§10.907ΚΛ. εὐφήμει·
**クレイニアス**: 「滅相もない、お言葉を慎んでください。
πῶς γὰρ ἄν;
どうしてそんなことがあり得ましょうか。
ΑΘ. ἀλλʼ οὐ πάντων φυλάκων εἰσὶ μέγιστοι καὶ περὶ τὰ μέγιστα ἡμῖν οἱ πάντες θεοί;
」 **アテナイ人**: 「しかし、すべての神々は、私たちにとって、あらゆる守護者の中で最も偉大であり、最も偉大な事柄に関する守護者ではないだろうか。
ΚΛ. πολύ γε.
」 **クレイニアス**: 「大いにそうですとも。
ΑΘ. τοὺς δὴ κάλλιστά τε πράγματα φυλάττοντας, διαφέροντάς τε αὐτοὺς φυλακῇ πρὸς ἀρετήν, κυνῶν χείρους καὶ ἀνθρώπων μέσων εἶναι φήσομεν, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδοῖεν ἕνεκα δώρων παρὰ ἀδίκων ἀνδρῶν ἀνοσίως διδομένων;
」 **アテナイ人**: 「それでは、最も美しいものを守護し、自らも美徳において卓越した守護者である者たちが、不義な人間から神聖からざるやり方で与えられる贈り物のために正義を決して裏切らないような凡庸な人間や犬よりも劣っている、と私たちは言うのだろうか。
ΚΛ. οὐδαμῶς·
」 **クレイニアス**: 「決してそんなことはありません。
οὔτε ἀνεκτὸς λόγων, τῶν τε περὶ πᾶσαν ἀσέβειαν ὄντων κινδυνεύει πᾶς ὁ ταύτης τῆς δόξης ἀντεχόμενος πάντων ἂν τῶν ἀσεβῶν κεκρίσθαι δικαιότατα κάκιστός τε εἶναι καὶ ἀσεβέστατος.
その言葉は容認できません。 そして、この意見に固執する者は誰でも、すべての不敬虔な者たちの中で最も正当に、最も悪質で最も不敬虔であると判定される恐れがあります。
ΑΘ. τὰ μὲν δὴ προτεθέντα τρία, θεοί τε ὡς εἰσίν, καὶ ὡς ἐπιμελεῖς, καὶ παρὰ τὸ δίκαιον ὡς παντάπασιν ἀπαραίτητοι, φῶμεν ἱκανῶς ἀποδεδεῖχθαί που;
」 **アテナイ人**: 「それでは、提示された3つの論点、すなわち、神々が存在すること、神々が配慮されること、そして正義に反して宥められることは絶対にないということ、これらは十分に証明されたと言ってよいだろうか。
ΚΛ. πῶς γὰρ οὔ;
」 **クレイニアス**: 「どうしてそうでないことがありましょう。
καὶ σύμψηφοί γε τούτοις τοῖς λόγοις ἐσμέν.
私たちは確かにこれらの議論に同意します。
ΑΘ. καὶ μὴν εἴρηνταί γέ πως σφοδρότερον διὰ φιλονικίαν τῶν κακῶν ἀνθρώπων·
」 **アテナイ人**: 「しかしながら、これらは悪人たちに対する論争心から幾分激しく語られたのです。
τούτου γε μὴν ἕνεκα, ὦ φίλε Κλεινία, πεφιλονίκηνται, μή ποτε λόγοις ἡγῶνται κρατοῦντες ἐξουσίαν εἶναι σφίσιν ἃ βούλονται πράττειν οἱ κακοί, ἃ δὴ καὶ ὅσα καὶ οἷα περὶ θεοὺς διανοοῦνται.
わが友クレイニアスよ、これほどの議論が競われたのは、悪人たちが言葉によって優位に立つことで、自分たちの望むことを行う自由があると思い込まないためなのです、まさに彼らが神々について考えているようなこと、どれほどの、またどのようなことをも。
προθυμία μὲν δὴ διὰ ταῦτα νεωτέρως εἰπεῖν ἡμῖν γέγονεν·
それゆえ、私たちにはこれらをより新しいやり方で語る熱意が生じたのです。
εἰ δέ τι καὶ βραχὺ προὔργου πεποιήκαμεν εἰς τὸ πείθειν πῃ τοὺς ἄνδρας ἑαυτοὺς μὲν μισῆσαι, τὰ δʼ ἐναντία πως ἤθη στέρξαι, καλῶς ἡμῖν εἰρημένον ἂν εἴη τὸ προοίμιον ἀσεβείας πέρι νόμων.
もし私たちが彼らを説得して、自分自身を嫌悪し、その反対の性格を愛するようにさせることに、いくらかでも役立つことを成し遂げたなら、不敬虔に関する法律の序説は、私たちによって美しく語られたことになるでしょう。
ΚΛ. ἀλλὰ ἐλπίς·
」 **クレイニアス**: 「そのようになりますように。
εἰ δὲ μή, τό γε τοῦ λόγου γένος οὐκ αἰτιάσεται τὸν νομοθέτην.
もしそうでなくとも、少なくとも議論の性格において立法者を非難することはないでしょう。
ΑΘ. μετὰ τὸ προοίμιον τοίνυν λόγος οἷος ἂν τῶν νόμων ἑρμηνεὺς ὀρθῶς γίγνοιτο ἡμῖν, προαγορεύων ἐξίστασθαι πᾶσι τοῖς ἀσεβέσι τρόπων τῶν αὑτῶν εἰς τοὺς εὐσεβεῖς.
」 **アテナイ人**: 「それでは、序説の次に、私たちの法律の解釈者として正しく機能するであろう、すべての不敬虔な者たちに対して、彼らの生き方を捨てて敬虔な者たちの生き方に移行するよう事前に警告する言葉が続く。
τοῖς δὲ μὴ πειθομένοις ἀσεβείας ὅδε ἔστω πέρι νόμος·
従わない者たちに対しては、不敬虔に関する以下の法律を定めよう。
ἐάν τις ἀσεβῇ λόγοις εἴτʼ ἔργοις, ὁ παρατυγχάνων ἀμυνέτω σημαίνων πρὸς ἄρχοντας, τῶν δὲ ἀρχόντων οἱ πρῶτοι πυθόμενοι πρὸς τὸ περὶ τούτων ἀποδεδειγμένον κρίνειν δικαστήριον εἰσαγαγόντων κατὰ τοὺς νόμους·
もし誰かが言葉であれ行為であれ不敬虔を働くなら、そこに居合わせた者は役人に告発してそれを防がねばならない。 役人のうち最初にそれを知った者は、これらに関して指定された裁判所へ、法律に従って審判のために連れて行くべきである。
ἐὰν δέ τις ἀκούσασα ἀρχὴ μὴ δρᾷ ταῦτα, αὐτὴ ἀσεβείας ὑπόδικος γιγνέσθω τῷ ἐθέλοντι τιμωρεῖν ὑπὲρ τῶν νόμων.
もし知らせを受けた役所の者がこれを行わないなら、自らが、法律のために処罰を求めることを望む者に対して、不敬虔の告発を受ける身となるべきである。
ἐὰν δέ τις ὄφλῃ, τιμάτω τὸ δικαστήριον ἓν ἑκάστῳ τῶν καθʼ ἓν ἀσεβούντων τίμημα.
もし誰かが有罪と判定されたなら、裁判所は不敬虔を犯した者それぞれに、個別の刑罰を科すべきである。
§10.908ΑΘ. δεσμὸς μὲν οὖν ὑπαρχέτω πᾶσιν·
」 **アテナイ人**: 「したがって、すべての人に対して監禁が科されるべきである。
δεσμωτηρίων δὲ ὄντων ἐν τῇ πόλει τριῶν, ἑνὸς μὲν κοινοῦ τοῖς πλείστοις περὶ ἀγοράν, σωτηρίας ἕνεκα τοῖς πολλοῖς τῶν σωμάτων, ἑνὸς δὲ περὶ τὸν τῶν νύκτωρ συλλεγομένων σύλλογον, σωφρονιστήριον ἐπονομαζόμενον, ἑνὸς δὲ αὖ κατὰ μέσην τὴν χώραν, ὅπῃπερ ἂν ἔρημός τε καὶ ὡς ὅτι μάλιστα ἀγριώτατος ᾖ τόπος, τιμωρίας ἔχων ἐπωνυμίαν φήμην τινά·
市内に3つの刑務所があるとして、1つは広場の近くにあり、多くの者の身体の安全のために一般に共通のものである。 もう1つは、夜間集まる会議の近くにあり、『矯正所』と呼ばれる。 さらにもう1つは、地方の中央にあり、荒涼として、できる限り最も野蛮な場所にあって、懲罰を意味する何らかの悪名高い名を持っている。
περὶ ἀσέβειαν δὲ ὄντων αἰτίαις μὲν τρισίν, αἷσπερ καὶ διήλθομεν, δύο δὲ ἐξ ἑκάστης τῆς τοιαύτης αἰτίας γενομένων, ἓξ ἂν γίγνοιντο ἃ καὶ διακρίσεως ἄξια γένη τῶν περὶ τὰ θεῖα ἐξαμαρτανόντων, οὐκ ἴσης οὐδʼ ὁμοίας δίκης δεόμενα.
不敬虔に関して3つの罪状があり、私たちが詳しく述べた通りであるが、そのような罪状のそれぞれから2つの類型が生じるため、神性に関して過ちを犯す者たちには6つの区分されるべき類型が生じることになり、それらは等しくなく、同様の刑罰を必要としない。
ᾧ γὰρ ἂν μὴ νομίζοντι θεοὺς εἶναι τὸ παράπαν ἦθος φύσει προσγένηται δίκαιον, μισοῦντές τε γίγνονται τοὺς κακούς, καὶ τῷ δυσχεραίνειν τὴν ἀδικίαν οὔτε τὰς τοιαύτας πράξεις προσίενται πράττειν, τούς τε μὴ δικαίους τῶν ἀνθρώπων φεύγουσι καὶ τοὺς δικαίους στέργουσιν·
すなわち、神々が全く存在しないと考えているが、自然と正しい性質を併せ持っている者は、悪人を憎むようになり、不正を嫌うことによってそのような行為を行おうとせず、不義な人間を避け、義なる人間を愛する。
οἷς δʼ ἂν πρὸς τῇ δόξῃ τῇ θεῶν ἔρημα εἶναι πάντα ἀκράτειαί τε ἡδονῶν καὶ λυπῶν προσπέσωσι, μνῆμαί τε ἰσχυραὶ καὶ μαθήσεις ὀξεῖαι παρῶσι, τὸ μὲν μὴ νομίζειν θεοὺς ἀμφοῖν ἂν ἐνυπάρχοι κοινὸν πάθος, τῇ δὲ τῶν ἄλλων ἀνθρώπων λώβῃ τὸ μὲν ἐλάττω, τὸ δὲ πλείω κακὰ ἐργάζοιτʼ ἄν.
しかし、神々から見放されているという意見に加えて、快楽や苦痛に対する自制心の欠如が加わり、強い記憶力と鋭い学習能力が備わっている者たちにおいては、神々を信じないという点は両者に共通する病であるが、他の人間を害する点において、一方はより少ない悪を、他方はより多くの悪をなすであろう。
ὁ μὲν γὰρ λόγῳ τε ἂν περὶ θεοὺς παρρησίας εἴη μεστὸς καὶ περὶ θυσίας τε καὶ ὅρκους, καὶ ὡς τῶν ἄλλων καταγελῶν τάχʼ ἂν ἑτέρους τοιούτους ἀπεργάζοιτο, δίκης μὴ τυγχάνων·
一方は、神々について不遜な言葉に満ち、犠牲や誓いについても不遜であり、他者をあざ笑うことで、刑罰を受けなければ、すぐに他者を自分のような者に仕立て上げるだろう。
ὁ δὲ δὴ δοξάζων μὲν καθάπερ ἅτερος, εὐφυὴς δὲ ἐπικαλούμενος, δόλου δὲ καὶ ἐνέδρας πλήρης, ἐξ ὧν μάντεις τε κατασκευάζονται πολλοὶ καὶ περὶ πᾶσαν τὴν μαγγανείαν κεκινημένοι, γίγνονται δὲ ἐξ αὐτῶν ἔστιν ὅτε καὶ τύραννοι καὶ δημηγόροι καὶ στρατηγοί, καὶ τελεταῖς δὲ ἰδίαις ἐπιβεβουλευκότες, σοφιστῶν τε ἐπικαλουμένων μηχαναί.
しかし、他方、もう一方と同じように考えながらも、いわゆる『才気がある』とされ、欺瞞と陰謀に満ちており、彼らの中から多くの占い師や、あらゆる魔術に熱中する者が生まれ、彼らの中から時には僭主や民衆扇動家、将軍、私的な儀礼によって謀略を企てる者、いわゆるソフィストの策略などが生まれる。
τούτων δὴ πολλὰ μὲν εἴδη γένοιτʼ ἄν, τὰ δὲ νόμων ἄξια θέσεως δύο, ὧν τὸ μὲν εἰρωνικὸν οὐχ ἑνὸς οὐδὲ δυοῖν ἄξια θανάτοιν ἁμαρτάνον, τὸ δὲ νουθετήσεως ἅμα καὶ δεσμῶν δεόμενον.
これらには多くの種類が存在しうるが、法律の制定に値するものは2つの大きなカテゴリーであり、そのうち一つは偽装的なもので、一つや二つの死に値するだけでは済まない過ちであり、もう一つは訓戒と投獄を必要とするものである。 」