Humanitext Reader

柏拉图 · 法律篇 §10.888-10.889

告诫年轻人与自然哲学家的唯物论宇宙观

第 143 段,共 186 段 · 希腊语

内容简介

雅典人劝诫年轻的不敬者不要草率否定神明,指出其观念会随年龄增长而改变。接着,他阐述了自然哲学家们的唯物论观点,即宇宙起源于“自然”与“偶然”对元素的结合,而法律和技术不过是后起的人工虚构物。

§10.888ΑΘ. τούτων δὴ πάντων ὅσοι καταφρονήσαντες οὐδὲ ἐξ ἑνὸς ἱκανοῦ λόγου, ὡς φαῖεν ἂν ὅσοι καὶ σμικρὸν νοῦ κέκτηνται, νῦν ἀναγκάζουσιν ἡμᾶς λέγειν ἃ λέγομεν, πῶς τούτους ἄν τις ἐν πρᾳέσι λόγοις δύναιτο νουθετῶν ἅμα διδάσκειν περὶ θεῶν πρῶτον ὡς εἰσίν;
阿典那人:正如任何稍微拥有一点理智的人都会说的那样,在所有这些没有半点充足理据就轻慢神明、并强迫我们现在说出这些话的人当中,人们怎能用温和的话语,在劝诫他们的同时,首先引导他们懂得神明是存在的呢?
τολμητέον δέ· οὐ γὰρ ἅμα γε δεῖ μανῆναι τοὺς μὲν ὑπὸ λαιμαργίας ἡδονῆς ἡμῶν, τοὺς δʼ ὑπὸ τοῦ θυμοῦσθαι τοῖς τοιούτοις.
然而,我们必须尝试;因为我们绝不能同时发疯——他们是因为对享乐的贪婪,而我们则是由于对这样的人动怒。
ἴτω δὴ πρόρρησις τοιάδε τις ἄθυμος τοῖς οὕτω τὴν διάνοιαν διεφθαρμένοις, καὶ λέγωμεν πρᾴως, σβέσαντες τὸν θυμόν, ὡς ἑνὶ διαλεγόμενοι τῶν τοιούτων· ὦ παῖ, νέος εἶ, προϊὼν δέ σε ὁ χρόνος ποιήσει πολλὰ ὧν νῦν δοξάζεις μεταβαλόντα ἐπὶ τἀναντία τίθεσθαι·
因此,让这样一种不带怒气的表白,传达给那些心灵如此败坏的人吧,让我们平息怒火、温和地对他们说,就好像在和他们之中的某一个人对话一样:“孩子,你还年轻,而随着时间的推移,它会使你改变许多你现在的看法,转而接受相反的观点。
περίμεινον οὖν εἰς τότε κριτὴς περὶ τῶν μεγίστων γίγνεσθαι, μέγιστον δέ, ὃ νῦν οὐδὲν ἡγῇ σύ, τὸ περὶ τοὺς θεοὺς ὀρθῶς διανοηθέντα ζῆν καλῶς ἢ μή.
因此,且等到那个时候,再来做这最重大事情的裁判者吧;而那最重大的事情——你现在认为无足轻重的事——就是通过对神明的正确思考,来决定你的生活是否美好。
πρῶτον δὲ περὶ αὐτῶν ἕν τι μέγα σοι μηνύων οὐκ ἄν ποτε φανείην ψευδής, τὸ τοιόνδε.
但是,在预先向你透露关于他们的一大真理时,我绝不会被看作是撒谎。
οὐ σὺ μόνος οὐδὲ οἱ σοὶ φίλοι πρῶτοι καὶ πρῶτον ταύτην δόξαν περὶ θεῶν ἔσχετε, γίγνονται δὲ ἀεὶ πλείους ἢ ἐλάττους ταύτην τὴν νόσον ἔχοντες·
这真理就是:并非只有你,也不是你的朋友们最早且最先对神明抱有这种看法;实际上,患有这种病症的人总是或多或少地存在。
τόδε τοίνυν σοι, παραγεγονὼς αὐτῶν πολλοῖσι, φράζοιμʼ ἄν, τὸ μηδένα πώποτε λαβόντα ἐκ νέου ταύτην τὴν δόξαν περὶ θεῶν, ὡς οὐκ εἰσίν, διατελέσαι πρὸς γῆρας μείναντα ἐν ταύτῃ τῇ διανοήσει, τὰ δύο μέντοι πάθη περὶ θεοὺς μεῖναι, πολλοῖσι μὲν οὔ, μεῖναι δὲ οὖν τισιν, τὸ τοὺς θεοὺς εἶναι μέν, φροντίζειν δὲ οὐδὲν τῶν ἀνθρωπίνων, καὶ τὸ μετὰ τοῦτο, ὡς φροντίζουσι μέν, εὐπαραμύθητοι δʼ εἰσὶν θύμασιν καὶ εὐχαῖς.
因此,作为曾与他们中的许多人打过交道的人,我想告诉你:从来没有一个人,在年轻时抱有‘神明不存在’这一看法,能一直坚持到老年还保留着这种思想。 然而,关于神明的另外两种心理状态确实在某些人(虽然不是很多人)身上保留了下来,那就是:神明确实存在,但对人类的事务毫不关心;以及接下来的,虽然神明关心,但他们很容易被牺牲和祈祷所安抚。
τὸ δὴ σαφὲς ἂν γενόμενόν σοι περὶ αὐτῶν κατὰ δύναμιν δόγμα, ἂν ἐμοὶ πείθῃ, περιμενεῖς, ἀνασκοπῶν εἴτε οὕτως εἴτε ἄλλως ἔχει, πυνθανόμενος παρά τε τῶν ἄλλων καὶ δὴ καὶ μάλιστα καὶ παρὰ τοῦ νομοθέτου·
因此,如果你听从我的话,你将会等待关于他们的这一学说在最大程度上对你变得清晰,同时重新审视它是如此还是另有其理,向其他人,尤其是向立法者请教。
ἐν δὲ δὴ τούτῳ τῷ χρόνῳ μὴ τολμήσῃς περὶ θεοὺς μηδὲν ἀσεβῆσαι.
而在这段时间里,你千万不要对神明做出任何不敬的事。
πειρατέον γὰρ τῷ τοὺς νόμους σοι τιθέντι νῦν καὶ εἰς αὖθις διδάσκειν περὶ αὐτῶν τούτων ὡς ἔχει.
因为现在为你制定法律的人,必须在现在和将来都努力就这些事情的真相向你进行教导。
ΚΛ. κάλλισθʼ ἡμῖν, ὦ ξένε, μέχρι γε τοῦ νῦν εἴρηται.
” 克莱尼亚斯:异邦人,就我们而言,到目前为止,这番话已经说得最漂亮了。
ΑΘ. παντάπασι μὲν οὖν, ὦ Μέγιλλέ τε καὶ Κλεινία· λελήθαμεν δʼ ἡμᾶς αὐτοὺς εἰς θαυμαστὸν λόγον ἐμπεπτωκότες.
阿典那人:确实如此,梅吉洛斯和克莱尼亚斯;但我们已经在不知不觉中落入了一个惊人的论说之中。
ΚΛ. τὸν ποῖον δὴ λέγεις;
克莱尼亚斯:你指的是哪一种呢?
ΑΘ. τὸν παρὰ πολλοῖς δοξαζόμενον εἶναι σοφώτατον ἁπάντων λόγων.
阿典那人:就是那被许多人认为是在所有言论中最有智慧的论说。
ΚΛ. φράζʼ ἔτι σαφέστερον.
克莱尼亚斯:请解释得更明白一些。
ΑΘ. λέγουσί πού τινες ὡς πάντα ἐστὶ τὰ πράγματα γιγνόμενα καὶ γενόμενα καὶ γενησόμενα τὰ μὲν φύσει, τὰ δὲ τέχνῃ, τὰ δὲ διὰ τύχην.
阿典那人:我想,有人说所有正在生成、已经生成、以及将要生成的事物,有些是由于自然,有些是由于技术,有些则是由于偶然。
ΚΛ. οὐκοῦν καλῶς;
克莱尼亚斯:难道这不是说得很对吗?
§10.889ΑΘ. εἰκός γέ τοί που σοφοὺς ἄνδρας ὀρθῶς λέγειν· ἑπόμενοί γε μὴν αὐτοῖς σκεψώμεθα τοὺς ἐκεῖθεν τί ποτε καὶ τυγχάνουσι διανοούμενοι.
阿典那人:智者们说得正确,这固然是可能的;然而,让我们跟随他们,审视一下那一派的人们究竟在想些什么。
ΚΛ. πάντως.
克莱尼亚斯:理当如此。
ΑΘ. ἔοικε, φασίν, τὰ μὲν μέγιστα αὐτῶν καὶ κάλλιστα ἀπεργάζεσθαι φύσιν καὶ τύχην, τὰ δὲ σμικρότερα τέχνην, ἣν δὴ παρὰ φύσεως λαμβάνουσαν τὴν τῶν μεγάλων καὶ πρώτων γένεσιν ἔργων, πλάττειν καὶ τεκταίνεσθαι πάντα τὰ σμικρότερα, ἃ δὴ τεχνικὰ πάντες προσαγορεύομεν.
阿典那人:他们说,其中最伟大、最美丽的事物似乎是自然和偶然所成就的,而较小的事物则是技术所成就的;技术从自然那里继承了那些伟大而首要的作品的生成,进而塑造和构建了所有较小的事物,我们大家都把这些较小的事物称为人工制品。
ΚΛ. πῶς λέγεις;
克莱尼亚斯:你这是什么意思?
ΑΘ. ὧδʼ ἔτι σαφέστερον ἐρῶ.
阿典那人:我会解释得更清楚些。
πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα φύσει πάντα εἶναι καὶ τύχῃ φασίν, τέχνῃ δὲ οὐδὲν τούτων, καὶ τὰ μετὰ ταῦτα αὖ σώματα, γῆς τε καὶ ἡλίου καὶ σελήνης ἄστρων τε πέρι, διὰ τούτων γεγονέναι παντελῶς ὄντων ἀψύχων·
他们说,火、水、土、空气都是由于自然和偶然存在的,其中没有一样是由于技术;而在此之后的那些天体,即关于地球、太阳、月亮和星辰的,也是通过这些完全无生命的东西而生成的。
τύχῃ δὲ φερόμενα τῇ τῆς δυνάμεως ἕκαστα ἑκάστων, ᾗ συμπέπτωκεν ἁρμόττοντα οἰκείως πως, θερμὰ ψυχροῖς ἢ ξηρὰ πρὸς ὑγρὰ καὶ μαλακὰ πρὸς σκληρά, καὶ πάντα ὁπόσα τῇ τῶν ἐναντίων κράσει κατὰ τύχην ἐξ ἀνάγκης συνεκεράσθη, ταύτῃ καὶ κατὰ ταῦτα οὕτως γεγεννηκέναι τόν τε οὐρανὸν ὅλον καὶ πάντα ὁπόσα κατʼ οὐρανόν, καὶ ζῷα αὖ καὶ φυτὰ σύμπαντα, ὡρῶν πασῶν ἐκ τούτων γενομένων, οὐ δὲ διὰ νοῦν, φασίν, οὐδὲ διά τινα θεὸν οὐδὲ διὰ τέχνην ἀλλά, ὃ λέγομεν, φύσει καὶ τύχῃ.
它们在各自力量的偶然作用下被带向前,在碰撞中以某种相契合的方式结合在一起,即热与冷、干与湿、软与硬,以及所有那些由于相反物随机混合而必然交融在一起的东西,正是通过这种方式并根据这些原理,生成了整个天宇和天宇中的一切,以及所有的动物和植物,所有的季节也都由此产生;他们说,这既不是通过智慧,也不是通过任何神明,更不是通过技术,而是像我们说的那样,是通过自然和偶然。
τέχνην δὲ ὕστερον ἐκ τούτων ὑστέραν γενομένην, αὐτὴν θνητὴν ἐκ θνητῶν ὕστερα γεγεννηκέναι παιδιάς τινας, ἀληθείας οὐ σφόδρα μετεχούσας, ἀλλὰ εἴδωλʼ ἄττα συγγενῆ ἑαυτῶν, οἷʼ ἡ γραφικὴ γεννᾷ καὶ μουσικὴ καὶ ὅσαι ταύταις εἰσὶν συνέριθοι τέχναι·
而技术在这些事物之后才产生,它本身是凡俗之物,由凡俗之物在后生出,产出了一些并不怎么分有真理的游戏之作,也就是一些与自身同类的影像,就像绘画、音乐以及所有与它们相协助的艺术所产生的那样。
αἳ δέ τι καὶ σπουδαῖον ἄρα γεννῶσι τῶν τεχνῶν, εἶναι ταύτας ὁπόσαι τῇ φύσει ἐκοίνωσαν τὴν αὑτῶν δύναμιν, οἷον αὖ ἰατρικὴ καὶ γεωργικὴ καὶ γυμναστική.
而如果说有些技术确实能产生一些有严肃价值的东西,那么这些技术就是那些将其力量与自然相结合的,例如医术、农耕和体育。
καὶ δὴ καὶ τὴν πολιτικὴν σμικρόν τι μέρος εἶναί φασιν κοινωνοῦν φύσει, τέχνῃ δὲ τὸ πολύ, οὕτω δὲ καὶ τὴν νομοθεσίαν πᾶσαν οὐ φύσει, τέχνῃ δέ, ἧς οὐκ ἀληθεῖς εἶναι τὰς θέσεις.
甚至他们还说,政治也只有很小一部分与自然相通,而大部分则属于技术;同样地,所有的立法也不是由于自然,而是由于技术,因此其设定的规章并不是真理。
ΚΛ. πῶς λέγεις;
克莱尼亚斯:你这是什么意思?

词汇与语法注释

  1. 888aτούτων δὴ πάντων ὅσοι καταφρονήσαντες — 句首的属格短语 `τούτων δὴ πάντων` 受到关系从句 `ὅσοι καταφρονήσαντες... ἀναγκάζουσιν` 的修饰。在语法上,这起到了前置先导(prolepsis)或部分属格的作用,指向主句动词 `δύναιτο` 的宾语 `τούτους`,意为“在所有这些人(即轻慢……之人)当中,人们怎能教导他们……?”
  2. 888cμεῖναι — 不定式 `μεῖναι` 延续了由前文 `φράζοιμʼ ἄν`(888c)所引导的带大格的不定式(间接引语)结构。它与前一个解释主句指示代名词 `τόδε` 的不定式从句 `τὸ μηδένα... διατελέσαι` 构成对比并列关系,意为“然而(另外两种状态)确实存续了下来”。
  3. 889bτύχῃ δὲ φερόμενα τῇ τῆς δυνάμεως ἕκαστα ἑκάστων — 此长句一直延伸至 889c 的 `φύσει καὶ τύχῃ`,受前文 `φασίν`(889b)支配,属于“大格加不定式”的间接引语结构(主语为 `τόν τε οὐρανὸν` 等,动词为 `γεγεννηκέναι`)。指代四元素的中性复数分词 `φερόμενα` 连同关系从句 `ᾗ συμπέπτωκεν` 置于句首,构成了复杂的唯物主义宇宙生成论逻辑。

引用这一段

柏拉图, 法律篇 §10.888-10.889. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:10.888-10.889

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。