§10.909ΑΘ. ὡσαύτως δὲ καὶ τὸ θεοὺς νομίζον ἀμελεῖν δύʼ ἕτερα γεννᾷ, καὶ τὸ παραιτητοὺς ἄλλα δύο.
**アテナイ人**: 「同様に、神々が存在するが配慮しないと考えることも別の二つのタイプを生み出し、神々は宥め得ると考えることもさらに別の二つを生み出す。
τούτων δὴ ταύτῃ διεστηκότων, τοὺς μὲν ὑπʼ ἀνοίας ἄνευ κάκης ὀργῆς τε καὶ ἤθους γεγενημένους εἰς τὸ σωφρονιστήριον ὁ δικαστὴς τιθέμενος νόμῳ τιθέσθω μηδὲν ἔλαττον ἐτῶν πέντε, ἐν τούτῳ δὲ τῷ χρόνῳ μηδεὶς τῶν πολιτῶν αὐτοῖς ἄλλος συγγιγνέσθω πλὴν οἱ τοῦ νυκτερινοῦ συλλόγου κοινωνοῦντες, ἐπὶ νουθετήσει τε καὶ τῇ τῆς ψυχῆς σωτηρίᾳ ὁμιλοῦντες·
これらがこのように分かれているなかで、悪意ある激しい怒りや性格を伴わず、単に愚かさのためにそうなった者たちについて、裁判官は法律に従って彼らを矯正所に送るものとし、その期間は五年間を下回らないものとする。 この期間中、市民の誰も彼らに交わってはならず、ただし夜の会議に参加する者だけは例外として、彼らは訓戒と魂の救済のために語りかける。
ὅταν δʼ ὁ χρόνος αὐτοῖς ἐξέλθῃ τῶν δεσμῶν, ἐὰν μὲν δοκῇ τις σωφρονεῖν αὐτῶν, οἰκείτω μετὰ τῶν σωφρόνων, ἐὰν δὲ μή, ὀφείλῃ δʼ αὖθις τὴν τοιαύτην δίκην, θανάτῳ ζημιούσθω.
彼らの監禁の期間が満了したとき、もし彼らのうちの誰かが分別をわきまえたと思われるなら、分別の備わった人々とともに暮らすべきであるが、もしそうでなく、再び同じような罪で告訴されるならば、死刑に処されるべきである。
ὅσοι δʼ ἂν θηριώδεις γένωνται πρὸς τῷ θεοὺς μὴ νομίζειν ἢ ἀμελεῖς ἢ παραιτητοὺς εἶναι, καταφρονοῦντες δὲ τῶν ἀνθρώπων ψυχαγωγῶσι μὲν πολλοὺς τῶν ζώντων, τοὺς δὲ τεθνεῶτας φάσκοντες ψυχαγωγεῖν καὶ θεοὺς ὑπισχνούμενοι πείθειν, ὡς θυσίαις τε καὶ εὐχαῖς καὶ ἐπῳδαῖς γοητεύοντες, ἰδιώτας τε καὶ ὅλας οἰκίας καὶ πόλεις χρημάτων χάριν ἐπιχειρῶσιν κατʼ ἄκρας ἐξαιρεῖν, τούτων δὲ ὃς ἂν ὀφλὼν εἶναι δόξῃ, τιμάτω τὸ δικαστήριον αὐτῷ κατὰ νόμον δεδέσθαι μὲν ἐν τῷ τῶν μεσογέων δεσμωτηρίῳ, προσιέναι δὲ αὐτοῖς μηδένα ἐλεύθερον μηδέποτε, τακτὴν δὲ ὑπὸ τῶν νομοφυλάκων αὐτοὺς τροφὴν παρὰ τῶν οἰκετῶν λαμβάνειν.
神々を信じないこと、あるいは神々が配慮しない、あるいは宥め得ることであると考えていることに加え、野獣のようになり、人間を軽蔑して生きている多くの人々の心を惑わし、さらに死者たちをも呼び出すと称し、神々を説得できると約束して、生贄や祈りや呪文によって彼らを欺き、金銭のために個人や家全体や国家を根底から滅ぼそうと企てる者たち、彼らのうちで有罪と判定された者については、裁判所は法律に従い、内陸部の刑務所に監禁し、自由市民は誰も決して彼らに近づかないこと、そして彼らは法の番人によって定められた一定の食糧を奴隷たちから受け取るべきであることを査定しなければならない。
ἀποθανόντα δὲ ἔξω τῶν ὁρίων ἐκβάλλειν ἄταφον·
そして死んだときは国境の外に投げ捨てて葬らないこととする。
ἐὰν δέ τις ἐλεύθερος συνθάπτῃ, δίκας ἀσεβείας τῷ ἐθέλοντι λαγχάνειν ὑπεχέτω.
もし自由市民が共同で埋葬するなら、望む者による不敬虔の訴えに直面すべきである。
παῖδας δὲ ἂν μὲν καταλείπῃ τῇ πόλει ἱκανούς, οἱ τῶν ὀρφανῶν ἐπιμελούμενοι καὶ τούτων ὡς ὄντων ὀρφανῶν ἐπιμελείσθων μηδὲν χεῖρον τῶν ἄλλων ἀπὸ τῆς ἡμέρας ἧς ἂν ὁ πατὴρ αὐτῶν ὄφλῃ τὴν δίκην.
もし彼が十分な数の子供を市に遺していくならば、孤児の世話をする者たちが、彼らの父親が有罪判決を受けたその日から、他の孤児たちと同様に、彼らを孤児として世話するべきである。
κοινὸν δʼ ἐπὶ τούτοις πᾶσιν νόμον κεῖσθαι χρεών, ὃς ἐλάττω τε εἰς θεοὺς αὐτῶν τοὺς πολλοὺς ἔργῳ καὶ λόγῳ πλημμελεῖν ἂν ποιοῖ, καὶ δὴ καὶ ἀνοήτους ἧττον γίγνεσθαι, διὰ τὸ μὴ ἐξεῖναι θεοπολεῖν παρὰ νόμον.
これらすべてに対して、多くの者が行為や言葉において神々に対して過ちを犯すのを少なくし、さらに、法律に反して独自の宗教的行為を営むことが許されないことによって、愚かさを和らげるような、共通の法律が制定されるべきである。
ἔστω γὰρ νόμος ὅδε τοῖς σύμπασιν κείμενος ἁπλῶς·
すべての人に対して一律に制定される法律は次の通りである。
Ἱερὰ μηδὲ εἷς ἐν ἰδίαις οἰκίαις ἐκτήσθω·
『誰も個人の家に私的な聖所を所有してはならない。
θύειν δʼ ὅταν ἐπὶ νοῦν ἴῃ τινί, πρὸς τὰ δημόσια ἴτω θύσων, καὶ τοῖς ἱερεῦσί τε καὶ ἱερείαις ἐγχειριζέτω τὰ θύματα, οἷς ἁγνεῖαι τούτων ἐπιμελεῖς.
誰かが生贄を捧げようと思いたったときは、公の聖所へ行って捧げるべきであり、生贄の品を、その清めの儀礼を司る神官や女祭司たちに引き渡さねばならない。
συνευξάσθω δὲ αὐτός τε καὶ ὃν ἂν ἐθέλῃ μετʼ αὐτοῦ συνεύχεσθαι.
そして自らも、また共に祈ることを望む者とともに、祈りを捧げるべきである。
§10.910ΑΘ.ταῦτα δὲ γιγνόμενα τῶν τοιῶνδε χάριν ἔστω.
』」 **アテナイ人**: 「そして、これらの措置がなされるのは、次のような理由からである。
ἱερὰ καὶ θεοὺς οὐ ῥᾴδιον ἱδρύεσθαι, μεγάλης δὲ διανοίας τινὸς ὀρθῶς δρᾶν τὸ τοιοῦτον, ἔθος τε γυναιξί τε δὴ διαφερόντως πάσαις καὶ τοῖς ἀσθενοῦσι πάντῃ καὶ κινδυνεύουσι καὶ ἀποροῦσιν, ὅπῃ τις ἂν ἀπορῇ, καὶ τοὐναντίον ὅταν εὐπορίας τινὸς λάβωνται, καθιεροῦν τε τὸ παρὸν ἀεὶ καὶ θυσίας εὔχεσθαι καὶ ἱδρύσεις ὑπισχνεῖσθαι θεοῖς καὶ δαίμοσιν καὶ παισὶν θεῶν, ἔν τε φάσμασιν ἐγρηγορότας διὰ φόβους καὶ ἐν ὀνείροις, ὡς δʼ αὕτως ὄψεις πολλὰς ἀπομνημονεύοντας ἑκάσταισί τε αὐτῶν ἄκη ποιουμένους, βωμοὺς καὶ ἱερὰ πάσας μὲν οἰκίας, πάσας δὲ κώμας ἔν τε καθαροῖς ἱδρυομένους ἐμπιμπλάναι καὶ ὅπῃ τις ἔτυχε τῶν τοιούτων.
聖所や神々を設立することは容易ではなく、正しくこれを行うには偉大な知性が必要である。 しかし、すべての女性に特に顕著に見られる習性として、またあらゆる点で病める人々、危険に晒されている人々、困難にある人々、そして逆に幸運に恵まれた人々が、その都度身近にあるものを神聖なものとして捧げ、神々や精霊や神々の子らに対して、犠牲を捧げることを祈り、聖所の設立を約束する。 また、恐怖のために目覚めているときに見る幻影や夢の中で、同様に数々の現れを記憶に留め、それらの一つ一つに対して救済を施そうとして、すべての家や、すべての村を、清らかな場所であれ、あるいはそうした人々がたまたま居合わせた場所であれ、祭壇や聖所で満たしてしまう。
ὧν ἕνεκα χρὴ πάντων ποιεῖν κατὰ τὸν νῦν λεγόμενον νόμον·
これらすべての理由から、今述べられた法律に従って行動しなければならない。
πρὸς τούτοις δὲ ἕνεκα τῶν ἀσεβούντων, ἵνα μὴ καὶ ταῦτα κλέπτοντες ταῖς πράξεσιν, ἱερά τε καὶ βωμοὺς ἐν ἰδίαις οἰκίαις ἱδρυόμενοι, λάθρᾳ τοὺς θεοὺς ἵλεως οἰόμενοι ποιεῖν θυσίαις τε καὶ εὐχαῖς, εἰς ἄπειρον τὴν ἀδικίαν αὐξάνοντες αὑτοῖς τε ἐγκλήματα πρὸς θεῶν ποιῶνται καὶ τοῖς ἐπιτρέπουσιν, οὖσιν αὐτῶν βελτίοσιν, καὶ πᾶσα οὕτως ἡ πόλις ἀπολαύῃ τῶν ἀσεβῶν τρόπον τινὰ δικαίως.
さらに、不敬虔な者たちに関しても、彼らが自分たちの行為においてこうしたことを欺瞞的に利用し、私邸に聖所や祭壇を建てて、犠牲や祈りによって密かに神々を宥められると考え、不正を際限なく増大させ、自分たち自身にも、また彼らを放置した彼らより優れた者たちにも神々からの怒りを招き、こうして国家全体が、ある意味で当然の報いとして、不敬虔な者たちの災いを受けることのないようにするためである。
τὸν μὲν δὴ νομοθέτην ὁ θεὸς οὐ μέμψεται·
それゆえ、神は立法者を非難されないであろう。
κείσθω γὰρ νόμος οὗτος·
したがって以下の法律が制定されるべきである。
μὴ κεκτῆσθαι θεῶν ἐν ἰδίαις οἰκίαις ἱερά, τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια, ἐὰν μὲν ἄδικον μηδὲν τῶν μεγάλων καὶ ἀνοσίων εἰργασμένος ἀνὴρ ἢ καὶ γυνὴ κεκτῆταί τις, ὁ μὲν αἰσθανόμενος καὶ εἰσαγγελλέτω τοῖς νομοφύλαξιν, οἱ δὲ προσταττόντων εἰς τὰ δημόσια ἀποφέρειν ἱερὰ τὰ ἴδια, μὴ πείθοντες δὲ ζημιούντων ἕως ἂν ἀπενεχθῇ·
『何びとも私邸に神々の聖所を所有してはならない。 もし公の聖所を除いて、別の聖所を所有し、そこで儀礼を行っていることが発覚した者がいる場合、もしその男または女が、重大で不敬な不正行為を全く犯さずにそれを所有しているだけであるならば、これに気づいた者は法の番人に通報すべきである。 そして法の番人は、私的な聖なる品々を公の聖所に移すよう命じるべきであり、従わない場合は、それらが移されるまで罰金を科すべきである。
ἐὰν δέ τις ἀσεβήσας μὴ παιδίων ἀλλʼ ἀνδρῶν ἀσέβημα ἀνοσίων γένηται φανερός, εἴτε ἐν ἰδίοις ἱδρυσάμενος εἴτʼ ἐν δημοσίοις θύσας ἱερὰ θεοῖς οἱστισινοῦν, ὡς οὐ καθαρὸς ὢν θύων θανάτῳ ζημιούσθω.
しかし、もし誰かが、子供のそれではなく、不敬な大人の不敬虔な過ちを犯したことが明らかになった場合、すなわち、私邸に聖所を設立した、あるいは公の聖所で任意の神々に犠牲を捧げたが、自らが不浄な身でありながら捧げた場合、死刑に処されるべきである。
τὸ δὲ παίδειον ἢ μὴ κρίναντες οἱ νομοφύλακες, εἰς τὸ δικαστήριον οὕτως εἰσαγαγόντες, τὴν τῆς ἀσεβείας δίκην τούτοις ἐπιτελούντων.
その行為が子供のものであるか否かを法の番人が判定した上で、裁判所に告発し、彼らに不敬虔の刑罰を科すべきである。 』」