§11.927ΑΘ. εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα τοὺς ἔμπροσθεν λόγους διεξελθεῖν, ὡς ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσίν τινα τελευτήσασαι, ᾗ τῶν κατʼ ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται·
アテナイ人:実に、我々は前の議論、すなわち亡くなった人々の魂は死後もある力を持ち、それによって人間の事柄を気にかけているということを、何とも好都合な時に論じ終えたように思われる。
ταῦτα δὲ ἀληθεῖς μέν, μακροὶ δʼ εἰσὶν περιέχοντες λόγοι, πιστεύειν δὲ ταῖς ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖσιν καὶ σφόδρα παλαιαῖς οὔσαις, πιστεύειν δʼ αὖ καὶ τοῖς νομοθετοῦσιν ταῦθʼ οὕτως ἔχειν, ἄνπερ μὴ παντάπασιν ἄφρονες φαίνωνται.
これらは真実ではあるが、多くの事柄を含む長い議論である。 しかし、このような事柄については、非常に多く、かつ極めて古い他の伝承を信じるべきであり、また、これらがそのようであると規定する立法者たちをも、彼らが完全に愚かであるように見えない限りは信じるべきである。
ταύτῃ δὲ εἰ ταῦτʼ ἐστὶν κατὰ φύσιν, πρῶτον μὲν τοὺς ἄνω θεοὺς φοβείσθων, οἳ τῶν ὀρφανῶν τῆς ἐρημίας αἰσθήσεις ἔχουσιν, εἶτα τὰς τῶν κεκμηκότων ψυχάς, αἷς ἐστιν ἐν τῇ φύσει τῶν αὑτῶν ἐκγόνων κήδεσθαι διαφερόντως καὶ τιμῶσίν τε αὐτοὺς εὐμενεῖς εἶναι καὶ ἀτιμάζουσιν δυσμενεῖς, ἔτι δὲ τὰς τῶν ζώντων μέν, ἐν γήρᾳ δὲ ὄντων καὶ ἐν μεγίσταις τιμαῖς—ὅπουπερ πόλις εὐνομοῦσα εὐδαιμονεῖ, τούτους οἱ παῖδες παίδων φιλοστοργοῦντες ζῶσι μεθʼ ἡδονῆς·
そして、もしこれらのことが自然にかなったものであるなら、まず第一に、孤児たちの孤独を察知される地上の神々を恐れるべきであり、次に、自身の末裔をとりわけ気遣い、自分たちを敬う者には好意を寄せ、疎かにする者には悪意を抱くという性質を本来持っている、亡くなった人々の魂を恐れるべきである。 さらに、存命ではあるが老年期にあり、最大の敬意を受けている人々のそれをも恐れるべきである。 よく治まったポリスが幸福であるところ、これらの人々を、子らの子らが優しく愛しつつ、喜びをもって生きている。
καὶ τὰ περὶ ταῦτα ὀξὺ μὲν ἀκούουσιν βλέπουσίν τε ὀξύ, τοῖς τε περὶ αὐτὰ δικαίοις εὐμενεῖς εἰσιν, νεμεσῶσίν τε μάλιστα αὖ τοῖς εἰς ὀρφανὰ καὶ ἔρημα ὑβρίζουσιν, παρακαταθήκην εἶναι μεγίστην ἡγούμενοι καὶ ἱερωτάτην—οἷς ἐπίτροπον καὶ ἄρχοντα πᾶσι δεῖ τὸν νοῦν, ᾧ καὶ βραχὺς ἐνείη, προσέχοντα, καὶ εὐλαβούμενον περὶ τροφήν τε καὶ παιδείαν ὀρφανῶν, ὡς ἔρανον εἰσφέροντα ἑαυτῷ τε καὶ τοῖς αὑτοῦ, κατὰ δύναμιν πάντως πᾶσαν εὐεργετεῖν.
そして、彼らはこれらの事柄について鋭く聞き、鋭く見、それらに関する正義を行う者には好意を寄せ、他方で孤児や見捨てられた者たちを侮辱する者には最も激しく憤る。 彼らは孤児を最も偉大で最も神聖な預かりものであると考えているからである。 たとえわずかであっても知性を持つ者であるならば、すべての後見人や支配者はこの知性に注意を払い、孤児の養育と教育について慎重であり、自身や自分の家族のために無尽講を納めるかのように、あらゆる力を尽くして彼らに恩恵を施さなければならない。
ὁ μὲν δὴ πεισθεὶς τῷ πρὸ τοῦ νόμου μύθῳ καὶ μηδὲν εἰς ὀρφανὸν ὑβρίσας οὐκ εἴσεται ἐναργῶς τὴν περὶ τὰ τοιαῦτα ὀργὴν νομοθέτου, ὁ δὲ ἀπειθὴς καί τινα πατρὸς ἢ μητρὸς ἔρημον ἀδικῶν διπλῆν τινέτω πᾶσαν τὴν βλάβην ἢ περὶ τὸν ἀμφιθαλῆ γενόμενος κακός.
法の前にある神話に説得され、孤児に対して何ら侮辱を加えなかった者は、そのような事柄に対する立法者の怒りを現実に知ることはないだろう。 しかし不従順で、父親または母親を欠く孤児を不当に扱う者は、両親が健在な者に対して悪事を働いた場合よりも、すべての損害について二倍を支払うものとする。
τὴν δὲ ἄλλην νομοθεσίαν ἐπιτρόποισίν τε περὶ ὀρφανοὺς ἄρχουσίν τε περὶ τὴν ἐπιμέλειαν τῶν ἐπιτρόπων, εἰ μὲν μὴ παράδειγμά τε τροφῆς παίδων ἐλευθέρων ἐκέκτηντο αὐτοὶ τρέφοντες τοὺς αὑτῶν καὶ τῶν οἰκείων χρημάτων ἐπιμελούμενοι, ἔτι δὲ νόμους περὶ αὐτῶν τούτων μετρίως διειρημένους εἶχον, εἶχέν τινα λόγον ἂν ἐπιτροπικούς τινας νόμους, ὡς ὄντας ἰδίᾳ διαφέροντας πολύ, τιθέναι, ποικίλλοντας ἐπιτηδεύμασιν ἰδίοις τὸν τῶν ὀρφανῶν βίον παρὰ τὸν τῶν μή·
後見人に対するその他の立法、および後見人の監督に関する支配者に対する立法については、もし彼ら自身が自らの子供を育て、自らの財産を管理する中で、自由人の子供の養育の手本を持ち合わせておらず、さらにこれら自体について適度に規定された法律を持っていなかったならば、孤児の生活を孤児でない者の生活とは異なる独自の慣行で多様化させるような、私的に大きく異なるものとしての後見用の法律をいくつか制定することにも一理あっただろう。
νῦν δὲ εἰς μὲν τὰ τοιαῦτα σύμπαντα οὐ πολὺ διαφέρον ἡ παρʼ ἡμῖν ὀρφανία κέκτηται τῆς πατρονομικῆς, τιμαῖς δὲ καὶ ἀτιμίαις ἅμα καὶ ἐπιμελείαισιν οὐδαμῶς ἐξισοῦσθαι φιλεῖ.
しかし今や、そのようなあらゆる事柄において、我々のところにおける孤児の身分は、父親の遺産を相続する者たちの身分と大差はないものの、敬意や不名誉、そして同時に受ける配慮においては、決して同じ扱いを受ける傾向にはない。
§11.928ΑΘ. διὸ δὴ περὶ τοῦτο αὐτὸ τὴν ὀρφανῶν πέρι νομοθεσίαν παραμυθούμενός τε καὶ ἀπειλῶν ὁ νόμος ἐσπούδακεν.
アテナイ人:それゆえに、まさにこの点について、法律は孤児に関する立法を熱心に行い、慰めと脅しを同時に用いているのである。
ἔτι δʼ ἀπειλή τις ἂν τοιάδε εἴη μάλα ἔγκαιρος·
さらに、次のような脅しは非常に時宜を得たものであろう。
ὃς ἂν θῆλυν εἴτε ἄρρενα ἐπιτροπεύῃ, καὶ ὃς ἂν ἐπιτρόπου φύλαξ τῶν νομοφυλάκων καταστὰς ἐπιμελῆται, μὴ χεῖρον ἀγαπάτω τῶν αὑτοῦ τέκνων τὸν τῆς ὀρφανικῆς μετειληφότα τύχης, μηδὲ τῶν οἰκείων τῶν τοῦ τρεφομένου χεῖρον χρημάτων ἐπιμελείσθω, βέλτιον δὲ ἢ τῶν αὑτοῦ κατὰ προθυμίαν.
すなわち、女子であれ男子であれ孤児の後見をする者、および後見人の監視者として守法官から任命されて配慮を行う者は、孤児の境遇を分け持った者を自らの子供たち以上に愛し、その養育される者の財産を自らの財産以上に悪く管理してはならず、むしろ熱意をもって自らのものよりも良く管理しなければならない。
ἕνα δὲ τοῦτον νόμον ἔχων ὀρφανῶν πέρι πᾶς ἐπιτροπευέτω·
すべての者は孤児に関してこの一つの法律を保持して後見を行うべし。
ἐὰν δὲ ἄλλως τις περὶ τὰ τοιαῦτα πράττῃ παρὰ τὸν νόμον τόνδε, ὁ μὲν ἄρχων ζημιούτω τὸν ἐπίτροπον, ὁ δὲ ἐπίτροπος τὸν ἄρχοντα εἰς τὸ τῶν ἐκκρίτων δικαστήριον εἰσάγων ζημιούτω τῷ δόξαντι τιμήματι τῷ δικαστηρίῳ διπλῇ.
もし誰かがこのような事柄についてこの法律に反して行動するなら、支配者はその後見人に罰を科し、後見人はその支配者を裁判にかけるべく選出された裁判官の裁判所に引き込んで、裁判所が承認した査定額の二倍の罰を科すものとする。
ἐὰν δʼ ἐπίτροπος ἀμελεῖν ἢ κακουργεῖν δοκῇ τοῖς οἰκείοις ἢ καὶ τῶν ἄλλων τινὶ πολιτῶν, εἰς ταὐτὸν ἀγέτω δικαστήριον·
もし後見人が親族や他の市民の誰かに対して怠慢であるか、悪事を働いていると思われるなら、同じ裁判所に引き出すべし。
ὅτι δʼ ἂν ὄφλῃ, τετραπλασίαν μὲν τούτου τίνειν, γιγνέσθω δὲ τὸ μὲν ἥμισυ τοῦ παιδός, τὸ δʼ ἥμισυ τοῦ καταδικασαμένου τὴν δίκην.
そして、有罪とされた額の四倍を支払うものとし、その半分は子供のもの、半分は有罪判決を勝ち取った訴訟人のものとする。
ἅμα δʼ ἂν ἡβήσῃ τις τῶν ὀρφανῶν, ἐὰν ἡγῆται κακῶς ἐπιτροπευθῆναι, μέχρι πέντε ἐτῶν ἐξηκούσης τῆς ἐπιτροπῆς ἔστω δίκην λαχεῖν ἐπιτροπίας·
また、孤児の誰かが成人した際、自分が不当に後見されたと考えるなら、後見期間が終了してから五年以内であれば、後見に関する訴訟を起こすことができるものとする。
ἐὰν δέ τις ὄφλῃ τῶν ἐπιτρόπων, τιμᾶν τὸ δικαστήριον ὅτι χρὴ παθεῖν ἢ ἀποτίνειν, ἐὰν δὲ δὴ τῶν ἀρχόντων, ἀμελείᾳ μὲν δόξας κακῶσαι τὸν ὀρφανόν, ὅτι χρὴ τίνειν αὐτὸν τῷ παιδί, τιμάτω τὸ δικαστήριον, ἐὰν δὲ ἀδικίᾳ, πρὸς τῷ τιμήματι, τῆς ἀρχῆς τῶν νομοφυλάκων ἀφιστάσθω, τὸ δὲ κοινὸν τῆς πόλεως ἕτερον νομοφύλακα ἀντὶ τούτου καθιστάτω τῇ χώρᾳ καὶ τῇ πόλει.
そして、もし後見人の誰かが敗訴したなら、裁判所は彼が受けるべき罰や支払うべき額を査定せよ。 もし支配者の誰かが怠慢によって孤児に害を与えたと判断されたなら、彼が子供に支払うべき額を裁判所が査定せよ。 もし不正によって害を与えたのなら、その査定額に加えて守法官の職から罷免されるものとし、ポリスの共同体は彼の代わりに、その地域とポリスのために別の守法官を任命するものとする。
διαφοραὶ πατέρων τε πρὸς αὑτῶν παῖδας γίγνονται καὶ παίδων πρὸς γεννητὰς μείζους ἢ χρεών, ἐν αἷς οἵ τε πατέρες ἡγοῖντʼ ἂν δεῖν τὸν νομοθέτην νομοθετεῖν ἐξεῖναί σφισιν, ἐὰν βούλωνται, τὸν ὑὸν ὑπὸ κήρυκος ἐναντίον ἁπάντων ἀπειπεῖν ὑὸν κατὰ νόμον μηκέτʼ εἶναι, ὑεῖς τʼ αὖ σφίσι πατέρας ὑπὸ νόσων ἢ γήρως διατιθεμένους αἰσχρῶς ἐξεῖναι παρανοίας γράφεσθαι·
父親と自らの子供たちとの間、また子供たちと親との間に、必要以上の不和が生じることがある。 その不和の中で、父親たちは、もし望むなら、布告人を通じて全員の前で、その息子が法律上もはや自分の息子ではないと宣告することを許可するよう、立法者が立法すべきだと考えるかもしれない。 また子供たちの側でも、病気や老齢のために見苦しい振る舞いをする父親を、精神錯乱として告訴することを法律上許可されるべきだと考えるかもしれない。
ταῦτα δὲ ὄντως ἐν παγκάκων ἤθεσιν ἀνθρώπων γίγνεσθαι φιλεῖ, ἐπεὶ ἡμίσεών γε ὄντων τῶν κακῶν, οἷον μὴ κακοῦ μὲν πατρός, ὑέος δέ, ἢ τοὐναντίον, οὐ γίγνονται συμφοραὶ τηλικαύτης ἔχθρας ἔκγονοι.
これらのことは、実に極めて邪悪な性質を持つ人間たちの間で起こる傾向がある。 なぜなら、悪が半分だけで、例えば父親が悪ではなく息子が悪である場合、あるいはその逆である場合には、これほど大きな敵意から生じる不幸は起こらないからである。