§1.641ΑΘ. ἢ οὐ συννοεῖς τοῦθʼ, ὅτι μεθύων κυβερνήτης καὶ πᾶς παντὸς ἄρχων ἀνατρέπει πάντα εἴτε πλοῖα εἴτε ἅρματα εἴτε στρατόπεδον, εἴθʼ ὅτι ποτʼ εἴη τὸ κυβερνώμενον ὑπʼ αὐτοῦ;
ΑΘ. アテネ人:あるいは、酔った舵手や、あらゆるもののすべての指導者は、船であれ戦車であれ軍隊であれ、あるいは何であれ彼によって舵を取られているものを、ことごとく覆してしまうということを、あなた方は考えてみないのですか。
ΚΛ. παντάπασιν τοῦτό γε ἀληθὲς εἴρηκας, ὦ ξένε·
ΚΛ. クレイニアス:異邦人よ、あなたが言われたことは完全に真実です。
τοὐπὶ τῷδε δʼ ἡμῖν λέγε, τί ποτε, ἂν γίγνηται τοῦτο ὀρθὸν τὸ περὶ τὰς πόσεις νόμιμον, ἀγαθὸν ἂν δράσειεν ἡμᾶς;
しかし、それに続くことについて私たちに語ってください。 もしこの飲酒に関する慣行が正しく行われるなら、一体どのような恩恵を私たちにもたらすのでしょうか。
οἷον, ὃ νυνδὴ ἐλέγομεν, εἰ στράτευμα ὀρθῆς ἡγεμονίας τυγχάνοι, νίκη πολέμου τοῖς ἑπομένοις ἂν γίγνοιτο, οὐ σμικρὸν ἀγαθόν, καὶ τἆλλʼ οὕτω·
例えば、先ほど私たちが言っていたように、もし軍隊が正しい指導を得るならば、従う者たちに戦争の勝利がもたらされ、それは小さな恩恵ではありませんし、他のことも同様です。
συμποσίου δὲ ὀρθῶς παιδαγωγηθέντος τί μέγα ἰδιώταις ἢ τῇ πόλει γίγνοιτʼ ἄν;
しかし、正しく指導された酒宴からは、個人にとっても国家にとっても、どのような大きな恩恵が生じるのでしょうか。
ΑΘ. τί δέ;
ΑΘ. アテネ人:何ですって?
παιδὸς ἑνὸς ἢ καὶ χοροῦ παιδαγωγηθέντος κατὰ τρόπον ἑνός, τί μέγα τῇ πόλει φαῖμεν ἂν γίγνεσθαι;
一人の子供、あるいは一つの合唱隊が適切に指導されたとして、国家にどのような大きな恩恵が生じると私たちは言うでしょうか。
ἢ τοῦτο οὕτως ἐρωτηθέντες εἴποιμεν ἂν ὡς ἑνὸς μὲν βραχύ τι τῇ πόλει γίγνοιτʼ ἂν ὄφελος, εἰ δʼ ὅλως ἐρωτᾷς παιδείαν τῶν παιδευθέντων τί μέγα τὴν πόλιν ὀνίνησιν, οὐ χαλεπὸν εἰπεῖν ὅτι παιδευθέντες μὲν εὖ γίγνοιντʼ ἂν ἄνδρες ἀγαθοί, γενόμενοι δὲ τοιοῦτοι τά τε ἄλλα πράττοιεν καλῶς, ἔτι δὲ κἂν νικῷεν τοὺς πολεμίους μαχόμενοι.
あるいは、このように問われたなら、一人の子供からは国家にとってごく小さな有益さが生じるだけだが、もしあなたが、教育された人々の教育全般が国家にどのような大きな益をもたらすかと大局的に尋ねるなら、「よく教育された人々は優れた男たちになり、そのような男になった上で、他の事柄を立派に行うだけでなく、戦いにおいては敵をも打ち破るだろう」と答えるのは難しくありません。
παιδεία μὲν οὖν φέρει καὶ νίκην, νίκη δʼ ἐνίοτε ἀπαιδευσίαν·
それゆえ、教育は勝利をももたらしますが、勝利は時に教育の欠如をもたらします。
πολλοὶ γὰρ ὑβριστότεροι διὰ πολέμων νίκας γενόμενοι μυρίων ἄλλων κακῶν διʼ ὕβριν ἐνεπλήσθησαν, καὶ παιδεία μὲν οὐδεπώποτε γέγονεν Καδμεία, νῖκαι δὲ ἀνθρώποις πολλαὶ δὴ τοιαῦται γεγόνασίν τε καὶ ἔσονται.
というのも、多くの者は戦争の勝利のゆえに傲慢になり、その傲慢さのゆえに他の無数の害悪で満たされてきたからです。 そして、教育が「カドメイアの」ものになったことは一度もありませんが、そのような勝利は、人間にとって実に多く生じてきましたし、これからも生じるでしょう。
ΚΛ. δοκεῖς ἡμῖν, ὦ φίλε, τὴν ἐν τοῖς οἴνοις κοινὴν διατριβὴν ὡς εἰς παιδείας μεγάλην μοῖραν τείνουσαν λέγειν, ἂν ὀρθῶς γίγνηται.
ΚΛ. クレイニアス:友よ、あなたは私たちに、酒を交わす共同の娯楽が、正しく行われるならば、教育の大きな部分へとつながるものであると言っているように見えます。
ΑΘ. τί μήν;
ΑΘ. アテネ人:もちろんです。
ΚΛ. ἔχοις ἂν οὖν τὸ μετὰ τοῦτʼ εἰπεῖν ὡς ἔστιν τὸ νῦν εἰρημένον ἀληθές;
ΚΛ. クレイニアス:では、その次に、いま言われたことがいかにして真実であるかを語っていただけますか。
ΑΘ. τὸ μὲν ἀληθές, ὦ ξένε, διισχυρίζεσθαι ταῦτα οὕτως ἔχειν, πολλῶν ἀμφισβητούντων, θεοῦ·
ΑΘ. アテネ人:異邦人よ、多くの人々が議論を闘わせている中で、これらのことが真実においてその通りであると強く断言することは、神の領分です。
εἰ δʼ ὅπῃ ἐμοὶ φαίνεται δεῖ λέγειν, οὐδεὶς φθόνος, ἐπείπερ ὡρμήκαμέν γε τοὺς λόγους περὶ νόμων καὶ πολιτείας ποιεῖσθαι τὰ νῦν.
しかし、私にどのように見えているかを語るべきであるなら、少しも惜しむことはありません。 そもそも、私たちはまさに今、法律や国制についての議論を交わし始めているのですから。
ΚΛ. τοῦτʼ αὐτὸ δὴ πειρώμεθα, τὸ σοὶ δοκοῦν περὶ τῶν νῦν ἀμφισβητουμένων καταμαθεῖν.
ΚΛ. クレイニアス:まさにそのこと、すなわち、現在議論になっている事柄について、あなたがどう考えているのかを理解することに努めましょう。
ΑΘ. ἀλλὰ χρὴ ποιεῖν οὕτως, ὑμᾶς τε ἐπὶ τὸ μαθεῖν καὶ ἐμὲ ἐπὶ τὸ δηλῶσαι πειρώμενον ἁμῶς γέ πως, συντεῖναι, τὸν λόγον.
ΑΘ. アテネ人:いやはや、そうすべきです。 あなた方は理解することに努め、私はどうにかして説明することに努め、ともに議論を緊密に進めていきましょう。
πρῶτον δέ μου ἀκούσατε τὸ τοιόνδε.
しかし、まず私のこのような話を聞いてください。
τὴν πόλιν ἅπαντες ἡμῶν Ἕλληνες ὑπολαμβάνουσιν ὡς φιλόλογός τέ ἐστι καὶ πολύλογος, Λακεδαίμονα δὲ καὶ Κρήτην, τὴν μὲν βραχύλογον, τὴν δὲ πολύνοιαν μᾶλλον ἢ πολυλογίαν ἀσκοῦσαν·
私たちギリシア人はみな、我が国について、言論を愛し、多くを語る国であると見なしています。 他方で、ラケダイモンとクレタについては、前者は口数が少なく、後者は多言よりもむしろ深い思考を培っている国だと見なしています。
§1.642ΑΘ. σκοπῶ δὴ μὴ δόξαν ὑμῖν παράσχωμαι περὶ σμικροῦ πολλὰ λέγειν, μέθης πέρι, σμικροῦ πράγματος, παμμήκη λόγον ἀνακαθαιρόμενος.
ΑΘ. アテネ人:私は、泥酔という些細な事柄について多くを語り、些細なことのためにきわめて長い議論を展開しているという印象を、あなた方に与えてしまわないかと考えています。
τὸ δὲ ἡ κατὰ φύσιν αὐτοῦ διόρθωσις οὐκ ἂν δύναιτο ἄνευ μουσικῆς ὀρθότητός ποτε σαφὲς οὐδὲ ἱκανὸν ἐν τοῖς λόγοις ἀπολαβεῖν, μουσικὴ δὲ ἄνευ παιδείας τῆς πάσης οὐκ ἂν αὖ ποτε δύναιτο·
しかし、その自然にかなった是正というものは、文芸の正しさなしには議論の中で決して明確かつ十分に把握されることはあり得ず、また文芸は、教育の全体なしには決してそうすることはあり得ません。
ταῦτα δὲ παμπόλλων ἐστὶν λόγων.
そして、これらのことはきわめて多くの議論を要します。
ὁρᾶτε οὖν τί ποιῶμεν εἰ ταῦτα μὲν ἐάσαιμεν ἐν τῷ παρόντι, μετεκβαῖμεν δʼ εἰς ἕτερόν τινα νόμων πέρι λόγον.
ですから、私たちはどうすべきか考えてみてください。 これらのことを現時点では差し置いて、法律に関する別の議論へと移るべきでしょうか。
ΜΕ. ὦ ξένε Ἀθηναῖε, οὐκ οἶσθʼ ἴσως ὅτι τυγχάνει ἡμῶν ἡ ἑστία τῆς πόλεως οὖσα ὑμῶν πρόξενος.
ΜΕ. メギロス:アテネの異邦人よ、おそらくあなたは、我が国の炉があなた方のプロクセノスであるということをご存じないのでしょう。
ἴσως μὲν οὖν καὶ πᾶσιν τοῖς παισίν, ἐπειδὰν ἀκούσωσιν ὅτι τινός εἰσιν πόλεως πρόξενοι, ταύτῃ τις εὔνοια ἐκ νέων εὐθὺς ἐνδύεται ἕκαστον ἡμῶν τῶν προξένων τῇ πόλει, ὡς δευτέρᾳ οὔσῃ πατρίδι μετὰ τὴν αὑτοῦ πόλιν·
おそらく、すべての子供たちが、自分たちがある国のプロクセノスであると聞くと、その国に対するある種の好意が、若いうちから私たちプロクセノスの各自にすぐに植え付けられ、自分の国の次に来る第二の祖国であるかのように思えるものです。
καὶ δὴ καὶ ἐμοὶ νῦν ταὐτὸν τοῦτο ἐγγέγονεν.
そして実に、私自身にもいま、まさに同じことが起きています。
ἀκούων γὰρ τῶν παίδων εὐθύς, εἴ τι μέμφοιντο ἢ καὶ ἐπαινοῖεν Λακεδαιμόνιοι Ἀθηναίους, ὡς
ἡ πόλις ὑμῶν, ὦ Μέγιλλε,
ἔφασαν,
ἡμᾶς οὐ καλῶς ἢ καλῶς ἔρρεξε
—ταῦτα δὴ ἀκούων, καὶ μαχόμενος πρὸς αὐτὰ ὑπὲρ ὑμῶν ἀεὶ πρὸς τοὺς τὴν πόλιν εἰς ψόγον ἄγοντας, πᾶσαν εὔνοιαν ἔσχον, καί μοι νῦν ἥ τε φωνὴ προσφιλὴς ὑμῶν, τό τε ὑπὸ πολλῶν λεγόμενον, ὡς ὅσοι Ἀθηναίων εἰσὶν ἀγαθοὶ διαφερόντως εἰσὶν τοιοῦτοι, δοκεῖ ἀληθέστατα λέγεσθαι·
というのも、子供の頃からすぐに、ラケダイモン人がアテネ人を非難したり称賛したりする際に、次のように言うのを耳にしてきたからです。 「お前の国は、メギロスよ、私たちをよく扱わなかった」あるいは「よく扱ってくれた」と彼らは言いました。 私はこうしたことを聞き、あなた方の国を非難しようとする人々に対して、あなた方のために常に反論し闘う中で、あらゆる好意を抱くようになりました。 それゆえ、いまや私にとってあなた方の話し方は親しみ深いものですし、多くの人々によって言われている「アテネ人で優れた者は、格別にそうである」という言葉も、きわめて真実であるように思われます。
μόνοι γὰρ ἄνευ ἀνάγκης αὐτοφυῶς, θείᾳ μοίρᾳ ἀληθῶς καὶ οὔτι πλαστῶς εἰσιν ἀγαθοί.
というのも、彼らだけは、強制されることなく自発的に、神の配慮によって本当に、そして決して偽りではなく優れているからです。
θαρρῶν δὴ ἐμοῦ γε ἕνεκα λέγοις ἂν τοσαῦτα ὁπόσα σοι φίλον.
ですから安心してください、私に関しては、あなたが好むだけ多くのことを語ってください。
ΚΛ. καὶ μήν, ὦ ξένε, καὶ τὸν παρʼ ἐμοῦ λόγον ἀκούσας τε καὶ ἀποδεξάμενος, θαρρῶν ὁπόσα βούλει λέγε.
ΚΛ. クレイニアス:さらに、異邦人よ、私からの話も聞き、受け入れた上で、安心してお望みのままに何でも語ってください。
τῇδε γὰρ ἴσως ἀκήκοας ὡς Ἐπιμενίδης γέγονεν ἀνὴρ θεῖος, ὃς ἦν ἡμῖν οἰκεῖος, ἐλθὼν δὲ πρὸ τῶν Περσικῶν δέκα ἔτεσιν πρότερον παρʼ ὑμᾶς κατὰ τὴν τοῦ θεοῦ μαντείαν, θυσίας τε ἐθύσατό τινας ἃς ὁ θεὸς ἀνεῖλεν, καὶ δὴ καὶ φοβουμένων τὸν Περσικὸν Ἀθηναίων στόλον, εἶπεν ὅτι δέκα μὲν ἐτῶν οὐχ ἥξουσιν, ὅταν δὲ ἔλθωσιν, ἀπαλλαγήσονται πράξαντες οὐδὲν ὧν ἤλπιζον, παθόντες τε ἢ δράσαντες πλείω κακά.
というのも、おそらくあなたも聞いたことがあるでしょうが、エピメニデスという神がかった人物が私たちのうちに現れました。 彼は私たちの親族だったのですが、ペルシア戦争の十年前、神の神託に従ってあなた方のところへ行き、神が命じたある種の犠牲祭を捧げました。 そして、アテネ人がペルシアの遠征軍を恐れていたとき、彼は「彼らは十年間は来ないだろう。 そして彼らが来るときには、彼らが期待したことは何一つ成し遂げられず、彼ら自身が与えた以上の多くの害悪を被って立ち去ることになるだろう」と言ったのです。