§10.884ΑΘ. μετὰ δὲ τὰς αἰκίας περὶ παντὸς ἓν εἰρήσθω τοιόνδε τι νόμιμον βιαίων πέρι·
ΑΘ. 暴行罪の規定の後に、あらゆる暴力行為に関して、このような一つの一般的な原則を定めておこう。
τῶν ἀλλοτρίων μηδένα μηδὲν φέρειν μηδὲ ἄγειν, μηδʼ αὖ χρῆσθαι μηδενὶ τῶν τοῦ πέλας, ἐὰν μὴ πείσῃ τὸν κεκτημένον·
他人の所有物を誰も運び去ったり奪い去ったりしてはならず、また、所有者を説得して同意を得ない限り、隣人のいかなる物をも使用してはならない。
ἐκ γὰρ δὴ τοῦ τοιούτου πάντα ἠρτημένα τά τε εἰρημένα κακὰ γέγονε καὶ ἔστι καὶ ἔσται.
実に、このようなことから、前述のあらゆる悪がそれに依存して生じ、存在し、そして今後も生じるのであるから。
μέγιστα δὲ δὴ τῶν λοιπῶν αἱ τῶν νέων ἀκολασίαι τε καὶ ὕβρεις, εἰς μέγιστα δέ, ὅταν εἰς ἱερὰ γίγνωνται, καὶ διαφερόντως αὖ μεγάλα, ὅταν εἰς δημόσια καὶ ἅγια ἢ κατὰ μέρη κοινὰ φυλετῶν ἤ τινων ἄλλων τοιούτων κεκοινωνηκότων·
残された不法行為のうち、実に最も重大なものは若者たちの放縦と不遜であり、それが神殿に対して行われるとき、最も重大なものとなり、また、公有物や聖なる物、あるいは部族員やその他の同様の共同体に共有されている物に対して行われるとき、特に甚大なものとなる。
§10.885ΑΘ. εἰς ἱερὰ δὲ ἴδια καὶ τάφους δεύτερα καὶ δευτέρως, εἰς δὲ γονέας τρίτα, χωρὶς τῶν ἔμπροσθεν εἰρημένων, ὅταν ὑβρίζῃ τις.
ΑΘ. そして第二のものとして、第二の重さで私的な聖所や墓に対する不遜があり、第三に、前に述べられたこととは別に、両親に対して不遜を働く場合がある。
τέταρτον δὲ γένος ὕβρεως, ὅταν ἀφροντιστῶν τις ἀρχόντων ἄγῃ ἢ φέρῃ ἢ χρῆταί τινι τῶν ἐκείνων μὴ πείσας αὐτούς, πέμπτον δὲ τὸ πολιτικὸν ἂν εἴη ἑκάστου τῶν πολιτῶν ὑβρισθὲν δίκην ἐπικαλούμενον.
第四の種類の不遜は、誰かが役人たちを無視して、彼らを説得することなく、彼らの所有物を奪い去ったり持ち去ったり、あるいは使用したりする場合であり、第五は市民的なものであって、市民の個々人が不遜な扱いを受け、裁判を求めるときである。
οἷς δὴ δοτέον εἰς κοινὸν νόμον ἑκάστοις.
これらの各々に対して、共通の法律を授けねばならない。
ἱεροσυλία μὲν γὰρ εἴρηται συλλήβδην, βίαιός τε καὶ λάθρᾳ ἐὰν γίγνηται, τί χρὴ πάσχειν·
神殿荒らしについては、それが暴力的であれ秘密裏であれ行われた場合に、どのような罰を受けるべきかが、すでに総括的に述べられている。
ὅσα δὲ λόγῳ καὶ ὅσα ἔργῳ περὶ θεοὺς ὑβρίζει τις λέγων ἢ πράττων, τὸ παραμύθιον ὑποθεμένῳ ῥητέον ἃ δεῖ πάσχειν.
しかし、言葉や行いによって、語ったり行いたりして神々に対して不遜を働くすべてのことについて、まずは説得を提示した上で、いかなる罰を受けるべきかを述べなければならない。
ἔστω δὴ τόδε.
では、それは次のようである。
θεοὺς ἡγούμενος εἶναι κατὰ νόμους οὐδεὶς πώποτε οὔτε ἔργον ἀσεβὲς ἠργάσατο ἑκὼν οὔτε λόγον ἀφῆκεν ἄνομον, ἀλλὰ ἓν δή τι τῶν τριῶν πάσχων, ἢ τοῦτο, ὅπερ εἶπον, οὐχ ἡγούμενος, ἢ τὸ δεύτερον ὄντας οὐ φροντίζειν ἀνθρώπων, ἢ τρίτον εὐπαραμυθήτους εἶναι θυσίαις τε καὶ εὐχαῖς παραγομένους.
法律に従って神々が存在すると信じている者は、かつて誰も、自ら進んで不敬な行いをしたり、無法な言葉を口にしたりしたことはない。 むしろ、次の三つのうちのどれか一つに罹っているのである。 すなわち、私が言ったように、神々が存在しないと信じているか、第二に、存在していても人間を顧みないと信じているか、第三に、生贄や祈りによって容易になだめられ、意図を曲げさせることができると信じているかである。
ΚΛ. τί οὖν δὴ δρῷμεν ἂν ἢ καὶ λέγοιμεν πρὸς αὐτούς;
ΚΛ. では、私たちは彼らに対して、いったい何をなし、あるいは何を言うべきでしょうか。
ΑΘ. ὠγαθέ, ἐπακούσωμεν αὐτῶν πρῶτον ἃ τῷ καταφρονεῖν ἡμῶν προσπαίζοντας αὐτοὺς λέγειν μαντεύομαι.
ΑΘ. わが友よ、まずは、彼らが私たちを軽蔑して、からかいながら言うであろうと私が推測する言葉に耳を傾けてみよう。
ΚΛ. ποῖα δή;
ΚΛ. いったい、どのようなものでしょう。
ΑΘ. ταῦτα τάχʼ ἂν ἐρεσχηλοῦντες εἴποιεν·
ΑΘ. 彼らは戯れて、おそらく次のように言うだろう。
ὦ ξένε Ἀθηναῖε καὶ Λακεδαιμόνιε καὶ Κνώσιε, ἀληθῆ λέγετε.
「アテネの異邦人、そしてラケダイモン人、クノッソス人よ、あなた方の言うことは正しい。
ἡμῶν γὰρ οἱ μὲν τὸ παράπαν θεοὺς οὐδαμῶς νομίζομεν, οἱ δὲ οἵους ὑμεῖς λέγετε.
というのも、私たちの一部はそもそも神々の存在を全く信じておらず、他の者は、あなた方が言うような性質の神々であると信じているからだ。
ἀξιοῦμεν δή, καθάπερ ὑμεῖς ἠξιώκατε περὶ νόμων, πρὶν ἀπειλεῖν ἡμῖν σκληρῶς, ὑμᾶς πρότερον ἐπιχειρεῖν πείθειν καὶ διδάσκειν ὡς εἰσὶ θεοί, τεκμήρια λέγοντες ἱκανά, καὶ ὅτι βελτίους ἢ παρὰ τὸ δίκαιον ὑπό τινων δώρων παρατρέπεσθαι κηλούμενοι.
そこで、あなた方が法律に関して求めたのと同様に、私たちを厳しく脅す前に、まずは十分な証拠を挙げて神々が存在することを私たちに説得し、教えようと試みることを求める。 また、神々がいかなる贈り物によっても魅了され、正義に反してその意志を曲げられるような者たちよりも優れているということも。
νῦν μὲν γὰρ ταῦτα ἀκούοντές τε καὶ τοιαῦθʼ ἕτερα τῶν λεγομένων ἀρίστων εἶναι ποιητῶν τε καὶ ῥητόρων καὶ μάντεων καὶ ἱερέων καὶ ἄλλων μυριάκις μυρίων, οὐκ ἐπὶ τὸ μὴ δρᾶν τὰ ἄδικα τρεπόμεθα οἱ πλεῖστοι, δράσαντες δʼ ἐξακεῖσθαι πειρώμεθα.
なぜなら、現状では、最優秀とされる詩人や弁論家、預言者、神官、その他無数の人々から、これらのことや同様の他の話を聞かされても、私たちの大半は不正を行うのを思いとどまるのではなく、不正を行った後に、それを償おうと試みるからだ。
παρὰ δὲ δὴ νομοθετῶν, φασκόντων εἶναι μὴ ἀγρίων ἀλλὰ ἡμέρων, ἀξιοῦμεν πειθοῖ πρῶτον χρῆσθαι πρὸς ἡμᾶς, εἰ μὴ πολλῷ βελτίω τῶν ἄλλων λέγοντας περὶ θεῶν ὡς εἰσίν, ἀλλʼ οὖν βελτίω γε πρὸς ἀλήθειαν, καὶ τάχα πειθοίμεθʼ ἂν ἴσως ὑμῖν.
しかし、野蛮ではなく穏和であると主張する立法者たちに対しては、まずは私たちに対して説得を用いることを求める。 たとえ神々が存在することについて他者よりはるかに優れたことを言わないまでも、少なくとも真実という点では優れたことを言ってほしい。 そうすれば、私たちはあなた方を信じるかもしれない。
ἀλλʼ ἐπιχειρεῖτε, εἴ τι μέτριον λέγομεν, εἰπεῖν ἃ προκαλούμεθα.
だから、私たちの言うことが道理にかなっていると思うなら、私たちの挑戦に答えるよう努めてほしい」