Humanitext Reader

柏拉图 · 法律篇 §10.884-10.885

不敬神的三个根源与无神论者的说服要求

第 140 段,共 186 段 · 希腊语

内容简介

阿典那人概述了暴力和不逊(傲慢)行为的分类,并将针对神明的各种亵渎归因于三种错误信念。随后,他提出了一个假设性的无神论者挑战,要求立法者在施加惩罚之前,先通过说服来证明神明的存在与正义。

§10.884ΑΘ. μετὰ δὲ τὰς αἰκίας περὶ παντὸς ἓν εἰρήσθω τοιόνδε τι νόμιμον βιαίων πέρι· τῶν ἀλλοτρίων μηδένα μηδὲν φέρειν μηδὲ ἄγειν, μηδʼ αὖ χρῆσθαι μηδενὶ τῶν τοῦ πέλας, ἐὰν μὴ πείσῃ τὸν κεκτημένον·
阿典那人:在关于殴打的法律之后,关于一切暴力行为,让我们宣布一条如下的共同规则:在未经所有者同意的情况下,任何人不得拿走或带走属于他人的任何物品,也不得使用邻人的任何财产。
ἐκ γὰρ δὴ τοῦ τοιούτου πάντα ἠρτημένα τά τε εἰρημένα κακὰ γέγονε καὶ ἔστι καὶ ἔσται.
因为正是由于这类行为,一切上述的恶行过去已经产生,现在存在,将来也会产生。
μέγιστα δὲ δὴ τῶν λοιπῶν αἱ τῶν νέων ἀκολασίαι τε καὶ ὕβρεις, εἰς μέγιστα δέ, ὅταν εἰς ἱερὰ γίγνωνται, καὶ διαφερόντως αὖ μεγάλα, ὅταν εἰς δημόσια καὶ ἅγια ἢ κατὰ μέρη κοινὰ φυλετῶν ἤ τινων ἄλλων τοιούτων κεκοινωνηκότων·
在其余的违法行为中,最严重的确实是年轻人的放纵和不逊,而当这些行为针对神殿时,就变得最为严重;此外,当针对公共和神圣的财产,或属于部落及其他类似共同体所共有的财产时,其严重程度也特别巨大。
§10.885ΑΘ. εἰς ἱερὰ δὲ ἴδια καὶ τάφους δεύτερα καὶ δευτέρως, εἰς δὲ γονέας τρίτα, χωρὶς τῶν ἔμπροσθεν εἰρημένων, ὅταν ὑβρίζῃ τις.
阿典那人:其次且程度次之的,是针对私人神龛和坟墓的不逊行为;第三,是在前文所述之外,有人对父母施加不逊。
τέταρτον δὲ γένος ὕβρεως, ὅταν ἀφροντιστῶν τις ἀρχόντων ἄγῃ ἢ φέρῃ ἢ χρῆταί τινι τῶν ἐκείνων μὴ πείσας αὐτούς, πέμπτον δὲ τὸ πολιτικὸν ἂν εἴη ἑκάστου τῶν πολιτῶν ὑβρισθὲν δίκην ἐπικαλούμενον.
第四类不逊是,有人无视官员,在未经其同意的情况下,带走、拿走或使用官员的任何财产;第五类则是公民性质的不逊,即个别市民受到不逊对待并诉诸司法。
οἷς δὴ δοτέον εἰς κοινὸν νόμον ἑκάστοις.
对于这些行为,必须分别为其制定共同的法律。
ἱεροσυλία μὲν γὰρ εἴρηται συλλήβδην, βίαιός τε καὶ λάθρᾳ ἐὰν γίγνηται, τί χρὴ πάσχειν· ὅσα δὲ λόγῳ καὶ ὅσα ἔργῳ περὶ θεοὺς ὑβρίζει τις λέγων ἢ πράττων, τὸ παραμύθιον ὑποθεμένῳ ῥητέον ἃ δεῖ πάσχειν.
关于盗窃神庙圣物,无论是暴力还是暗中进行,其应受的惩罚已经做出了总括性的规定;但对于通过言语或行动、在口头或实践中对神明犯下的种种不逊行为,我们必须在首先奠定说服性的序言后,说明其应当遭受何种惩罚。
ἔστω δὴ τόδε.
那么,且作如下规定。
θεοὺς ἡγούμενος εἶναι κατὰ νόμους οὐδεὶς πώποτε οὔτε ἔργον ἀσεβὲς ἠργάσατο ἑκὼν οὔτε λόγον ἀφῆκεν ἄνομον, ἀλλὰ ἓν δή τι τῶν τριῶν πάσχων, ἢ τοῦτο, ὅπερ εἶπον, οὐχ ἡγούμενος, ἢ τὸ δεύτερον ὄντας οὐ φροντίζειν ἀνθρώπων, ἢ τρίτον εὐπαραμυθήτους εἶναι θυσίαις τε καὶ εὐχαῖς παραγομένους.
凡依法相信神明存在的人,绝未曾自愿做出任何不敬的事,或说出任何无法无天的话;他之所以如此,必然是处于三种情况之一:要么如我所说,他不相信神明存在;要么第二,相信神明存在但不关心人类;要么第三,相信神明容易被祭祀和祈祷所取悦并被说服。
ΚΛ. τί οὖν δὴ δρῷμεν ἂν ἢ καὶ λέγοιμεν πρὸς αὐτούς;
克莱尼亚斯:那么,我们到底应该对他们做什么,或者说些什么呢?
ΑΘ. ὠγαθέ, ἐπακούσωμεν αὐτῶν πρῶτον ἃ τῷ καταφρονεῖν ἡμῶν προσπαίζοντας αὐτοὺς λέγειν μαντεύομαι.
阿典那人:我的好朋友,我们首先来听听,我料想他们出于对我们的蔑视、开玩笑地会对我们说些什么。
ΚΛ. ποῖα δή;
克莱尼亚斯:那是什么样的话呢?
ΑΘ. ταῦτα τάχʼ ἂν ἐρεσχηλοῦντες εἴποιεν· ὦ ξένε Ἀθηναῖε καὶ Λακεδαιμόνιε καὶ Κνώσιε, ἀληθῆ λέγετε.
阿典那人:他们或许会带着嘲弄的口吻这样说:“阿典那的异邦人,还有拉刻代蒙人和克诺索斯人,你们说得对。
ἡμῶν γὰρ οἱ μὲν τὸ παράπαν θεοὺς οὐδαμῶς νομίζομεν, οἱ δὲ οἵους ὑμεῖς λέγετε.
因为我们中有些人根本不信神,而另一些人则相信神是像你们所说的那样。
ἀξιοῦμεν δή, καθάπερ ὑμεῖς ἠξιώκατε περὶ νόμων, πρὶν ἀπειλεῖν ἡμῖν σκληρῶς, ὑμᾶς πρότερον ἐπιχειρεῖν πείθειν καὶ διδάσκειν ὡς εἰσὶ θεοί, τεκμήρια λέγοντες ἱκανά, καὶ ὅτι βελτίους ἢ παρὰ τὸ δίκαιον ὑπό τινων δώρων παρατρέπεσθαι κηλούμενοι.
因此我们要求,正如你们对法律所要求的那样,在严厉地威胁我们之前,你们先要尝试说服我们,并提出充足的证据教导我们神确实存在,且神是高尚的,绝不会被某些礼物所魅惑而偏离正义。
νῦν μὲν γὰρ ταῦτα ἀκούοντές τε καὶ τοιαῦθʼ ἕτερα τῶν λεγομένων ἀρίστων εἶναι ποιητῶν τε καὶ ῥητόρων καὶ μάντεων καὶ ἱερέων καὶ ἄλλων μυριάκις μυρίων, οὐκ ἐπὶ τὸ μὴ δρᾶν τὰ ἄδικα τρεπόμεθα οἱ πλεῖστοι, δράσαντες δʼ ἐξακεῖσθαι πειρώμεθα.
因为如今,我们听到了这些话,以及其他类似的话,它们出自那些被认为是最优秀的诗人、修辞家、预言家、祭司以及其他无数人的口中,我们大多数人并没有因此转而不做不义之事,反而在做完之后企图蒙混过关。
παρὰ δὲ δὴ νομοθετῶν, φασκόντων εἶναι μὴ ἀγρίων ἀλλὰ ἡμέρων, ἀξιοῦμεν πειθοῖ πρῶτον χρῆσθαι πρὸς ἡμᾶς, εἰ μὴ πολλῷ βελτίω τῶν ἄλλων λέγοντας περὶ θεῶν ὡς εἰσίν, ἀλλʼ οὖν βελτίω γε πρὸς ἀλήθειαν, καὶ τάχα πειθοίμεθʼ ἂν ἴσως ὑμῖν.
但是,对于那些自称不是野蛮而是温和的立法者,我们要求他们首先对我们使用说服的方法,即使你们关于神明存在的说辞不比别人好多少,但至少在真理上更为优越,如此我们或许会相信你们。
ἀλλʼ ἐπιχειρεῖτε, εἴ τι μέτριον λέγομεν, εἰπεῖν ἃ προκαλούμεθα.
那么,如果我们所说的话有合理之处,就请尝试回答我们的挑战吧。 ”

词汇与语法注释

  1. 884aτῶν ἀλλοτρίων μηδένα μηδὲν φέρειν μηδὲ ἄγειν — μηδένα 是不定式 φέρειν、ἄγειν 和 χρῆσθαι 的逻辑主语(对格)。整个从句作为法律条文,采用了表示命令的不定式(或依附于 884a 的 εἰρήσθω 的对格不定式结构,表示间接命令)。
  2. 885bτὸ παραμύθιον ὑποθεμένῳ ῥητέον ἃ δεῖ πάσχειν — ῥητέ表是必要性的动形容词,省略了表示施动者的与格(通常为 ἡμῖν “我们”)。不定过去时中动态分词 ὑποθεμένῳ 与这一省略的与格(或泛指的施动者)一致,表示条件或前提:“在首先奠定(说服性的)序言之后”。
  3. 885dβελτίους ἢ παρὰ τὸ δίκαιον ὑπό τινων δώρων παρατρέπεσθαι κηλούμενοι — βελτίους 是比较级形容词,作为 ὅτι 从句中指代神明的主语的表语补足语。 ἢ 是引导比较的连词,后接不定式,表示“比那些因受某些礼物魅惑而偏离正义者更为高尚(优越)”。

引用这一段

柏拉图, 法律篇 §10.884-10.885. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:10.884-10.885

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。