§10.888ΑΘ. τούτων δὴ πάντων ὅσοι καταφρονήσαντες οὐδὲ ἐξ ἑνὸς ἱκανοῦ λόγου, ὡς φαῖεν ἂν ὅσοι καὶ σμικρὸν νοῦ κέκτηνται, νῦν ἀναγκάζουσιν ἡμᾶς λέγειν ἃ λέγομεν, πῶς τούτους ἄν τις ἐν πρᾳέσι λόγοις δύναιτο νουθετῶν ἅμα διδάσκειν περὶ θεῶν πρῶτον ὡς εἰσίν;
ΑΘ. 少しでも理性を持っている者なら言うであろうように、ただ一つの十分な根拠もなしに(神々を)軽蔑し、私たちが語っていることを今語るよう強いているこれらすべての人々のうち、どうして人が、穏やかな言葉をもって、彼らを諭すと同時に、まず神々が存在するということについて教えることができるだろうか。
τολμητέον δέ·
しかし、敢えてなされねばならない。
οὐ γὰρ ἅμα γε δεῖ μανῆναι τοὺς μὲν ὑπὸ λαιμαργίας ἡδονῆς ἡμῶν, τοὺς δʼ ὑπὸ τοῦ θυμοῦσθαι τοῖς τοιούτοις.
というのも、彼らは快楽への貪欲さによって、私たちはそのような者たちに対して怒ることによって、同時に狂気に陥るようなことがあってはならないからである。
ἴτω δὴ πρόρρησις τοιάδε τις ἄθυμος τοῖς οὕτω τὴν διάνοιαν διεφθαρμένοις, καὶ λέγωμεν πρᾴως, σβέσαντες τὸν θυμόν, ὡς ἑνὶ διαλεγόμενοι τῶν τοιούτων·
それゆえ、そのように精神を蝕まれた人々に対して、怒りを交えない次のような呼びかけがなされるべきであり、私たちは怒りを鎮め、そのような人々の一人と対話しているかのように、穏やかに語りかけよう。
ὦ παῖ, νέος εἶ, προϊὼν δέ σε ὁ χρόνος ποιήσει πολλὰ ὧν νῦν δοξάζεις μεταβαλόντα ἐπὶ τἀναντία τίθεσθαι·
「若者よ、お前は若い。 しかし、時が進めば、お前は今抱いている意見の多くを逆のものへと変えざるを得なくなるだろう。
περίμεινον οὖν εἰς τότε κριτὴς περὶ τῶν μεγίστων γίγνεσθαι, μέγιστον δέ, ὃ νῦν οὐδὲν ἡγῇ σύ, τὸ περὶ τοὺς θεοὺς ὀρθῶς διανοηθέντα ζῆν καλῶς ἢ μή.
だから、それらの最も重大な事柄について判断を下す者となるのは、その時まで待つがよい。 そして最も重大なこと――今はお前が何とも思っていないことだが――とは、神々について正しく考え、よく生きるか否かということなのだ。
πρῶτον δὲ περὶ αὐτῶν ἕν τι μέγα σοι μηνύων οὐκ ἄν ποτε φανείην ψευδής, τὸ τοιόνδε.
だが、神々に関して一つの重大な事実をお前にあらかじめ告げるにあたり、私が偽りを語っていると見なされることは決してないだろう。 それは次のようなことだ。
οὐ σὺ μόνος οὐδὲ οἱ σοὶ φίλοι πρῶτοι καὶ πρῶτον ταύτην δόξαν περὶ θεῶν ἔσχετε, γίγνονται δὲ ἀεὶ πλείους ἢ ἐλάττους ταύτην τὴν νόσον ἔχοντες·
お前や、お前の友人たちだけが、最初に、かつ初めて神々についてのこのような意見を抱いたのではない。 この病を患う者たちは、常に多かれ少なかれ現れるものなのだ。
τόδε τοίνυν σοι, παραγεγονὼς αὐτῶν πολλοῖσι, φράζοιμʼ ἄν, τὸ μηδένα πώποτε λαβόντα ἐκ νέου ταύτην τὴν δόξαν περὶ θεῶν, ὡς οὐκ εἰσίν, διατελέσαι πρὸς γῆρας μείναντα ἐν ταύτῃ τῇ διανοήσει, τὰ δύο μέντοι πάθη περὶ θεοὺς μεῖναι, πολλοῖσι μὲν οὔ, μεῖναι δὲ οὖν τισιν, τὸ τοὺς θεοὺς εἶναι μέν, φροντίζειν δὲ οὐδὲν τῶν ἀνθρωπίνων, καὶ τὸ μετὰ τοῦτο, ὡς φροντίζουσι μέν, εὐπαραμύθητοι δʼ εἰσὶν θύμασιν καὶ εὐχαῖς.
そこで、彼らの多くに立ち会ってきた者として、私はお前にこのことを告げよう。 すなわち、若い頃から神々が存在しないというこの意見を抱いた者で、老年に至るまでこの考えにとどまり続けた者は、これまでに一人もいなかったということだ。 しかしながら、神々に関する他の二つの状態は、多くの人ではないにせよ、ある人々において確かに存続してきた。 すなわち、神々は存在するが、人間の事柄を少しも配慮しないというもの、また、その次に、配慮はするが、犠牲や祈りによって容易になだめられるというものである。
τὸ δὴ σαφὲς ἂν γενόμενόν σοι περὶ αὐτῶν κατὰ δύναμιν δόγμα, ἂν ἐμοὶ πείθῃ, περιμενεῖς, ἀνασκοπῶν εἴτε οὕτως εἴτε ἄλλως ἔχει, πυνθανόμενος παρά τε τῶν ἄλλων καὶ δὴ καὶ μάλιστα καὶ παρὰ τοῦ νομοθέτου·
したがって、もしお前が私に従うなら、これらについての教説ができる限りお前ににとって明白なものとなるのを、これがその通りであるか、あるいは異なるものであるかを再考しつつ、他の人々や、とりわけ立法者からも尋ねながら、待つことになるだろう。
ἐν δὲ δὴ τούτῳ τῷ χρόνῳ μὴ τολμήσῃς περὶ θεοὺς μηδὲν ἀσεβῆσαι.
そして、まさにこの期間には、神々に対して不敬なことを何一つ敢えて行わないようにせよ。
πειρατέον γὰρ τῷ τοὺς νόμους σοι τιθέντι νῦν καὶ εἰς αὖθις διδάσκειν περὶ αὐτῶν τούτων ὡς ἔχει.
なぜなら、今お前のために法律を制定している者が、現在もそして将来も、これら自体のあり方について教えるように努めねばならないからだ。
ΚΛ. κάλλισθʼ ἡμῖν, ὦ ξένε, μέχρι γε τοῦ νῦν εἴρηται.
」 ΚΛ. 異邦人よ、私たちの側からは、これまでのところ極めて立派に語られました。
ΑΘ. παντάπασι μὲν οὖν, ὦ Μέγιλλέ τε καὶ Κλεινία·
ΑΘ. 全くその通りです、メギロスとクレイニアスよ。
λελήθαμεν δʼ ἡμᾶς αὐτοὺς εἰς θαυμαστὸν λόγον ἐμπεπτωκότες.
しかし、私たちは自分でも気づかぬうちに、驚くべき議論に陥ってしまっています。
ΚΛ. τὸν ποῖον δὴ λέγεις;
ΚΛ. いったいどのような議論のことをおっしゃっているのですか。
ΑΘ. τὸν παρὰ πολλοῖς δοξαζόμενον εἶναι σοφώτατον ἁπάντων λόγων.
ΑΘ. 多くの人々によって、あらゆる議論の中で最も知恵に満ちたものであると考えられている議論です。
ΚΛ. φράζʼ ἔτι σαφέστερον.
ΚΛ. さらに分かりやすく説明してください。
ΑΘ. λέγουσί πού τινες ὡς πάντα ἐστὶ τὰ πράγματα γιγνόμενα καὶ γενόμενα καὶ γενησόμενα τὰ μὲν φύσει, τὰ δὲ τέχνῃ, τὰ δὲ διὰ τύχην.
ΑΘ. ある人々が言うには、生成しつつあるもの、生成したもの、そして生成するであろうすべての事物は、あるものは自然によって、あるものは技術によって、またあるものは偶然によって存在するのだと。
ΚΛ. οὐκοῦν καλῶς;
ΚΛ. では、それは正しく言われているのではないですか。
§10.889ΑΘ. εἰκός γέ τοί που σοφοὺς ἄνδρας ὀρθῶς λέγειν·
ΑΘ. 知恵のある人々が正しく語るというのは、おそらくありそうなことです。
ἑπόμενοί γε μὴν αὐτοῖς σκεψώμεθα τοὺς ἐκεῖθεν τί ποτε καὶ τυγχάνουσι διανοούμενοι.
ともあれ、私たちは彼らに従って、その立場の人々がいったい何を考えているのかを吟味してみましょう。
ΚΛ. πάντως.
ΚΛ. ぜひそうしましょう。
ΑΘ. ἔοικε, φασίν, τὰ μὲν μέγιστα αὐτῶν καὶ κάλλιστα ἀπεργάζεσθαι φύσιν καὶ τύχην, τὰ δὲ σμικρότερα τέχνην, ἣν δὴ παρὰ φύσεως λαμβάνουσαν τὴν τῶν μεγάλων καὶ πρώτων γένεσιν ἔργων, πλάττειν καὶ τεκταίνεσθαι πάντα τὰ σμικρότερα, ἃ δὴ τεχνικὰ πάντες προσαγορεύομεν.
ΑΘ. 彼らの主張によれば、事物のうちで最も偉大で最も美しいものは自然と偶然が作り出し、より小さなものは技術が作り出すのだそうです。 そして技術は、自然からそれらの偉大で根源的な業の生成を受け取り、より小さなものすべてを形作り、組み立てるのだと。 それらの小さなものを、私たちはみな技術的なものと呼んでいます。
ΚΛ. πῶς λέγεις;
ΚΛ. どういうことですか。
ΑΘ. ὧδʼ ἔτι σαφέστερον ἐρῶ.
ΑΘ. さらに分かりやすく話しましょう。
πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα φύσει πάντα εἶναι καὶ τύχῃ φασίν, τέχνῃ δὲ οὐδὲν τούτων, καὶ τὰ μετὰ ταῦτα αὖ σώματα, γῆς τε καὶ ἡλίου καὶ σελήνης ἄστρων τε πέρι, διὰ τούτων γεγονέναι παντελῶς ὄντων ἀψύχων·
火、水、土、空気はすべて自然と偶然によって存在するのであって、技術によるものは何一つないと彼らは言います。 そして、これらに続く天体、すなわち地球や太陽、月、星々についても、完全に魂を持たないものであるこれらを通じて生成したのだと。
τύχῃ δὲ φερόμενα τῇ τῆς δυνάμεως ἕκαστα ἑκάστων, ᾗ συμπέπτωκεν ἁρμόττοντα οἰκείως πως, θερμὰ ψυχροῖς ἢ ξηρὰ πρὸς ὑγρὰ καὶ μαλακὰ πρὸς σκληρά, καὶ πάντα ὁπόσα τῇ τῶν ἐναντίων κράσει κατὰ τύχην ἐξ ἀνάγκης συνεκεράσθη, ταύτῃ καὶ κατὰ ταῦτα οὕτως γεγεννηκέναι τόν τε οὐρανὸν ὅλον καὶ πάντα ὁπόσα κατʼ οὐρανόν, καὶ ζῷα αὖ καὶ φυτὰ σύμπαντα, ὡρῶν πασῶν ἐκ τούτων γενομένων, οὐ δὲ διὰ νοῦν, φασίν, οὐδὲ διά τινα θεὸν οὐδὲ διὰ τέχνην ἀλλά, ὃ λέγομεν, φύσει καὶ τύχῃ.
それぞれが持つ力に従って偶然に運ばれ、温かいものが冷たいもの、あるいは乾燥したものが湿ったもの、柔らかいものが硬いものへと、偶然に何らかの形で適合するようにぶつかり合い、また、対立するものの混合によって、偶然かつ必然的に混ぜ合わされたすべてのもの、これによって、またこれらに基づいて、このようにして全天と天にあるすべてのもの、さらにはすべての動物や植物が生成し、これらからすべての季節が生じたのだと。 それは知性によるものでもなく、いかなる神によるものでもなく、技術によるものでもなくて、今述べたように、自然と偶然によるものなのだと彼らは主張します。
τέχνην δὲ ὕστερον ἐκ τούτων ὑστέραν γενομένην, αὐτὴν θνητὴν ἐκ θνητῶν ὕστερα γεγεννηκέναι παιδιάς τινας, ἀληθείας οὐ σφόδρα μετεχούσας, ἀλλὰ εἴδωλʼ ἄττα συγγενῆ ἑαυτῶν, οἷʼ ἡ γραφικὴ γεννᾷ καὶ μουσικὴ καὶ ὅσαι ταύταις εἰσὶν συνέριθοι τέχναι·
そして、技術はこれらから後になって生まれた後発のものであり、それ自身も死すべきものであって、死すべきものから、真実をさほど分かち持たない、ある種の戯れにすぎないもの、すなわち自分自身と同類のいくつかの影のようなものを、後から生み出したのだと。 それは絵画や音楽、およびそれらに協力するすべての技術が生み出すようなものです。
αἳ δέ τι καὶ σπουδαῖον ἄρα γεννῶσι τῶν τεχνῶν, εἶναι ταύτας ὁπόσαι τῇ φύσει ἐκοίνωσαν τὴν αὑτῶν δύναμιν, οἷον αὖ ἰατρικὴ καὶ γεωργικὴ καὶ γυμναστική.
しかし、技術のうちで何かしら真剣なものを生み出すのは、自然と自らの力を共有するものであると。 たとえば、医術、農耕、体育などのようなものです。
καὶ δὴ καὶ τὴν πολιτικὴν σμικρόν τι μέρος εἶναί φασιν κοινωνοῦν φύσει, τέχνῃ δὲ τὸ πολύ, οὕτω δὲ καὶ τὴν νομοθεσίαν πᾶσαν οὐ φύσει, τέχνῃ δέ, ἧς οὐκ ἀληθεῖς εἶναι τὰς θέσεις.
さらにまた、政治についても、自然と共有する部分はわずかであり、その大部分は技術によるものであると彼らは言います。 したがって、すべての立法もまた自然によるものではなく技術によるものであり、その定めは真実ではないのだと。
ΚΛ. πῶς λέγεις;
ΚΛ. どういうことですか。