§11.915ΑΘ. ἐὰν δὲ παρὰ ταῦτά τις ἀφαιρῆται, τῶν βιαίων ἔνοχος ἔστω, καὶ ἁλοὺς τὴν διπλασίαν τοῦ ἐπιγραφέντος βλάβους τῷ ἀφαιρεθέντι τινέτω.
**アテナイ人**: 「しかし、もしこれらに反して誰かを力ずくで連れ去るならば、暴力行使の罪で告訴されるものとし、有罪とされた場合は、連れ去られた者に対して、査定された損害額の二倍を支払わねばならない。
ἀγέτω δὲ καὶ τὸν ἀπελεύθερον, ἐάν τις μὴ θεραπεύῃ τοὺς ἀπελευθερώσαντας ἢ μὴ ἱκανῶς·
また、もし解放された者が、自分を解放してくれた者たちに対して敬意を払わないか、あるいは十分に払わない場合には、彼を連行してよい。
θεραπεία δὲ φοιτᾶν τρὶς τοῦ μηνὸς τὸν ἀπελευθερωθέντα πρὸς τὴν τοῦ ἀπελευθερώσαντος ἑστίαν, ἐπαγγελλόμενον ὅτι χρὴ δρᾶν τῶν δικαίων καὶ ἅμα δυνατῶν, καὶ περὶ γάμου ποιεῖν ὅτιπερ ἂν συνδοκῇ τῷ γενομένῳ δεσπότῃ.
敬意を払うこととは、解放された者が月に三回、彼を解放した者の竈を訪れ、正当かつ実行可能な事柄について何をするべきかを尋ねること、また結婚に関しては、かつての主人となった者の意向に沿うようにすることである。
πλουτεῖν δὲ τοῦ ἀπελευθερώσαντος μὴ ἐξεῖναι μᾶλλον·
また、解放した者より豊かになることは許されない。
τὸ δὲ πλέον γιγνέσθω τοῦ δεσπότου.
それを超える分は主人のものとなるべきである。
μὴ πλείω δὲ εἴκοσιν ἐτῶν μένειν τὸν ἀφεθέντα, ἀλλὰ καθάπερ καὶ τοὺς ἄλλους ξένους ἀπιέναι λαβόντα τὴν αὑτοῦ πᾶσαν οὐσίαν, ἐὰν μὴ πείσῃ τούς τε ἄρχοντας καὶ τὸν ἀπελευθερώσαντα.
解放された者は二十年を超えて留まってはならず、他の外国人と同じように、自分の全財産を携えて立ち去らねばならない。 ただし、役人たちと、自分を解放した者の双方を説得した場合はこの限りではない。
ἐὰν δὲ τῷ ἀπελευθερωθέντι ἢ καὶ τῶν ἄλλων τῳ ξένων οὐσία πλείων γίγνηται τοῦ τρίτου μεγέθει τιμήματος, ᾗ ἂν τοῦτο ἡμέρᾳ γένηται, τριάκοντα ἡμερῶν ἀπὸ ταύτης τῆς ἡμέρας λαβὼν ἀπίτω τὰ ἑαυτοῦ, καὶ μηδεμία τῆς μονῆς παραίτησις ἔτι τούτῳ παρʼ ἀρχόντων γιγνέσθω·
もし解放された者、あるいはその他の外国人の財産が、第三等級の査定額を超える大きさになったならば、それが起こったその日から三十日以内に、自身の財産を携えて立ち去らねばならず、これについて役人から滞在延長の許可が与えられることはもはや一切あってはならない。
ἐὰν δέ τις ἀπειθῶν τούτοις εἰσαχθεὶς εἰς δικαστήριον ὄφλῃ, θανάτῳ τε ζημιούσθω καὶ τὰ χρήματα αὐτοῦ γιγνέσθω δημόσια.
もしこれらに従わず、法廷に引き出されて有罪の判決を受けた者がいるならば、死刑に処されるべきであり、その財産は没収されて国庫に帰属するものとする。
δίκαι δʼ ἔστωσαν τούτων ἐν ταῖς φυλετικαῖσιν δίκαις, ἐὰν μὴ πρότερον ἐν γείτοσιν ἢ ἐν αἱρετοῖσιν δικασταῖς ἀπαλλάττωνται πρὸς ἀλλήλους τῶν ἐγκλημάτων.
これらの訴訟は部族裁判所で行われるものとする。 ただし、それに先立って隣人たち、あるいは合意によって選ばれた裁判官たちの前で、互いの告訴について和解した場合はこの限りではない。
ἐὰν δὲ ὡς αὑτοῦ ἐφάπτηται ζῴου καὶ ὁτουοῦν ἤ τινος ἑτέρου τῶν αὑτοῦ χρημάτων, ἀναγέτω μὲν ὁ ἔχων εἰς πρατῆρα ἢ τὸν δόντα ἀξιόχρεών τε καὶ ἔνδικον ἤ τινι τρόπῳ παραδόντα ἄλλῳ κυρίως, εἰς μὲν πολίτην ἢ καὶ μέτοικον τῶν ἐν τῇ πόλει ἡμερῶν τριάκοντα, εἰς δὲ ξενικὴν παράδοσιν πέντε μηνῶν, ἧς μέσος ὁ μὴν ἐν ᾧ τρέπεται θερινὸς ἥλιος εἰς τὰ χειμερινά.
もし、ある人が何らかの家畜やその他の自分の財産を自分のものとして差し押さえる場合、それを所持している者は、信用があり法的責任を負える売主、贈与者、あるいはその他の正当な方法で引き渡した人物にまで権利の出所を遡らねばならない。 それが市民あるいは市内に居住する在留外国人である場合は三十日以内に、外国からの引き渡しである場合は五か月以内に行うものとし、この五か月の真ん中の月は、夏の太陽が冬へと向かう月とする。
ὅσα δὲ διά τινος ὠνῆς ἢ καὶ πράσεως ἀλλάττηταί τις ἕτερος ἄλλῳ, διδόντα ἐν χώρᾳ τῇ τεταγμένῃ ἑκάστοις κατʼ ἀγορὰν καὶ δεχόμενον ἐν τῷ παραχρῆμα τιμήν, οὕτως ἀλλάττεσθαι, ἄλλοθι δὲ μηδαμοῦ, μηδʼ ἐπὶ ἀναβολῇ πρᾶσιν μηδὲ ὠνὴν ποιεῖσθαι μηδενός·
また、購入や販売によって互いに物を交換する場合は、市場の各商品に割り当てられた特定の場所で引き渡しを行い、その場で代金を受け取ることによってのみ交換されるべきであり、それ以外の場所では一切行ってはならず、また、いかなるものについても掛け売りや掛け買いを行ってはならない。
ἐὰν δὲ ἄλλως ἢ ἐν ἄλλοις τόποις ὁτιοῦν ἀνθʼ ὁτουοῦν διαμείβηται ἕτερος ἄλλῳ, πιστεύων πρὸς ὃν ἂν ἀλλάττηται, ποιείτω ταῦτα ὡς οὐκ οὐσῶν δικῶν κατὰ νόμον περὶ τῶν μὴ πραθέντων κατὰ τὰ νῦν λεγόμενα.
もし誰かが、これ以外の方法あるいはこれら以外の場所で、取引相手を信用して何らかの物を他の物と交換するならば、今述べられた規則に従って販売されなかったものについては、法律に基づく訴訟は一切存在しないという前提で、これを行うべきである。
ἐράνων δὲ πέρι, τὸν βουλόμενον ἐρανίζειν φίλον παρὰ φίλοις·
共同出資については、望む者が友人の間で行うことは自由である。
ἐὰν δέ τις διαφορὰ γίγνηται περὶ τῆς ἐρανίσεως, οὕτω πράττειν ὡς δικῶν μηδενὶ περὶ τούτων μηδαμῶς ἐσομένων.
しかし、もし共同出資に関して何らかの紛争が生じたならば、これらについての訴訟は決して行われないという前提で処理されるべきである。 」