Humanitext Reader

柏拉图 · 法律篇 §11.925-11.926

继承女的亲族婚姻位次与守法官调停

第 164 段,共 186 段 · 希腊语

内容简介

雅典来客规定了无遗嘱去世者留下女儿或无子嗣情况下的婚姻和份地继承顺序,并针对强迫性婚姻命令带来的种种现实阻碍,提出了由守法官担任调停人的解决机制,以及孤儿在“第二次诞生”后的抚养规定。

§11.925ΑΘ. ὡσαύτως δὲ τὸ γένος ἀεὶ πορευέσθω κατʼ ἀγχιστείαν, ἐάν τις παῖδας θηλείας καταλείπῃ, διʼ ἀδελφῶν τε καὶ ἀδελφιδῶν ἐπανιόν, ἔμπροσθε μὲν τῶν ἀρρένων, ὕστερον δὲ θηλειῶν ἑνὶ γένει.
雅典来客:同样地,如果有人留下了女儿,家族谱系应当始终按照血缘亲近关系来延续,追溯至兄弟及其子女,在同一个亲属等级中,男子优先,女子在后。
τὴν δὲ τούτων γάμου χρόνου συμμετρίαν τε καὶ ἀμετρίαν ὁ δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς θηλείας·
关于他们结婚年龄的合适与否,法官在观察时,男子应赤裸,女子应裸露至肚脐,以此进行考察和判定。
ἐὰν δὲ τοῖς οἰκείοις ἀπορία συγγενῶν ᾖ μέχρι μὲν ἀδελφοῦ ὑιδῶν, μέχρι δὲ πάππου παίδων ὡσαύτως, τῶν ἄλλων ὅντινʼ ἂν ἡ παῖς μετʼ ἐπιτρόπων αἱρῆται τῶν πολιτῶν ἑκούσιον ἑκουσία, κληρονόμος γιγνέσθω τοῦ τελευτήσαντος καὶ τῆς θυγατρὸς νυμφίος.
如果在近亲中,直到兄弟的孙子,或同样直到祖父的子女,都出现了亲属匮乏,那么只要该女孩与她的监护人们一起,在其他市民中双方自愿选择某人,该人便可成为死者的继承人并娶该女儿为妻。
ἔτι δὲ πολλὰ πολλῶν καὶ πλείων ἀπορία τῶν τοιούτων γίγνοιτʼ ἂν ἔστιν ὅτʼ ἐν αὐτῇ τῇ πόλει·
此外,在这种情况下,在城邦内部有时可能会出现更多、更严重的亲属匮乏。
ἂν οὖν δή τις ἀπορουμένη τῶν αὐτόθεν ὁρᾷ τινα εἰς ἀποικίαν ἀπεσταλμένον, ᾖ δὲ κατὰ νοῦν αὐτῇ κληρονόμον ἐκεῖνον γίγνεσθαι τῶν τοῦ πατρός, ἐὰν μὲν συγγενὴς ᾖ, κατὰ τὴν τάξιν τοῦ νόμου ἐπὶ τὸν κλῆρον πορευέσθω, ἐὰν δὲ ἐκτὸς γένους, τῶν ἐν τῇ πόλει ὄντων ἔξω τῆς συγγενείας, κύριος ἔστω κατὰ τὴν τῶν ἐπιτρόπων καὶ τῆς παιδὸς τοῦ τελευτήσαντος αἵρεσιν γῆμαι καὶ τὸν κλῆρον ἐπανελθὼν οἴκαδε λαβεῖν τοῦ μὴ διαθεμένου.
因此,如果某个在本地缺乏亲属的女孩,看到某个被派往殖民地的人,并且她心仪让那个人成为她父亲财产的继承人,若那人确实是亲属,则他应当按照法律的顺序去继承份地;但若是在家族之外,即属于城邦中亲属关系以外的人,则应当依监护人们和死者女儿的选择,有权回乡娶她,并继承未立遗嘱者的份地。
ἄπαις δὲ ἀρρένων τε καὶ θηλειῶν τὸ παράπαν ὃς ἂν μὴ διαθέμενος τελευτᾷ, τὰ μὲν ἄλλα περὶ τοῦ τοιούτου κατὰ τὸν ἔμπροσθεν ἐχέτω νόμον, θήλεια δὲ καὶ ἄρρην οἷον σύννομοι ἴτωσαν ἐκ τοῦ γένους εἰς τὸν ἐξηρημωμένον ἑκάστοτε οἶκον, ὧν ὁ κλῆρος γιγνέσθω κυρίως, ἀδελφὴ μὲν πρῶτον, ἀδελφοῦ δὲ θυγάτηρ δευτέρα, τρίτη δὲ ἔκγονος ἀδελφῆς, τετάρτη δὲ πατρὸς ἀδελφή, καὶ πέμπτη πατρὸς ἀδελφοῦ παῖς, ἕκτη δὲ ἀδελφῆς πατρὸς ἂν εἴη παῖς·
至于在完全没有留下子女(无论男女)的情况下去世且未立遗嘱者,关于此人的其他事项应当依照前述法律办理,但应当有一女一男,犹如伴侣一般,从家族中进入每次空置的家屋,他们的份地应当合法地属于:第一顺位为姐妹,第二为兄弟的女儿,第三为姐妹的女儿,第四为父亲的姐妹,第五为父亲兄弟的女儿,第六为父亲姐妹的女儿。
συνοικίζειν δὲ ταύτας ἐκείνοις κατʼ ἀγχιστείαν καὶ θέμιν, ὡς ἔμπροσθεν ἐνομοθετήσαμεν.
应当根据血缘亲近和神法,将这些女子与那些男子结合,正如我们之前所立的法律。
μὴ δὴ λανθανέτω τὸ τῶν τοιούτων νόμων ἡμᾶς βάρος, ὡς χαλεπῶς ἔστιν ὅτε προστάττει τῷ τοῦ τελευτήσαντος κατὰ γένος οἰκείῳ γαμεῖν τὴν συγγενῆ, μὴ δοκεῖ δὲ σκοπεῖν ἃ μυρία ἐν ἀνθρώποις ἐμπόδια γίγνεται τοῖς τοιούτοις ἐπιτάγμασιν τοῦ μήτινα ἐθέλειν πείθεσθαι, πρότερον δὲ οὕστινας ὁτιοῦν ἂν βουληθῆναι παθεῖν, ὁπόταν ἢ σωμάτων νοσήματα καὶ πηρώσεις ἢ διανοίας ἔν τισιν τῶν ἐπιταττομένων γαμεῖν ἢ γαμεῖσθαι γίγνηται.
千万不要忽视这类法律的沉重负担,它有时强行命令死者的血亲与他的女亲属结婚,这显得是多么严苛,而它似乎没有考虑到人类中会产生无数阻碍这类命令的因素,以至于没有人愿意服从,反而宁愿遭受任何痛苦。 这往往发生在被命令结婚或被娶的人当中,有人身体患有疾病、残疾,或者精神有缺陷的时候。
τούτων δὴ μηδὲν φροντίζειν τάχʼ ἂν ὁ νομοθέτης δόξειέν τισιν, οὐκ ὀρθῶς δοκοῦν.
有些人可能会认为立法者完全不考虑这些,但这种看法是不正确的。
§11.926ΑΘ. ἔστω τοίνυν εἰρημένον ὑπέρ τε νομοθέτου καὶ ὑπὲρ νομοθετουμένου σχεδὸν οἷον κοινὸν προοίμιον, συγγνώμην μὲν τῷ νομοθέτῃ τοὺς ἐπιταττομένους δεόμενον ἔχειν, ὅτι τῶν κοινῶν ἐπιμελούμενος οὐκ ἄν ποτε δύναιτο διοικεῖν ἅμα καὶ τὰς ἰδίας ἑκάστῳ γιγνομένας συμφοράς, συγγνώμην δʼ αὖ καὶ τοῖς νομοθετουμένοις, ὡς τὰ τοῦ νομοθετοῦντος εἰκότως ἐνίοτε οὐ δύνανται προστάγματα τελεῖν, ἃ μὴ γιγνώσκων προστάττει.
雅典来客:因此,关于立法者和被立法者,应当发表一段类似于共同前言的话,要求被命令者对立法者予以宽恕,因为立法者在管理公共事务时,绝不可能同时处理每个人身上发生的私人不幸;同时也要求对被立法者予以宽恕,因为对于立法者在不了解具体情况下所下达的命令,他们有时自然无法执行。
ΚΛ. τί δή τις οὖν, ὦ ξένε, δρῶν πρὸς τὰ τοιαῦτα ἐμμετρότατος ἂν εἴη;
克里尼亚:异邦人啊,那么在这种情况下,一个人该怎么做才能最为得体适度呢?
ΑΘ. διαιτητάς, ὦ Κλεινία, τοῖς τοιούτοις νόμοις καὶ νομοθετουμένοις ἀναγκαῖον αἱρεῖσθαι.
雅典来客:克里尼亚啊,对于此类法律和被立法者,必须选择调停人。
ΚΛ. πῶς λέγεις;
克里尼亚:你这是什么意思?
ΑΘ. ἔστιν ὅτε πλουσίου πατρὸς ἀδελφιδοῦς τὴν τοῦ θείου θυγατέρα ἑκὼν οὐκ ἂν ἐθέλοι λαμβάνειν, τρυφῶν καὶ ἐπὶ μείζοσι γάμοις τὴν διάνοιαν ἐπέχων· ἔστιν δʼ ὅτε καὶ συμφορὰν τὴν μεγίστην τοῦ νομοθέτου προστάττοντος, ἀπειθεῖν ἀναγκάζοιτʼ ἂν τῷ νόμῳ, μαινόμενα κηδεύματα ἀναγκάζοντος λαμβάνειν ἢ δεινὰς ἄλλας σωμάτων ἢ ψυχῶν συμφοράς, ἃς ἀβίωτον ζῆν κεκτημένῳ.
雅典来客:有时,富有父亲的侄子绝不愿意娶他叔叔的女儿,因为他生活奢侈,心思放在更显赫的联姻上;有时,由于立法者的强行命令,他可能会被逼违背法律——这将是最大的不幸,因为他被强迫去接受疯狂的婚配,或者面临身体或心灵上的其他可怕不幸,这让拥有这些不幸的人感到生活无法继续。
ὁ δὴ νῦν λόγος ἡμῖν περὶ τούτων ὅδε νόμος κείσθω· ἐάν τινες ἄρα περὶ διαθήκης ἐγκαλῶσι τοῖς κειμένοις νόμοις, περί τε ἄλλων ὡντινωνοῦν καὶ δὴ καὶ περὶ γάμων, ἦ μὴν παρόντα καὶ ζῶντα αὐτὸν τὸν νομοθέτην μήποτʼ ἂν ἀναγκάσαι πράττειν οὕτω, μηδὲ γῆμαι μηδὲ γήμασθαι, τοὺς νῦν ἀναγκαζομένους ἑκάτερα δρᾶν, ὁ δέ τις τῶν οἰκείων ἤ τις ἐπίτροπος φῇ, διαιτητὰς φάναι καὶ πατέρας τοὺς πεντεκαίδεκα τῶν νομοφυλάκων καταλιπεῖν τοῖς ὀρφανοῖς καὶ ὀρφαναῖς τὸν νομοθέτην· πρὸς οὓς ἐπανιόντες διαδικαζέσθων οἱ περί τινος τῶν τοιούτων ἀμφισβητοῦντες, κύρια τελοῦντες τὰ τούτων δόγματα.
因此,针对这些情况,我们目前的讨论应当确立以下法律:如果有人就遗嘱或任何其他事项,特别是关于婚姻,对既定法律提出申诉,坚称如果立法者本人在场且在世,绝不会强迫现在被迫做这两件事(娶或被娶)的人去执行,而某个亲属或监护人也这样认为,那么应当声明:立法者已经为男女孤儿们留下了十五位守法官作为调停人和父亲;申诉人应当到他们那里进行诉讼,并将他们的裁决作为有效决定来执行。
ἂν δέ τῳ μείζων δύναμις ἐπανατίθεσθαι δοκῇ τοῖς νομοφύλαξιν, εἰς τὸ τῶν ἐκκρίτων δικαστῶν δικαστήριον εἰσάγων αὐτοὺς διαδικαζέσθω περὶ τῶν ἀμφισβητουμένων· τῷ δὲ ἡττηθέντι παρὰ τοῦ νομοθέτου ψόγος καὶ ὄνειδος κείσθω, πολλῶν χρημάτων νοῦν κεκτημένῳ ζημία βαρυτέρα.
但如果有人认为赋予守法官的权力过大,则应当将他们带到选拔法官组成的法庭上,就争议事项进行诉讼;而败诉者应当承受来自立法者的指责和羞辱,这对于有理智的人来说,是比损失大笔金钱更沉重的惩罚。
νῦν δὴ τοῖς ὀρφανοῖς παισὶ γένεσις οἷον δευτέρα τις γίγνοιτʼ ἄν.
现在,对于孤儿们来说,仿佛经历了第二次诞生。
μετὰ μὲν οὖν τὴν πρώτην ἑκάστοις εἴρηνται τροφαὶ καὶ παιδεύσεις· μετὰ δὲ τὴν δευτέραν, ἔρημον πατέρων γενομένην, μηχανᾶσθαι δεῖ τίνα τρόπον ἡ τῆς ὀρφανίας τύχη τοῖς γενομένοις ὀρφανοῖς ὡς ἥκιστα ἔλεον ἕξει τῆς συμφορᾶς.
在第一次诞生之后,每个人的抚养和教育已经谈过;但在第二次诞生——即失去了父亲之后——我们必须想方设法,使孤儿的命运能为他们的不幸带来最少限度的同情。
πρῶτον μὲν δή φαμεν νομοθετεῖν αὐτοῖς τοὺς νομοφύλακας ἀντὶ γεννητόρων πατέρας οὐ χείρους, καὶ δὴ καὶ καθʼ ἕκαστον ἐνιαυτὸν ὡς οἰκείων ἐπιμελεῖσθαι προστάττομεν, ἐμμελῆ τούτοις τε αὐτοῖς περὶ τροφῆς ὀρφανῶν προοιμιασάμενοι καὶ τοῖς ἐπιτρόποις.
首先,我们说,守法官作为他们的立法者,要担当不亚于亲生父亲的保护人,并且我们命令他们每年像对待自己的家人一样照顾孤儿,同时我们要对这些守法官以及监护人发表一段关于抚养孤儿的得体前言。

词汇与语法注释

  1. 925aἑνὶ γένει — 意为“在同一个亲属等级(等亲)中”或“按一家族为单位”。这表明在追溯家系确定亲属时,在同一亲等范围内,男子始终优先于女子。
  2. 925aγυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος — 该句是描述法官(ὁ δικαστής)进行体检以判断是否适合结婚的宾格加不定式(对格不定词)结构的一部分。它规定法官应当在男子全裸、女子裸至肚脐的情况下进行外观观察。
  3. 925eτοῦ μήτινα ἐθέλειν πείθεσθαι — 属格的带冠词不定式 `τοῦ ... ἐθέλειν` 起到同位语(或原因、结果的属格)的作用,用来具体说明前述名词 `ἐμπόδια`(障碍)的内容,意为“即没有人愿意服从(的障碍)”。
  4. 926cφάναι — 在记述法律或规则的语境中,用作表示命令意义的“命令性不定式(infinitive for imperative)”。表示在发生争议时,应当如此“宣告/说明(立法者已将守法官留作调停人)”这一义务。
  5. 926eὡς ἥκιστα ἔλεον ἕξει τῆς συμφορᾶς — 虽然 `ἔλεον ἔχειν` 通常意为“怀有同情”,但此处的生格(主语)是 `ἡ τῆς ὀρφανίας τύχη`(孤儿的境遇),这是一种反讽或比喻性的表达,意为“孤儿的境遇如何对其不幸唤起最少限度的同情”(即通过完善的制度使不幸降到最低,从而免遭怜悯)。

引用这一段

柏拉图, 法律篇 §11.925-11.926. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:11.925-11.926

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。