§11.917ΑΘ. Ψεῦδος μηδεὶς μηδὲν μηδʼ ἀπάτην μηδέ τι κίβδηλον, γένος ἐπικαλούμενος θεῶν, μήτε λόγῳ μήτε ἔργῳ πράξειεν, ὁ μὴ θεομισέστατος ἔσεσθαι μέλλων·
**意译**: 「任何人若不想成为最受神明憎恨的人,就不应在呼求神明种族(之名)的同时,以言语或行为做出任何虚谎、欺骗或伪造(弄虚作假)之事。
οὗτος δʼ ἐστὶν ὃς ἂν ὅρκους ὀμνὺς ψευδεῖς μηδὲν φροντίζῃ θεῶν, δεύτερος δὲ ὃς ἂν ἐναντίον τῶν κρειττόνων αὑτοῦ ψεύδηται.
而最受神明憎恨的人,就是那些起假誓、对神明毫无敬畏之人;其次则是那些在比自己优秀的人(尊长)面前说谎之人。
κρείττους δὲ οἱ ἀμείνους τῶν χειρόνων, πρεσβῦταί τε ὡς ἐπὶ τὸ πᾶν εἰπεῖν τῶν νέων, διὸ καὶ γονῆς κρείττους ἐκγόνων, καὶ ἄνδρες δὴ γυναικῶν καὶ παίδων, ἄρχοντές τε ἀρχομένων· οὓς αἰδεῖσθαι πᾶσιν πάντας πρέπον ἂν εἴη ἐν ἄλλῃ τε ἀρχῇ πάσῃ καὶ ἐν ταῖς πολιτικαῖς δὴ μάλιστα ἀρχαῖς, ὅθεν ὁ νῦν παρὼν ἡμῖν λόγος ἐλήλυθεν.
而所谓“优秀者”是指较好者之于较差者,概括而言即年长者之于年轻者,因此父母优于子女,男人优于女人和儿童,统治者优于被统治者;所有人在一切其他权柄下,特别是在城邦官职的权柄下,都应当敬重这些人,而这正是我们当前讨论的来源。
πᾶς γὰρ τῶν κατʼ ἀγορὰν ὁ κιβδηλεύων τι ψεύδεται καὶ ἀπατᾷ καὶ τοὺς θεοὺς παρακαλῶν ἐπόμνυσιν ἐν τοῖς τῶν ἀγορανόμων νόμοισίν τε καὶ φυλακτηρίοις, οὔτε ἀνθρώπους αἰδούμενος οὔτε θεοὺς σεβόμενος.
因为在市场上任何进行伪造的人都在说谎和欺骗,并且在市场监督官的法律和防范条例中呼求神明并起誓,他们既不敬重人,也不敬畏神。
πάντως μὲν δὴ καλὸν ἐπιτήδευμα θεῶν ὀνόματα μὴ χραίνειν ῥᾳδίως, ἔχοντα ὡς ἔχουσιν ἡμῶν ἑκάστοτε τὰ πολλὰ οἱ πλεῖστοι καθαρότητός τε καὶ ἁγνείας τὰ περὶ τοὺς θεούς·
无论如何,不轻易玷污神明的名字确实是一项崇高的习惯,正如我们大多数人通常在关于神明的事物上保持纯洁与神圣一样。
εἰ δʼ οὖν μὴ πείθοιτο, ὅδε νόμος· ὁ πωλῶν ὁτιοῦν ἐν ἀγορᾷ μηδέποτε δύο εἴπῃ τιμὰς ὧν ἂν πωλῇ, ἁπλῆν δὲ εἰπών, ἂν μὴ τυγχάνῃ ταύτης, ἀποφέρων ὀρθῶς ἂν ἀποφέροι πάλιν, καὶ ταύτης τῆς ἡμέρας μὴ τιμήσῃ πλέονος μηδὲ ἐλάττονος, ἔπαινος δὲ ὅρκος τε περὶ παντὸς τοῦ πωλουμένου ἀπέστω·
但如果有人不听从,则法律如下:在市场上出售任何物品的人,绝不得对所售物品出示两种价格;应当只说出一个价格,如果未能以此价售出,将其收回是正当的,且在当天不得以更高或更低的价格估价。 此外,对于所售之物,一切赞美(夸大宣传)和誓言皆当禁止。
ἐὰν δέ τις ἀπειθῇ τούτοις, ὁ παρατυγχάνων τῶν ἀστῶν, μὴ ἔλαττον ἢ τριάκοντα γεγονὼς ἔτη, κολάζων μὲν τὸν ὀμνύντα ἀνατὶ τυπτέτω τις, ἀφροντιστῶν δὲ καὶ ἀπειθῶν ἔνοχος ἔστω ψόγῳ προδοσίας τῶν νόμων.
如果有人不服从这些规定,任何在场的公民(年龄不小于三十岁者)都可以通过惩罚起誓者而无罪地予以抽打;如果有人视若无睹且不予服从,则应承担背叛法律的指责。
τὸν δὲ δὴ κίβδηλόν τι πωλοῦντα, καὶ μὴ δυνάμενον τοῖς νῦν πείθεσθαι λόγοις, ὁ προστυγχάνων τῶν γιγνωσκόντων, δυνατὸς ὢν ἐξελέγχειν, ἐναντίον ἐλέγξας τῶν ἀρχόντων, ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθὲν καὶ ὁ μέτοικος, ὁ δὲ πολίτης μὴ ἐλέγχων μὲν ὡς ἀποστερῶν τοὺς θεοὺς κακὸς ἀγορευέσθω, ἐλέγξας δὲ ἀναθέτω τοῖς τὴν ἀγορὰν ἔχουσιν θεοῖς.
对于售卖伪劣物品且不能服从当前规定的人,任何在场知情且有能力揭发的人,应当在官职人员面前当面揭发他;若[揭发者]是奴隶或外邦侨民,则可将该伪造物品据为己有;若是公民,因不予揭发,则应被指责为剥夺神明之物的恶人,若予以揭发,则应将该物品献给主管市场的神明。
ὁ δὲ δὴ φανερὸς γενόμενός τι πωλῶν τοιοῦτον, πρὸς τῷ στερηθῆναι τοῦ κιβδηλευθέντος, ὁπόσης ἂν τιμῆς ἀξιώσῃ τὸ πωλούμενον, κατὰ δραχμὴν ἑκάστην τῇ μάστιγι τυπτέσθω πληγὰς ὑπὸ κήρυκος ἐν τῇ ἀγορᾷ κηρύξαντος ὧν ἕνεκα μέλλει τύπτεσθαι.
而对于被当场发现售卖此类伪劣物品的人,除了被没收该伪劣物品外,所售物品每值一德拉克马,就须在市场中由宣告官宣告其被鞭打的原因后,被鞭子抽打一下。
τὰ δὲ κιβδηλεύματά τε καὶ κακουργίας τῶν πωλούντων οἵ τε ἀγορανόμοι καὶ οἱ νομοφύλακες, πυθόμενοι τῶν ἐμπείρων περὶ ἕκαστα, ἀναγραψάντων ἅ τε χρὴ ποιεῖν τὸν πωλοῦντα καὶ ἃ μή, καὶ πρόσθε τοῦ ἀγορανομίου θέντων ἐν στήλῃ γράψαντες νόμους εἶναι τοῖς περὶ τὴν τῆς ἀγορᾶς χρείαν μηνυτὰς σαφεῖς.
对于卖主的伪造与欺诈行为,市场监督官和法律监护官在向各个领域的行家进行咨询后,应当写下卖主应当做和不应当做的事情,并将其刻在石柱上,立在市场监督所门前,作为法律,向那些关于市场使用的人提供明确的指示。 」