§11.924ΑΘ. ἐὰν δὲ ὑός τῳ τελευτήσῃ παῖς ὤν, πρὶν εἰς ἄνδρας δυνατὸς εἶναι τελεῖν, εἴτε γεννητὸς ὢν εἴτε ποιητός, γραφέτω καὶ περὶ τῆς τοιαύτης τύχης ὁ τὴν διαθήκην γράφων τίνα χρὴ παῖδα αὐτῷ δεύτερον ἐπὶ τύχαις ἀμείνοσιν γίγνεσθαι.
雅典来客:但是,如果某人的儿子还是个孩子就去世了,在能够登记为成年男子之前,无论是亲生子还是养子,立遗嘱者都应当针对此种意外情况,写下在更好的运气下谁应当成为他的第二个孩子。
ἐὰν δέ τις ἄπαις ὢν τὸ παράπαν διαθήκην γράφῃ, τὸ τῆς ἐπικτήτου δεκατημόριον ἐξελόμενος, ἐὰν ἐθέλῃ τῳ δωρεῖσθαι, δωρείσθω· τὰ δὲ ἄλλα παραδιδοὺς πάντα τῷ ποιηθέντι ἄμεμπτος ἵλεων ὑὸν αὐτὸν ποιείσθω σὺν νόμῳ.
但如果有人在完全没有子女的情况下订立遗嘱,在拨出其新增财产的十分之一后,如果他想赠送给某人,便让他赠送;至于其他所有的财产,他应当全部移交给养子,无愧而宽慰地依法将其立为自己的儿子。
ᾧ δʼ ἂν ἐπιτρόπων οἱ παῖδες δέωνται, ἐὰν μὲν διαθέμενος τελευτᾷ καὶ γράψας ἐπιτρόπους τοῖς παισὶν ἑκόντας τε καὶ ὁμολογοῦντας ἐπιτροπεύσειν οὑστινασοῦν καὶ ὁπόσους ἂν ἐθέλῃ, κατὰ ταῦτα τὰ γραφέντα ἡ τῶν ἐπιτρόπων αἵρεσις γιγνέσθω κυρία·
至于孩子们需要监护人的情况,如果立遗嘱者在去世时为孩子们指派了监护人,而这些人是自愿并同意担任监护人的——无论他想要指派谁以及多少人——那么根据这些所写的内容,监护人的选定应当具有法律效力。
ἐὰν δὲ ἢ τὸ παράπαν μὴ διαθέμενος τελευτήσῃ τις ἢ τῆς τῶν ἐπιτρόπων αἱρέσεως ἐλλιπής, ἐπιτρόπους εἶναι τοὺς ἐγγύτατα γένει πρὸς πατρὸς καὶ μητρὸς κυρίους, δύο μὲν πρὸς πατρός, δύο δὲ πρὸς μητρός, ἕνα δʼ ἐκ τῶν τοῦ τελευτήσαντος φίλων, τούτους δʼ οἱ νομοφύλακες καθιστάντων τῷ δεομένῳ τῶν ὀρφανῶν.
但如果有人在完全没有留下遗言的情况下去世,或者在监护人的指派上有所遗漏,那么应当由父系和母系中血缘最近的亲属担任合法的监护人,父系两人,母系两人,再加上亡者朋友中的一人,而立法官应当为需要帮助的孤儿指定这些人为监护人。
καὶ πάσης τῆς ἐπιτροπῆς καὶ τῶν ὀρφανῶν πεντεκαίδεκα τῶν νομοφυλάκων οἱ πρεσβύτατοι πάντων ἐπιμελείσθων ἀεὶ κατὰ πρέσβιν καὶ κατὰ τρεῖς διελόμενοι σφᾶς αὐτούς, κατʼ ἐνιαυτὸν τρεῖς καὶ κατʼ ἐνιαυτὸν ἄλλον ἕτεροι τρεῖς, ἕως ἂν αἱ πέντε περίοδοι γίγνωνται κύκλῳ·
对于所有的监护事务和孤儿,守法官中最年长的十五位应当始终按照长幼顺序,并把他们自己分成三人一组进行管理,第一年三人,下一年另外三人,直到五个周期循环完毕。
καὶ τοῦτο ἐκλιπέτω μηδέποτε κατὰ δύναμιν.
只要力量允许,这项职责绝不能中断。
ὃς δʼ ἂν μηδὲν τὸ παράπαν διαθέμενος ἀποθάνῃ, παῖδας μὲν καταλιπὼν δεομένους ἐπιτροπῆς, τῶν αὐτῶν νόμων τούτων ἡ χρεία τῶν παίδων αὐτοῦ μετεχέτω·
但是,如果有人在完全没有留下任何处分的情况下去世,留下了需要监护的孩子,那么这些孩子的需要应当适用这些相同的法律。
θηλείας δὲ ἂν καταλείπῃ τις ἀπροσδοκήτῳ τύχῃ χρησάμενος, συγγνώμην τῷ τιθέντι τὸν νόμον ἐχέτω, ἐὰν τῶν τριῶν αὐτοῦ πρὸς τὰ δύο ἐπισκοπῶν τὴν ἔκδοσιν τῶν θυγατέρων ποιῆται, πρός τε τὴν τοῦ γένους ἀγχιστείαν καὶ τὴν τοῦ κλήρου σωτηρίαν, τὸ δὲ τρίτον, ὅπερ ἂν πατὴρ διασκέψαιτο, ἐξ ἁπάντων τῶν πολιτῶν βλέπων εἰς ἤθη τε καὶ τρόπους τὸν ἐπιτήδειον αὑτῷ μὲν ὑόν, νυμφίον δʼ εἶναι τῇ θυγατρί, τοῦτο δὲ παραλείπῃ διὰ τὴν ἀδύνατον σκέψιν. νόμος τοίνυν εἰς δύναμιν ὅδε περὶ τῶν τοιούτων κείσθω·
如果有人遭遇了出乎意料的命运,只留下了女儿,那么如果立法者在为他的女儿们安排婚嫁时只考虑了三项关注点中的两项(即家族的血缘亲近和份地的留存),而省略了第三项——即父亲本来会考虑的,着眼于所有市民的品行和习俗,为自己挑选一个合适的儿子,同时也为女儿挑选一个新郎——因其调查的不可能性而省略了这一点,还请他宽恕立法者。
ἐὰν ὁ μὴ διαθέμενος θυγατέρας λείπῃ, τοῦδε ἀποθανόντος, ἀδελφὸς ὁμοπάτωρ ἢ ἄκληρος ὁμομήτριος ἐχέτω τὴν θυγατέρα καὶ τὸν κλῆρον τοῦ τελευτήσαντος· ἐὰν δὲ μὴ ᾖ ἀδελφός, ἀδελφοῦ δὲ παῖς, ὡσαύτως, ἐὰν ἐν ἡλικίᾳ πρὸς ἀλλήλους ὦσιν· ἐὰν δὲ μηδὲ εἷς τούτων, ἀδελφῆς δὲ παῖς ᾖ, κατὰ ταὐτά· τέταρτος δὲ πατρὸς ἀδελφός, πέμπτος δὲ τούτου παῖς, ἕκτος δὲ ἀδελφῆς πατρὸς ἔκγονος.
因此,关于此类情况,应当在可能范围内制订如下法律:如果未立遗嘱者留下了女儿,在此人死后,同父的兄弟,或者没有份地的同母兄弟,应当娶该女儿并继承死者的份地;如果没有兄弟,而他们彼此年龄相配的话,则由兄弟的儿子同样继承;如果这些一个也没有,则由姐妹的儿子同样继承;第四顺位为父亲的兄弟,第五顺位为其儿子,第六顺位为父亲姐妹的后代。