§11.917ΑΘ. Ψεῦδος μηδεὶς μηδὲν μηδʼ ἀπάτην μηδέ τι κίβδηλον, γένος ἐπικαλούμενος θεῶν, μήτε λόγῳ μήτε ἔργῳ πράξειεν, ὁ μὴ θεομισέστατος ἔσεσθαι μέλλων·
**アテナイ人**: 「誰も、神々の血族の名を呼び求めながら、言葉によっても行いによっても、いかなる嘘も欺瞞もいかなる偽造も行うべきではない。 神々に最も憎まれる者となるつもりのない者であるならば。
οὗτος δʼ ἐστὶν ὃς ἂν ὅρκους ὀμνὺς ψευδεῖς μηδὲν φροντίζῃ θεῶν, δεύτερος δὲ ὃς ἂν ἐναντίον τῶν κρειττόνων αὑτοῦ ψεύδηται.
そのような者とは、偽りの誓いを立てて神々を全く顧みない者であり、第二には、自分より優れた者たちの前で嘘をつく者である。
κρείττους δὲ οἱ ἀμείνους τῶν χειρόνων, πρεσβῦταί τε ὡς ἐπὶ τὸ πᾶν εἰπεῖν τῶν νέων, διὸ καὶ γονῆς κρείττους ἐκγόνων, καὶ ἄνδρες δὴ γυναικῶν καὶ παίδων, ἄρχοντές τε ἀρχομένων·
そして『優れた者』とは、劣った者に対するより良き人々であり、概して言えば若い者に対する年長者であり、それゆえに子に対する親、そして実に女や子供に対する男、被支配者に対する支配者である。
οὓς αἰδεῖσθαι πᾶσιν πάντας πρέπον ἂν εἴη ἐν ἄλλῃ τε ἀρχῇ πάσῃ καὶ ἐν ταῖς πολιτικαῖς δὴ μάλιστα ἀρχαῖς, ὅθεν ὁ νῦν παρὼν ἡμῖν λόγος ἐλήλυθεν.
これらすべての人々を、あらゆる他の支配権において、とりわけ国制の官職において、誰もが敬うことがふさわしいであろう。 そこから我々の現在の議論が来ているのである。
πᾶς γὰρ τῶν κατʼ ἀγορὰν ὁ κιβδηλεύων τι ψεύδεται καὶ ἀπατᾷ καὶ τοὺς θεοὺς παρακαλῶν ἐπόμνυσιν ἐν τοῖς τῶν ἀγορανόμων νόμοισίν τε καὶ φυλακτηρίοις, οὔτε ἀνθρώπους αἰδούμενος οὔτε θεοὺς σεβόμενος.
というのも、市場において何かを偽造する者は誰もが嘘をつき、欺き、市場監督官の法律や保護規定のただ中で神々を呼び求めて誓いを立てており、人間を敬うことも、神々を畏れることもしないからである。
πάντως μὲν δὴ καλὸν ἐπιτήδευμα θεῶν ὀνόματα μὴ χραίνειν ῥᾳδίως, ἔχοντα ὡς ἔχουσιν ἡμῶν ἑκάστοτε τὰ πολλὰ οἱ πλεῖστοι καθαρότητός τε καὶ ἁγνείας τὰ περὶ τοὺς θεούς·
いずれにせよ、神々の名を安易に汚さないことは優れた習慣であり、我々の大多数がたいていの場合、神々に関する事柄について清浄さと神聖さを保っている通りである。
εἰ δʼ οὖν μὴ πείθοιτο, ὅδε νόμος·
だが、もし従わないのであれば、次の法律を適用する。
ὁ πωλῶν ὁτιοῦν ἐν ἀγορᾷ μηδέποτε δύο εἴπῃ τιμὰς ὧν ἂν πωλῇ, ἁπλῆν δὲ εἰπών, ἂν μὴ τυγχάνῃ ταύτης, ἀποφέρων ὀρθῶς ἂν ἀποφέροι πάλιν, καὶ ταύτης τῆς ἡμέρας μὴ τιμήσῃ πλέονος μηδὲ ἐλάττονος, ἔπαινος δὲ ὅρκος τε περὶ παντὸς τοῦ πωλουμένου ἀπέστω·
市場で何かを売る者は、売るものについて決して二つの価格を言ってはならない。 単一の価格を言い、もしこれで売れなければ、商品を引き上げるのが正しく、その日はそれより高くも安くも値付けしてはならない。 また、売られるすべてのものについて、称賛や誓いは排除されるべきである。
ἐὰν δέ τις ἀπειθῇ τούτοις, ὁ παρατυγχάνων τῶν ἀστῶν, μὴ ἔλαττον ἢ τριάκοντα γεγονὼς ἔτη, κολάζων μὲν τὸν ὀμνύντα ἀνατὶ τυπτέτω τις, ἀφροντιστῶν δὲ καὶ ἀπειθῶν ἔνοχος ἔστω ψόγῳ προδοσίας τῶν νόμων.
もしこれらに従わない者がいれば、その場に居合わせた市民で、三十歳以上の者が、誓いを立てる者を罰して、罰を受けることなく叩くものとする。 もしそれを無視して従わないならば、彼は法律を裏切ったという非難に値するものとする。
τὸν δὲ δὴ κίβδηλόν τι πωλοῦντα, καὶ μὴ δυνάμενον τοῖς νῦν πείθεσθαι λόγοις, ὁ προστυγχάνων τῶν γιγνωσκόντων, δυνατὸς ὢν ἐξελέγχειν, ἐναντίον ἐλέγξας τῶν ἀρχόντων, ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθὲν καὶ ὁ μέτοικος, ὁ δὲ πολίτης μὴ ἐλέγχων μὲν ὡς ἀποστερῶν τοὺς θεοὺς κακὸς ἀγορευέσθω, ἐλέγξας δὲ ἀναθέτω τοῖς τὴν ἀγορὰν ἔχουσιν θεοῖς.
また、偽物を売る者で、現在の言葉に従うことができない者に対しては、気づいた者で告発できる者が、官職者の前で彼を告発し、[告発者が]奴隷または在留外人である場合は、その偽物を受け取るものとし、市民でありながら告発しない者は、神々から奪い取る者として悪しく言われるべきであり、告発した場合は、市場を管轄する神々にそれを捧げるべきである。
ὁ δὲ δὴ φανερὸς γενόμενός τι πωλῶν τοιοῦτον, πρὸς τῷ στερηθῆναι τοῦ κιβδηλευθέντος, ὁπόσης ἂν τιμῆς ἀξιώσῃ τὸ πωλούμενον, κατὰ δραχμὴν ἑκάστην τῇ μάστιγι τυπτέσθω πληγὰς ὑπὸ κήρυκος ἐν τῇ ἀγορᾷ κηρύξαντος ὧν ἕνεκα μέλλει τύπτεσθαι.
このようなものを売っていることが発覚した者は、その偽物を取り上げられることに加えて、その売り物の提示価格一ドラクマにつき一回の割合で、市場において、彼がなぜ打たれることになるのかを布告官が布告した上で、鞭で打たれるものとする。
τὰ δὲ κιβδηλεύματά τε καὶ κακουργίας τῶν πωλούντων οἵ τε ἀγορανόμοι καὶ οἱ νομοφύλακες, πυθόμενοι τῶν ἐμπείρων περὶ ἕκαστα, ἀναγραψάντων ἅ τε χρὴ ποιεῖν τὸν πωλοῦντα καὶ ἃ μή, καὶ πρόσθε τοῦ ἀγορανομίου θέντων ἐν στήλῃ γράψαντες νόμους εἶναι τοῖς περὶ τὴν τῆς ἀγορᾶς χρείαν μηνυτὰς σαφεῖς.
売り手の偽造や不正行為については、市場監督官と守法官が、それぞれの分野の専門家から聞き取り調査を行い、売り手がすべきこととすべきでないことを書き留め、それを市場監督所の前に石柱に刻んで掲げ、市場の利用に関わる人々にとって明確な指示を与える法律とするべきである。 」