Humanitext Reader

柏拉图 · 法律篇 §10.907-10.908

不敬神的惩罚法与三所监狱

第 154 段,共 186 段 · 希腊语

内容简介

阿典那人论证作为最伟大守护者的神明决不会被不正当的礼物所动摇,从而完成了不敬虔法律的序言。随后,他制定了起诉不敬虔的基本法律,规定了包括矫正所在内的三所监狱,并根据自然品格和对社会的危害程度,将犯有不敬虔罪的人细分为六类。

§10.907ΚΛ. εὐφήμει·
**克莱尼亚斯**:“请住口!
πῶς γὰρ ἄν;
因为怎么会这样呢?
ΑΘ. ἀλλʼ οὐ πάντων φυλάκων εἰσὶ μέγιστοι καὶ περὶ τὰ μέγιστα ἡμῖν οἱ πάντες θεοί;
” **阿典那人**:“但是,所有的神明对我们来说,不正是所有守护者中最伟大的,并且看守着最伟大的事物吗?
ΚΛ. πολύ γε.
” **克莱尼亚斯**:“当然大得多。
ΑΘ. τοὺς δὴ κάλλιστά τε πράγματα φυλάττοντας, διαφέροντάς τε αὐτοὺς φυλακῇ πρὸς ἀρετήν, κυνῶν χείρους καὶ ἀνθρώπων μέσων εἶναι φήσομεν, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδοῖεν ἕνεκα δώρων παρὰ ἀδίκων ἀνδρῶν ἀνοσίως διδομένων;
” **阿典那人**:“那么,我们要说,那些看守着最美的事物、在美德的守护上自身出类拔萃的保护者,竟比那些绝不会为了不义之人不虔敬地给出的礼物而背叛正义的猎犬和普通人还要差劲吗?
ΚΛ. οὐδαμῶς· οὔτε ἀνεκτὸς λόγων, τῶν τε περὶ πᾶσαν ἀσέβειαν ὄντων κινδυνεύει πᾶς ὁ ταύτης τῆς δόξης ἀντεχόμενος πάντων ἂν τῶν ἀσεβῶν κεκρίσθαι δικαιότατα κάκιστός τε εἶναι καὶ ἀσεβέστατος.
” **克莱尼亚斯**:“绝不能这样;这种论调是无法容忍的,任何坚持这种观点的人,都极有可能被评判为所有不敬虔者中最可恶、最不敬虔的人,这也是最公正的裁判。
ΑΘ. τὰ μὲν δὴ προτεθέντα τρία, θεοί τε ὡς εἰσίν, καὶ ὡς ἐπιμελεῖς, καὶ παρὰ τὸ δίκαιον ὡς παντάπασιν ἀπαραίτητοι, φῶμεν ἱκανῶς ἀποδεδεῖχθαί που;
” **阿典那人**:“那么,我们可以说,摆在我们面前的三点——神明存在、神明进行关照、以及绝不违背正义而被劝诱——已经得到了充分的证明吗?
ΚΛ. πῶς γὰρ οὔ;
” **克莱尼亚斯**:“怎么会不是呢?
καὶ σύμψηφοί γε τούτοις τοῖς λόγοις ἐσμέν.
我们确实完全赞同这些论证。
ΑΘ. καὶ μὴν εἴρηνταί γέ πως σφοδρότερον διὰ φιλονικίαν τῶν κακῶν ἀνθρώπων· τούτου γε μὴν ἕνεκα, ὦ φίλε Κλεινία, πεφιλονίκηνται, μή ποτε λόγοις ἡγῶνται κρατοῦντες ἐξουσίαν εἶναι σφίσιν ἃ βούλονται πράττειν οἱ κακοί, ἃ δὴ καὶ ὅσα καὶ οἷα περὶ θεοὺς διανοοῦνται.
” **阿典那人**:“然而,这些话语由于与恶人的争强好胜而显得有些过于激烈;我亲爱的克莱尼亚斯,之所以进行这种争论,正是为了不让恶人以为,通过在言辞上占上风,他们就有权为所欲为——也就是他们对神明所构想的、多得且奇特的那些事情。
προθυμία μὲν δὴ διὰ ταῦτα νεωτέρως εἰπεῖν ἡμῖν γέγονεν·
正是由于这个原因,我们才热切希望用一种更新颖的方式来表达。
εἰ δέ τι καὶ βραχὺ προὔργου πεποιήκαμεν εἰς τὸ πείθειν πῃ τοὺς ἄνδρας ἑαυτοὺς μὲν μισῆσαι, τὰ δʼ ἐναντία πως ἤθη στέρξαι, καλῶς ἡμῖν εἰρημένον ἂν εἴη τὸ προοίμιον ἀσεβείας πέρι νόμων.
如果我们哪怕只取得了一点点成效,使这些人能够以某种方式憎恨自己、并热爱相反的品格,那么我们关于不敬虔法律的序言就已经说得非常完美了。
ΚΛ. ἀλλὰ ἐλπίς· εἰ δὲ μή, τό γε τοῦ λόγου γένος οὐκ αἰτιάσεται τὸν νομοθέτην.
” **克莱尼亚斯**:“但愿如此;即使不然,至少这种论证本身也不会指责立法者。
ΑΘ. μετὰ τὸ προοίμιον τοίνυν λόγος οἷος ἂν τῶν νόμων ἑρμηνεὺς ὀρθῶς γίγνοιτο ἡμῖν, προαγορεύων ἐξίστασθαι πᾶσι τοῖς ἀσεβέσι τρόπων τῶν αὑτῶν εἰς τοὺς εὐσεβεῖς.
” **阿典那人**:“那么,在序言之后,应当有一段话,它可以正确地作为我们法律的解释者,预先警告所有不敬虔者,离开他们自己的生活方式,转入虔敬者的行列。
τοῖς δὲ μὴ πειθομένοις ἀσεβείας ὅδε ἔστω πέρι νόμος· ἐάν τις ἀσεβῇ λόγοις εἴτʼ ἔργοις, ὁ παρατυγχάνων ἀμυνέτω σημαίνων πρὸς ἄρχοντας, τῶν δὲ ἀρχόντων οἱ πρῶτοι πυθόμενοι πρὸς τὸ περὶ τούτων ἀποδεδειγμένον κρίνειν δικαστήριον εἰσαγαγόντων κατὰ τοὺς νόμους·
对于那些不听从的人,以下是关于不敬虔的法律:如果有人在言论或行动上表现出不敬虔,目击者应当通过向官员举报来进行防范;而最先得知此事的官员应当按照法律将他们带到为此事设立的法庭进行审判。
ἐὰν δέ τις ἀκούσασα ἀρχὴ μὴ δρᾷ ταῦτα, αὐτὴ ἀσεβείας ὑπόδικος γιγνέσθω τῷ ἐθέλοντι τιμωρεῖν ὑπὲρ τῶν νόμων.
如果有官员听闻后不采取行动,该官员自身就应当向任何希望为维护法律而惩罚的人承担不敬虔罪的法律责任。
ἐὰν δέ τις ὄφλῃ, τιμάτω τὸ δικαστήριον ἓν ἑκάστῳ τῶν καθʼ ἓν ἀσεβούντων τίμημα.
如果有人被判定有罪,法庭应当针对每一个具体的不敬虔行为给犯罪者评定一项刑罚。
§10.908ΑΘ. δεσμὸς μὲν οὖν ὑπαρχέτω πᾶσιν·
” **阿典那人**:“因此,应对所有人实行监禁。
δεσμωτηρίων δὲ ὄντων ἐν τῇ πόλει τριῶν, ἑνὸς μὲν κοινοῦ τοῖς πλείστοις περὶ ἀγοράν, σωτηρίας ἕνεκα τοῖς πολλοῖς τῶν σωμάτων, ἑνὸς δὲ περὶ τὸν τῶν νύκτωρ συλλεγομένων σύλλογον, σωφρονιστήριον ἐπονομαζόμενον, ἑνὸς δὲ αὖ κατὰ μέσην τὴν χώραν, ὅπῃπερ ἂν ἔρημός τε καὶ ὡς ὅτι μάλιστα ἀγριώτατος ᾖ τόπος, τιμωρίας ἔχων ἐπωνυμίαν φήμην τινά·
城邦中应有三所监狱:一所是公用的,靠近市场,为了保障大多数人身体的安全而对众人开放;一所靠近夜间集会的会所,被称为‘矫正所’;还有一所位于国土的中部,处于最荒凉、最野蛮的地方,其名称带有某种惩罚的意味。
περὶ ἀσέβειαν δὲ ὄντων αἰτίαις μὲν τρισίν, αἷσπερ καὶ διήλθομεν, δύο δὲ ἐξ ἑκάστης τῆς τοιαύτης αἰτίας γενομένων, ἓξ ἂν γίγνοιντο ἃ καὶ διακρίσεως ἄξια γένη τῶν περὶ τὰ θεῖα ἐξαμαρτανόντων, οὐκ ἴσης οὐδʼ ὁμοίας δίκης δεόμενα.
关于不敬虔的罪状有三类,正如我们已经详细说明的,而从每一类中都会产生两种类型,因此在针对神明事物犯错的人中,将有六个值得区分的类别,它们不需要同等或相似的处罚。
ᾧ γὰρ ἂν μὴ νομίζοντι θεοὺς εἶναι τὸ παράπαν ἦθος φύσει προσγένηται δίκαιον, μισοῦντές τε γίγνονται τοὺς κακούς, καὶ τῷ δυσχεραίνειν τὴν ἀδικίαν οὔτε τὰς τοιαύτας πράξεις προσίενται πράττειν, τούς τε μὴ δικαίους τῶν ἀνθρώπων φεύγουσι καὶ τοὺς δικαίους στέργουσιν·
因为对于那些虽然根本不相信神明存在、但天生具有公正品格的人来说,他们会憎恨恶人,由于厌恶不正,他们不屑于做出此类行为,并避开不正义的人而喜爱正义的人。
οἷς δʼ ἂν πρὸς τῇ δόξῃ τῇ θεῶν ἔρημα εἶναι πάντα ἀκράτειαί τε ἡδονῶν καὶ λυπῶν προσπέσωσι, μνῆμαί τε ἰσχυραὶ καὶ μαθήσεις ὀξεῖαι παρῶσι, τὸ μὲν μὴ νομίζειν θεοὺς ἀμφοῖν ἂν ἐνυπάρχοι κοινὸν πάθος, τῇ δὲ τῶν ἄλλων ἀνθρώπων λώβῃ τὸ μὲν ἐλάττω, τὸ δὲ πλείω κακὰ ἐργάζοιτʼ ἄν.
但是,对于那些在不相信神明看顾这一观点的基础上、又放纵于快乐和痛苦的诱惑,并且拥有强大的记忆力和敏锐的学习能力的人来说,不信神虽然是两者的共同病症,但就对他人造成的危害而言,前者所作的恶较少,而后者则较多。
ὁ μὲν γὰρ λόγῳ τε ἂν περὶ θεοὺς παρρησίας εἴη μεστὸς καὶ περὶ θυσίας τε καὶ ὅρκους, καὶ ὡς τῶν ἄλλων καταγελῶν τάχʼ ἂν ἑτέρους τοιούτους ἀπεργάζοιτο, δίκης μὴ τυγχάνων·
因为前者在谈论神明、祭祀和誓言时总是充满了放肆之词,通过嘲笑他人,如果没有受到惩罚,他很快就会使其他人也变得像他一样。
ὁ δὲ δὴ δοξάζων μὲν καθάπερ ἅτερος, εὐφυὴς δὲ ἐπικαλούμενος, δόλου δὲ καὶ ἐνέδρας πλήρης, ἐξ ὧν μάντεις τε κατασκευάζονται πολλοὶ καὶ περὶ πᾶσαν τὴν μαγγανείαν κεκινημένοι, γίγνονται δὲ ἐξ αὐτῶν ἔστιν ὅτε καὶ τύραννοι καὶ δημηγόροι καὶ στρατηγοί, καὶ τελεταῖς δὲ ἰδίαις ἐπιβεβουλευκότες, σοφιστῶν τε ἐπικαλουμένων μηχαναί.
而另一个持有与前者相同观点、但被称为‘极有天赋’的人,则充满了欺骗和阴谋,从他们中产生了很多占卜者和热衷于各种魔术的人,有时甚至从中产生僭主、煽动家、将军、以私人仪式设谋者,以及所谓的诡辩家们的阴谋。
τούτων δὴ πολλὰ μὲν εἴδη γένοιτʼ ἄν, τὰ δὲ νόμων ἄξια θέσεως δύο, ὧν τὸ μὲν εἰρωνικὸν οὐχ ἑνὸς οὐδὲ δυοῖν ἄξια θανάτοιν ἁμαρτάνον, τὸ δὲ νουθετήσεως ἅμα καὶ δεσμῶν δεόμενον.
这些类型虽然有很多,但值得立法制定的主要有两大类:一种是虚伪矫饰型的,其所犯的过错绝非一两次死刑所能相抵;另一种则是需要训诫和监禁的。 ”

词汇与语法注释

  1. 907aτοὺς δὴ κάλλιστά τε πράγματα φυλάττοντας, διαφέροντάς τε αὐτοὺς φυλακῇ πρὸς ἀρετήν, κυνῶν χείρους καὶ ἀνθρώπων μέσων εἶναι φήσομεν — 此部分是受 `φήσομεν`(我们会说……吗)支配的“带对格的不定式”结构的一部分。对格分词 `τοὺς ... φυλάττοντας`(指代神明)充当不定式 `εἶναι` 的主语,而 `κυνῶν χείρους καὶ ἀνθρώπων μέσων` 为表语。在语境中,这构成了一个反问句,即作为最高守护者的神明,是否会被认为比拒绝受贿的猎犬和普通人还要差劲。
  2. 907bτῶν τε περὶ πᾶσαν ἀσέβειαν ὄντων — 此短语作为前文 `λόγων`(论调/言论)的属格定语。它限定了这些言论是“与各种不敬虔相关的”。
  3. 908aᾧ γὰρ ἂν μὴ νομίζοντι θεοὺς εἶναι τὸ παράπαν ἦθος φύσει προσγένηται δίκαιον — 这是一个条件关系从句。关系代词 `ᾧ`(与格,与分词 `νομίζοντι` 一致)与虚拟语气 `προσγένηται` 及语气词 `ἄν` 连用,表示一般的条件状况。它指的是那些尽管根本不相信神明存在、却天生具有公正品格的人。

引用这一段

柏拉图, 法律篇 §10.907-10.908. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:10.907-10.908

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。