Humanitext Reader

柏拉图 · 法律篇 §11.915

释奴与外侨的居留义务及交易规则

第 157 段,共 186 段 · 希腊语

内容简介

本节规定了被释放自由人对前主人的义务、外邦人财产规模与居留期限的限制、市场交易中现金即时结清的原则,以及友谊互助金纠纷不予法律诉讼的规则。

§11.915ΑΘ. ἐὰν δὲ παρὰ ταῦτά τις ἀφαιρῆται, τῶν βιαίων ἔνοχος ἔστω, καὶ ἁλοὺς τὴν διπλασίαν τοῦ ἐπιγραφέντος βλάβους τῷ ἀφαιρεθέντι τινέτω.
**意译**:“但如果有人违反此规定强行带走人,他应承担暴力行为的罪责,一旦被定罪,他必须向被带走者偿还所评估损失的两倍。
ἀγέτω δὲ καὶ τὸν ἀπελεύθερον, ἐάν τις μὴ θεραπεύῃ τοὺς ἀπελευθερώσαντας ἢ μὴ ἱκανῶς·
如果被释放的自由人对释放他的人没有尽到敬意,或者敬意不足,释放者也可以将他带走。
θεραπεία δὲ φοιτᾶν τρὶς τοῦ μηνὸς τὸν ἀπελευθερωθέντα πρὸς τὴν τοῦ ἀπελευθερώσαντος ἑστίαν, ἐπαγγελλόμενον ὅτι χρὴ δρᾶν τῶν δικαίων καὶ ἅμα δυνατῶν, καὶ περὶ γάμου ποιεῖν ὅτιπερ ἂν συνδοκῇ τῷ γενομένῳ δεσπότῃ.
所谓的敬意,是指被释放者每月三次前往释放他的主人的壁炉前,声明自己应当做哪些公正且力所能及的事情,并且在婚姻方面遵从他昔日主人的意向。
πλουτεῖν δὲ τοῦ ἀπελευθερώσαντος μὴ ἐξεῖναι μᾶλλον· τὸ δὲ πλέον γιγνέσθω τοῦ δεσπότου.
被释放者的财富不得超过释放他的人;超出部分应归主人所有。
μὴ πλείω δὲ εἴκοσιν ἐτῶν μένειν τὸν ἀφεθέντα, ἀλλὰ καθάπερ καὶ τοὺς ἄλλους ξένους ἀπιέναι λαβόντα τὴν αὑτοῦ πᾶσαν οὐσίαν, ἐὰν μὴ πείσῃ τούς τε ἄρχοντας καὶ τὸν ἀπελευθερώσαντα.
被放走的人居留不得超过二十年,而应当像其他外邦人一样,带走自己所有的财产离去,除非他能说服官员和释放他的人。
ἐὰν δὲ τῷ ἀπελευθερωθέντι ἢ καὶ τῶν ἄλλων τῳ ξένων οὐσία πλείων γίγνηται τοῦ τρίτου μεγέθει τιμήματος, ᾗ ἂν τοῦτο ἡμέρᾳ γένηται, τριάκοντα ἡμερῶν ἀπὸ ταύτης τῆς ἡμέρας λαβὼν ἀπίτω τὰ ἑαυτοῦ, καὶ μηδεμία τῆς μονῆς παραίτησις ἔτι τούτῳ παρʼ ἀρχόντων γιγνέσθω·
如果被释放者或任何其他外邦人的财产规模超过了第三等评估额,自此事发生之日起的三十天内,他必须带上自己的财产离去,并且官员不得再给予他任何延长居留的许可。
ἐὰν δέ τις ἀπειθῶν τούτοις εἰσαχθεὶς εἰς δικαστήριον ὄφλῃ, θανάτῳ τε ζημιούσθω καὶ τὰ χρήματα αὐτοῦ γιγνέσθω δημόσια.
如果有人违反这些规定,被带上法庭并被判有罪,他应被处以死刑,其财产收归公有。
δίκαι δʼ ἔστωσαν τούτων ἐν ταῖς φυλετικαῖσιν δίκαις, ἐὰν μὴ πρότερον ἐν γείτοσιν ἢ ἐν αἱρετοῖσιν δικασταῖς ἀπαλλάττωνται πρὸς ἀλλήλους τῶν ἐγκλημάτων.
关于这些事务的诉讼应当在部族法庭进行,除非他们在此之前已在邻里或选定的法官面前解决了彼此的控诉。
ἐὰν δὲ ὡς αὑτοῦ ἐφάπτηται ζῴου καὶ ὁτουοῦν ἤ τινος ἑτέρου τῶν αὑτοῦ χρημάτων, ἀναγέτω μὲν ὁ ἔχων εἰς πρατῆρα ἢ τὸν δόντα ἀξιόχρεών τε καὶ ἔνδικον ἤ τινι τρόπῳ παραδόντα ἄλλῳ κυρίως, εἰς μὲν πολίτην ἢ καὶ μέτοικον τῶν ἐν τῇ πόλει ἡμερῶν τριάκοντα, εἰς δὲ ξενικὴν παράδοσιν πέντε μηνῶν, ἧς μέσος ὁ μὴν ἐν ᾧ τρέπεται θερινὸς ἥλιος εἰς τὰ χειμερινά.
如果有人把任何牲畜或其他任何财产当作自己的东西来占有,占有者应当将权利来源追溯到具有足够信用且承担法律责任的卖主、赠与者,或以其他合法方式交付的他人:如果追溯对象是城邦内的公民或外邦居民,期限为三十天;如果是外国的交付,期限为五个月,其正中间的一个月是夏日的太阳转向冬至的月份。
ὅσα δὲ διά τινος ὠνῆς ἢ καὶ πράσεως ἀλλάττηταί τις ἕτερος ἄλλῳ, διδόντα ἐν χώρᾳ τῇ τεταγμένῃ ἑκάστοις κατʼ ἀγορὰν καὶ δεχόμενον ἐν τῷ παραχρῆμα τιμήν, οὕτως ἀλλάττεσθαι, ἄλλοθι δὲ μηδαμοῦ, μηδʼ ἐπὶ ἀναβολῇ πρᾶσιν μηδὲ ὠνὴν ποιεῖσθαι μηδενός·
至于通过购买或出售与他人交换的所有物品,应当在市场中为各类货物指定的地点,通过当场交付并收取货款的方式进行交换,不得在其他任何地方进行,也不得对任何物品进行信用买卖。
ἐὰν δὲ ἄλλως ἢ ἐν ἄλλοις τόποις ὁτιοῦν ἀνθʼ ὁτουοῦν διαμείβηται ἕτερος ἄλλῳ, πιστεύων πρὸς ὃν ἂν ἀλλάττηται, ποιείτω ταῦτα ὡς οὐκ οὐσῶν δικῶν κατὰ νόμον περὶ τῶν μὴ πραθέντων κατὰ τὰ νῦν λεγόμενα.
如果有人在其他地点以其他方式交换任何物品,信赖其交易对象,他应当在“对于未按照目前所述规则出售的物品,法律不予支持任何诉讼”的前提下进行交易。
ἐράνων δὲ πέρι, τὸν βουλόμενον ἐρανίζειν φίλον παρὰ φίλοις· ἐὰν δέ τις διαφορὰ γίγνηται περὶ τῆς ἐρανίσεως, οὕτω πράττειν ὡς δικῶν μηδενὶ περὶ τούτων μηδαμῶς ἐσομένων.
关于友谊互助会,任何人如果愿意,都可以在朋友之间募集互助资金;但如果因互助资金产生任何纠纷,应当在决不为此类事务提起诉讼的前提下予以解决。 ”

词汇与语法注释

  1. 915aἀγέτω δὲ καὶ τὸν ἀπελεύθερον — 第三人称命令式 `ἀγέτω` 的主语在语境上是指前主人。在随后的条件从句 `ἐάν τις μὴ θεραπεύῃ` 中,不定代词 `τις`(如果有人)在语义上指代被释放者。
  2. 915bπλουτεῖν δὲ τοῦ ἀπελευθερώσαντος μὴ ἐξεῖναι μᾶλλον — 比较级 `μᾶλλον` 支配比较属格 `τοῦ ἀπελευθερώσαντος`。不定式 `πλουτεῖν`(富有)用作无人称不定式 `ἐξεῖναι`(被允许)的主语。
  3. 915dἧς μέσος ὁ μὴν — 关系代名词属格 `ἧς` 与先行词“五个月”(`πέντε μηνῶν`) 保持性数一致。该关系代名词引导一个限定分句,用以说明所指期限的中间月份。

引用这一段

柏拉图, 法律篇 §11.915. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:11.915

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。