρείσθω·
しかし、もし誰かがまったく子供がいない状態で遺言書を書くならば、追加の獲得財産の十分の一を取り分け、もしそれを誰かに贈与したいならば贈与するがよい。
τὰ δὲ ἄλλα παραδιδοὺς πάντα τῷ ποιηθέντι ἄμεμπτος ἵλεων ὑὸν αὐτὸν ποιείσθω σὺν νόμῳ.
そしてそれ以外のすべての財産を引き渡し、養子となった者を非難のないよう、慈しみをもって法に従って自分の息子とするがよい。
ᾧ δʼ ἂν ἐπιτρόπων οἱ παῖδες δέωνται, ἐὰν μὲν διαθέμενος τελευτᾷ καὶ γράψας ἐπιτρόπους τοῖς παισὶν ἑκόντας τε καὶ ὁμολογοῦντας ἐπιτροπεύσειν οὑστινασοῦν καὶ ὁπόσους ἂν ἐθέλῃ, κατὰ ταῦτα τὰ γραφέντα ἡ τῶν ἐπιτρόπων αἵρεσις γιγνέσθω κυρία·
子供たちが後見人を必要とする場合、もし遺言者が、子供たちのために、彼らが自発的であり、かつ後見人となることを同意しているような任意の人々を、自分が望むだけの人数、記載して死ぬならば、これら記載された内容に従って、後見人の選定は有効となるべきである。
ἐὰν δὲ ἢ τὸ παράπαν μὴ διαθέμενος τελευτήσῃ τις ἢ τῆς τῶν ἐπιτρόπων αἱρέσεως ἐλλιπής, ἐπιτρόπους εἶναι τοὺς ἐγγύτατα γένει πρὸς πατρὸς καὶ μητρὸς κυρίους, δύο μὲν πρὸς πατρός, δύο δὲ πρὸς μητρός, ἕνα δʼ ἐκ τῶν τοῦ τελευτήσαντος φίλων, τούτους δʼ οἱ νομοφύλακες καθιστάντων τῷ δεομένῳ τῶν ὀρφανῶν.
しかし、もし誰かがまったく遺言をせずに死ぬか、あるいは後見人の選定を欠いたまま死ぬならば、父方および母方の血統で最も近い親族(各二名:父方二名、母方二名)と、亡くなった者の友人のうちから一名が、正当な後見人となるべきである。 アンド、守法官たちがこれらを、後見人を必要とする孤児のために任命するべきである。
καὶ πάσης τῆς ἐπιτροπῆς καὶ τῶν ὀρφανῶν πεντεκαίδεκα τῶν νομοφυλάκων οἱ πρεσβύτατοι πάντων ἐπιμελείσθων ἀεὶ κατὰ πρέσβιν καὶ κατὰ τρεῖς διελόμενοι σφᾶς αὐτούς, κατʼ ἐνιαυτὸν τρεῖς καὶ κατʼ ἐνιαυτὸν ἄλλον ἕτεροι τρεῖς, ἕως ἂν αἱ πέντε περίοδοι γίγνωνται κύκλῳ·
そして、後見制度全体と孤児たちを、守法官たちのうち最も年長の十五人が、年功順に、また自分たちを三人ずつに分けて、常に監督すべきである。 毎年三名が、そして翌年には別の三名が、五つの周期が循環するまでこれを担当せよ。
καὶ τοῦτο ἐκλιπέτω μηδέποτε κατὰ δύναμιν.
アンドこの職務は、力の及ぶ限り決して絶えてはならない。
ὃς δʼ ἂν μηδὲν τὸ παράπαν διαθέμενος ἀποθάνῃ, παῖδας μὲν καταλιπὼν δεομένους ἐπιτροπῆς, τῶν αὐτῶν νόμων τούτων ἡ χρεία τῶν παίδων αὐτοῦ μετεχέτω·
しかし、もしまったく遺言を遺さずに死に、後見人を必要とする子供たちを遺したならば、その子供たちの必要は、これらの同じ法律の適用を受けるべきである。
θηλείας δὲ ἂν καταλείπῃ τις ἀπροσδοκήτῳ τύχῃ χρησάμενος, συγγνώμην τῷ τιθέντι τὸν νόμον ἐχέτω, ἐὰν τῶν τριῶν αὐτοῦ πρὸς τὰ δύο ἐπισκοπῶν τὴν ἔκδοσιν τῶν θυγατέρων ποιῆται, πρός τε τὴν τοῦ γένους ἀγχιστείαν καὶ τὴν τοῦ κλήρου σωτηρίαν, τὸ δὲ τρίτον, ὅπερ ἂν πατὴρ διασκέψαιτο, ἐξ ἁπάντων τῶν πολιτῶν βλέπων εἰς ἤθη τε καὶ τρόπους τὸν ἐπιτήδειον αὑτῷ μὲν ὑόν, νυμφίον δʼ εἶναι τῇ θυγατρί, τοῦτο δὲ παραλείπῃ διὰ τὴν ἀδύνατον σκέψιν.
しかし、不測の事態に遭遇して娘たちを残して逝く者があるならば、法を制定する者に対して寛大であってほしい。 もし彼が、娘たちの嫁ぎ先を決めるにあたって、三つの考慮事項のうち二つ(すなわち、家系の近親関係と相続地の保全)だけを考慮し、三つ目の事項、すなわち、父親であれば市民全体の中から人格や性格を見極めて、自分にとっては好ましい息子、娘にとっては花婿となるべき者を選ぶであろうが、そのような考慮を、調査の不可能性のゆえに省略したとしても。
νόμος τοίνυν εἰς δύναμιν ὅδε περὶ τῶν τοιούτων κείσθω·
そこで、そのようなケースに関して、可能な限りの次の法律が定められるべきである。
ἐὰν ὁ μὴ διαθέμενος θυγατέρας λείπῃ, τοῦδε ἀποθανόντος, ἀδελφὸς ὁμοπάτωρ ἢ ἄκληρος ὁμομήτριος ἐχέτω τὴν θυγατέρα καὶ τὸν κλῆρον τοῦ τελευτήσαντος·
もし遺言のない者が娘たちを残して死んだなら、その死後、同父の兄弟、あるいは相続地を持たない同母の兄弟が、その娘と亡くなった者の相続地を引き取るものとする。
ἐὰν δὲ μὴ ᾖ ἀδελφός, ἀδελφοῦ δὲ παῖς, ὡσαύτως, ἐὰν ἐν ἡλικίᾳ πρὸς ἀλλήλους ὦσιν·
もし兄弟がいないならば、同様に、彼らが互いに結婚に適した年齢であるならば、兄弟の息子が引き取るものとする。
ἐὰν δὲ μηδὲ εἷς τούτων, ἀδελφῆς δὲ παῖς ᾖ, κατὰ ταὐτά·
もしこれらの誰もいないならば、同様に、姉妹の息子とする。
τέταρτος δὲ πατρὸς ἀδελφός, πέμπτος δὲ τούτου παῖς, ἕκτος δὲ ἀδελφῆς πατρὸς ἔκγονος.
第四位は父の兄弟、第五位はその息子、第六位は父の姉妹の子孫とする。