Humanitext Reader

柏拉图 · 法律篇 §10.909-10.910

不敬虔者的惩处与私设圣所的禁令

第 155 段,共 186 段 · 希腊语

内容简介

详细阐述了针对不同类型不敬虔者的具体处罚措施(如送入矫正所或判处死刑),并提出了一项禁止私设圣所、要求进行公用祭祀的通用法律。

§10.909ΑΘ. ὡσαύτως δὲ καὶ τὸ θεοὺς νομίζον ἀμελεῖν δύʼ ἕτερα γεννᾷ, καὶ τὸ παραιτητοὺς ἄλλα δύο.
**阿典那人**:“同样,相信神明存在但并不关关照,也产生另外两种类型;而相信神明可以被劝诱,又产生另外两种。
τούτων δὴ ταύτῃ διεστηκότων, τοὺς μὲν ὑπʼ ἀνοίας ἄνευ κάκης ὀργῆς τε καὶ ἤθους γεγενημένους εἰς τὸ σωφρονιστήριον ὁ δικαστὴς τιθέμενος νόμῳ τιθέσθω μηδὲν ἔλαττον ἐτῶν πέντε, ἐν τούτῳ δὲ τῷ χρόνῳ μηδεὶς τῶν πολιτῶν αὐτοῖς ἄλλος συγγιγνέσθω πλὴν οἱ τοῦ νυκτερινοῦ συλλόγου κοινωνοῦντες, ἐπὶ νουθετήσει τε καὶ τῇ τῆς ψυχῆς σωτηρίᾳ ὁμιλοῦντες·
既然这些类型如此不同,那么对于那些出于愚蠢、而不带恶意的愤怒或性格而陷入此境的人,裁判官应当依法将其送入矫正所,期限不得少于五年。 在此期间,除参与夜间会议的成员外,其他公民一律不得与他们接触,由这些成员与他们进行交谈,以示诫勉并救赎他们的灵魂。
ὅταν δʼ ὁ χρόνος αὐτοῖς ἐξέλθῃ τῶν δεσμῶν, ἐὰν μὲν δοκῇ τις σωφρονεῖν αὐτῶν, οἰκείτω μετὰ τῶν σωφρόνων, ἐὰν δὲ μή, ὀφείλῃ δʼ αὖθις τὴν τοιαύτην δίκην, θανάτῳ ζημιούσθω.
当他们的监禁期满时,如果其中有人显得已经悔改,就让他与有节制的人共同生活;如果不然,并且再次被判定犯有此类罪行,则应处以死刑。
ὅσοι δʼ ἂν θηριώδεις γένωνται πρὸς τῷ θεοὺς μὴ νομίζειν ἢ ἀμελεῖς ἢ παραιτητοὺς εἶναι, καταφρονοῦντες δὲ τῶν ἀνθρώπων ψυχαγωγῶσι μὲν πολλοὺς τῶν ζώντων, τοὺς δὲ τεθνεῶτας φάσκοντες ψυχαγωγεῖν καὶ θεοὺς ὑπισχνούμενοι πείθειν, ὡς θυσίαις τε καὶ εὐχαῖς καὶ ἐπῳδαῖς γοητεύοντες, ἰδιώτας τε καὶ ὅλας οἰκίας καὶ πόλεις χρημάτων χάριν ἐπιχειρῶσιν κατʼ ἄκρας ἐξαιρεῖν, τούτων δὲ ὃς ἂν ὀφλὼν εἶναι δόξῃ, τιμάτω τὸ δικαστήριον αὐτῷ κατὰ νόμον δεδέσθαι μὲν ἐν τῷ τῶν μεσογέων δεσμωτηρίῳ, προσιέναι δὲ αὐτοῖς μηδένα ἐλεύθερον μηδέποτε, τακτὴν δὲ ὑπὸ τῶν νομοφυλάκων αὐτοὺς τροφὴν παρὰ τῶν οἰκετῶν λαμβάνειν.
而对于那些变得如同野兽一般的人,除了不信神明,或者相信神明并不关照、可以被劝诱之外,他们还轻视人类,迷惑许多活人的灵魂,并声称能召唤死者的灵魂,承诺能够说服神明,仿佛能用祭祀、祈祷和咒语来施加法术,并且为了金钱而企图彻底毁灭个人、整个家庭和城邦。 在这些人中,凡是被判定有罪的人,法庭应当依法判处其监禁在内陆地区的监狱中,任何自由人绝不得接近他们,他们应当从奴隶那里接受由护法官规定的固定伙食。
ἀποθανόντα δὲ ἔξω τῶν ὁρίων ἐκβάλλειν ἄταφον·
当其死后,应当将其尸体抛弃在国境之外,不予埋葬。
ἐὰν δέ τις ἐλεύθερος συνθάπτῃ, δίκας ἀσεβείας τῷ ἐθέλοντι λαγχάνειν ὑπεχέτω.
如果有自由人协助埋葬,该人应当向任何愿意提起诉讼的人承担不敬虔罪的诉讼责任。
παῖδας δὲ ἂν μὲν καταλείπῃ τῇ πόλει ἱκανούς, οἱ τῶν ὀρφανῶν ἐπιμελούμενοι καὶ τούτων ὡς ὄντων ὀρφανῶν ἐπιμελείσθων μηδὲν χεῖρον τῶν ἄλλων ἀπὸ τῆς ἡμέρας ἧς ἂν ὁ πατὴρ αὐτῶν ὄφλῃ τὴν δίκην.
如果他留下了足够由城邦抚养的子女,孤儿监护人应当在他们的父亲被判定有罪之日起,像对待其他孤儿一样,照料这些孩子,其待遇不得差于其他人。
κοινὸν δʼ ἐπὶ τούτοις πᾶσιν νόμον κεῖσθαι χρεών, ὃς ἐλάττω τε εἰς θεοὺς αὐτῶν τοὺς πολλοὺς ἔργῳ καὶ λόγῳ πλημμελεῖν ἂν ποιοῖ, καὶ δὴ καὶ ἀνοήτους ἧττον γίγνεσθαι, διὰ τὸ μὴ ἐξεῖναι θεοπολεῖν παρὰ νόμον.
针对所有这些人,应当制定一条共同的法律,这条法律将使他们中的大多数人在行为和言辞上减少对神明的冒犯,并且使他们不那么愚蠢,因为法律不允许他们违反规定私自进行神事。
ἔστω γὰρ νόμος ὅδε τοῖς σύμπασιν κείμενος ἁπλῶς· Ἱερὰ μηδὲ εἷς ἐν ἰδίαις οἰκίαις ἐκτήσθω· θύειν δʼ ὅταν ἐπὶ νοῦν ἴῃ τινί, πρὸς τὰ δημόσια ἴτω θύσων, καὶ τοῖς ἱερεῦσί τε καὶ ἱερείαις ἐγχειριζέτω τὰ θύματα, οἷς ἁγνεῖαι τούτων ἐπιμελεῖς.
让这条法律一律适用于所有人:‘任何人不得在私宅中拥有圣所;当有人想要祭祀时,应当到公用的圣所去祭祀,并应当将祭品交给负责清修仪轨的男女祭司。
συνευξάσθω δὲ αὐτός τε καὶ ὃν ἂν ἐθέλῃ μετʼ αὐτοῦ συνεύχεσθαι.
他本人以及任何愿意与他一同祈祷的人,应当共同祈祷。
§10.910ΑΘ.ταῦτα δὲ γιγνόμενα τῶν τοιῶνδε χάριν ἔστω.
’” **阿典那人**:“而之所以采取这些措施,是由于以下原因。
ἱερὰ καὶ θεοὺς οὐ ῥᾴδιον ἱδρύεσθαι, μεγάλης δὲ διανοίας τινὸς ὀρθῶς δρᾶν τὸ τοιοῦτον, ἔθος τε γυναιξί τε δὴ διαφερόντως πάσαις καὶ τοῖς ἀσθενοῦσι πάντῃ καὶ κινδυνεύουσι καὶ ἀποροῦσιν, ὅπῃ τις ἂν ἀπορῇ, καὶ τοὐναντίον ὅταν εὐπορίας τινὸς λάβωνται, καθιεροῦν τε τὸ παρὸν ἀεὶ καὶ θυσίας εὔχεσθαι καὶ ἱδρύσεις ὑπισχνεῖσθαι θεοῖς καὶ δαίμοσιν καὶ παισὶν θεῶν, ἔν τε φάσμασιν ἐγρηγορότας διὰ φόβους καὶ ἐν ὀνείροις, ὡς δʼ αὕτως ὄψεις πολλὰς ἀπομνημονεύοντας ἑκάσταισί τε αὐτῶν ἄκη ποιουμένους, βωμοὺς καὶ ἱερὰ πάσας μὲν οἰκίας, πάσας δὲ κώμας ἔν τε καθαροῖς ἱδρυομένους ἐμπιμπλάναι καὶ ὅπῃ τις ἔτυχε τῶν τοιούτων.
圣所和神像并非易于设立,正确地进行此事需要伟大的理智。 然而,所有女性,以及在任何方面生病、处于危险、陷入困境(无论何种困境)的人,以及相反在获得某种富足时,都有一种特殊的习惯,即随时将身边的东西奉为神圣,并祈求祭祀,承诺向神明、精灵和神之子设立圣所,无论是因为恐惧在清醒时见到的幻象,还是在梦中,同样地,他们会记住许多异象,并针对每一种异象寻求治愈之策,从而将所有的房屋、所有的村庄,无论是在清净之地还是在他们碰巧遇到的地方,都填满了祭坛和圣所。
ὧν ἕνεκα χρὴ πάντων ποιεῖν κατὰ τὸν νῦν λεγόμενον νόμον· πρὸς τούτοις δὲ ἕνεκα τῶν ἀσεβούντων, ἵνα μὴ καὶ ταῦτα κλέπτοντες ταῖς πράξεσιν, ἱερά τε καὶ βωμοὺς ἐν ἰδίαις οἰκίαις ἱδρυόμενοι, λάθρᾳ τοὺς θεοὺς ἵλεως οἰόμενοι ποιεῖν θυσίαις τε καὶ εὐχαῖς, εἰς ἄπειρον τὴν ἀδικίαν αὐξάνοντες αὑτοῖς τε ἐγκλήματα πρὸς θεῶν ποιῶνται καὶ τοῖς ἐπιτρέπουσιν, οὖσιν αὐτῶν βελτίοσιν, καὶ πᾶσα οὕτως ἡ πόλις ἀπολαύῃ τῶν ἀσεβῶν τρόπον τινὰ δικαίως.
由于所有这些原因,我们必须按照现在所说的法律行事;此外,针对不敬虔者,免得他们在行为中也以此进行欺瞒,在私宅中设立圣所和祭坛,以为可以通过祭祀和祈祷在暗中使神明回心转意,从而将不义无限地扩大,不仅给自己,也给容忍他们的那些比他们更好的人带来神明的惩罚,使整个城邦在某种意义上公正地承受不敬虔者的恶果。
τὸν μὲν δὴ νομοθέτην ὁ θεὸς οὐ μέμψεται·
因此,神明不会指责立法者。
κείσθω γὰρ νόμος οὗτος·
让这条法律确立:‘任何人不得在私宅中拥有神明的圣所。
μὴ κεκτῆσθαι θεῶν ἐν ἰδίαις οἰκίαις ἱερά, τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια, ἐὰν μὲν ἄδικον μηδὲν τῶν μεγάλων καὶ ἀνοσίων εἰργασμένος ἀνὴρ ἢ καὶ γυνὴ κεκτῆταί τις, ὁ μὲν αἰσθανόμενος καὶ εἰσαγγελλέτω τοῖς νομοφύλαξιν, οἱ δὲ προσταττόντων εἰς τὰ δημόσια ἀποφέρειν ἱερὰ τὰ ἴδια, μὴ πείθοντες δὲ ζημιούντων ἕως ἂν ἀπενεχθῇ·
如果有人被发现拥有公用圣所之外的其他圣所并进行祭祀,如果该男女是在没有犯下任何重大且不敬的邪恶行为的情况下拥有它,知情者应当向护法官举报,护法官应当命令他们将私人的圣物移交至公用圣所,若不听从,则应当对他们处以罚款,直至移交为止。
ἐὰν δέ τις ἀσεβήσας μὴ παιδίων ἀλλʼ ἀνδρῶν ἀσέβημα ἀνοσίων γένηται φανερός, εἴτε ἐν ἰδίοις ἱδρυσάμενος εἴτʼ ἐν δημοσίοις θύσας ἱερὰ θεοῖς οἱστισινοῦν, ὡς οὐ καθαρὸς ὢν θύων θανάτῳ ζημιούσθω.
但是,如果有人被发现犯下了不敬虔罪行,且非孩童之举,而是不敬的成年人之行,无论是私自设立圣所,还是在公用圣所向任何神明献祭,由于他在自身不洁的情况下进行祭祀,应当处以死刑。
τὸ δὲ παίδειον ἢ μὴ κρίναντες οἱ νομοφύλακες, εἰς τὸ δικαστήριον οὕτως εἰσαγαγόντες, τὴν τῆς ἀσεβείας δίκην τούτοις ἐπιτελούντων.
护法官在判定其是否属于孩童之举后,将其送交法庭,并对他们执行不敬虔罪的惩罚。 ’”

词汇与语法注释

  1. 909aτοὺς μὲν ὑπʼ ἀνοίας ἄνευ κάκης ὀργῆς τε καὶ ἤθους γεγενημένους — 介词短语 `ὑπʼ ἀνοίας`(由于愚蠢)指出了他们犯错的原因,而随后的短语 `ἄνευ κάκης...`(不带恶意)进一步对其进行限定,从而将他们与因恶意而陷入不敬的人区分开来。
  2. 909bὅσοι δʼ ἂν θηριώδεις γένωνται — 这个由 `ὅσοι δʼ 批 ἂν...` 引导的长关系从句作为先行主语,在穿插了大量的分词和动词后,被主句中的 `τούτων δὲ ὃς ἂν ὀφλὼν...`(在这些人中,凡是被判定有罪的人)这一复述性人称代词重新接替。这种悬垂句式通过在指定具体判决前对极为复杂的犯罪类别进行隔离来说明。
  3. 910aἔθος τε γυναιξί τε δὴ διαφερόντως πάσαις — 主格名词 `ἔθος`(习惯)作为谓语,省略了系动词。它支配其后的不定式 `καθιεροῦν`、`εὔχεσθαι` 和 `ὑπισχνεῖσθαι`,描绘了弱势群体在危机时期习惯性且往往带有迷信色彩的反应。
  4. 910dτὸ δὲ παίδειον ἢ μή — 中性形容词 `τὸ παίδειον`(属于孩童的)与 `ἢ μή`(或者不是)形成对比。它指的是该不敬行为是出于孩童的无知顽皮,还是出于成年人的恶意,这必须由护法官做出正式判定。

引用这一段

柏拉图, 法律篇 §10.909-10.910. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:10.909-10.910

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。