§1.641ΑΘ. ἢ οὐ συννοεῖς τοῦθʼ, ὅτι μεθύων κυβερνήτης καὶ πᾶς παντὸς ἄρχων ἀνατρέπει πάντα εἴτε πλοῖα εἴτε ἅρματα εἴτε στρατόπεδον, εἴθʼ ὅτι ποτʼ εἴη τὸ κυβερνώμενον ὑπʼ αὐτοῦ;
ATH. 雅典人:难道你们没有考虑到这一点吗:一个喝醉了的舵手,以及任何事物的任何首领,都会颠覆一切,无论是船只、战车、军队,还是任何由他掌舵的事物?
ΚΛ. παντάπασιν τοῦτό γε ἀληθὲς εἴρηκας, ὦ ξένε·
CL. 克里尼亚:外邦人啊,你说的完全是真理。
τοὐπὶ τῷδε δʼ ἡμῖν λέγε, τί ποτε, ἂν γίγνηται τοῦτο ὀρθὸν τὸ περὶ τὰς πόσεις νόμιμον, ἀγαθὸν ἂν δράσειεν ἡμᾶς;
但请告诉我们接下来的问题:如果关于饮酒的这一惯行以正确的方式进行,究竟会给我们带来什么好处?
οἷον, ὃ νυνδὴ ἐλέγομεν, εἰ στράτευμα ὀρθῆς ἡγεμονίας τυγχάνοι, νίκη πολέμου τοῖς ἑπομένοις ἂν γίγνοιτο, οὐ σμικρὸν ἀγαθόν, καὶ τἆλλʼ οὕτω· συμποσίου δὲ ὀρθῶς παιδαγωγηθέντος τί μέγα ἰδιώταις ἢ τῇ πόλει γίγνοιτʼ ἄν;
正如我们刚才所说,如果军队得到正确的领导,追随者就会在战争中获得胜利,这不是一件小事,而且其他事情也是如此;但是,如果酒宴得到了正确的引导,对个人或城邦来说,又会产生什么重大的好处呢?
ΑΘ. τί δέ;
ATH. 雅典人:又怎么说呢?
παιδὸς ἑνὸς ἢ καὶ χοροῦ παιδαγωγηθέντος κατὰ τρόπον ἑνός, τί μέγα τῇ πόλει φαῖμεν ἂν γίγνεσθαι;
如果单单一个孩子,或者一个合唱队以合适的方式被引导,我们会说城邦能得到什么重大的好处呢?
ἢ τοῦτο οὕτως ἐρωτηθέντες εἴποιμεν ἂν ὡς ἑνὸς μὲν βραχύ τι τῇ πόλει γίγνοιτʼ ἂν ὄφελος, εἰ δʼ ὅλως ἐρωτᾷς παιδείαν τῶν παιδευθέντων τί μέγα τὴν πόλιν ὀνίνησιν, οὐ χαλεπὸν εἰπεῖν ὅτι παιδευθέντες μὲν εὖ γίγνοιντʼ ἂν ἄνδρες ἀγαθοί, γενόμενοι δὲ τοιοῦτοι τά τε ἄλλα πράττοιεν καλῶς, ἔτι δὲ κἂν νικῷεν τοὺς πολεμίους μαχόμενοι.
或者,如果我们被这样问道,我们会说,单单一个孩子对城邦固然会产生微小的益处,但如果你普遍地问,受教育者的教育会给城邦带来什么重大的好处,那么这并不难回答,即:受到良好教育的人会成为优秀的人,而一旦成为这样的人,他们不仅能把其他事情做好,而且在战斗中还会战胜敌人。
παιδεία μὲν οὖν φέρει καὶ νίκην, νίκη δʼ ἐνίοτε ἀπαιδευσίαν· πολλοὶ γὰρ ὑβριστότεροι διὰ πολέμων νίκας γενόμενοι μυρίων ἄλλων κακῶν διʼ ὕβριν ἐνεπλήσθησαν, καὶ παιδεία μὲν οὐδεπώποτε γέγονεν Καδμεία, νῖκαι δὲ ἀνθρώποις πολλαὶ δὴ τοιαῦται γεγόνασίν τε καὶ ἔσονται.
因此,教育固然也带来胜利,但胜利有时却带来缺乏教育;因为许多人因战争的胜利而变得更加骄横,又因骄横而充满了无数其他的罪恶。 教育绝不会成为“卡德摩斯式的”,但对人类来说,许多这样的胜利确实已经发生,而且还会发生。
ΚΛ. δοκεῖς ἡμῖν, ὦ φίλε, τὴν ἐν τοῖς οἴνοις κοινὴν διατριβὴν ὡς εἰς παιδείας μεγάλην μοῖραν τείνουσαν λέγειν, ἂν ὀρθῶς γίγνηται.
CL. 克里尼亚:朋友啊,在我们看来,你似乎是在说,如果在酒席上的共同消遣是以正确的方式进行,那么它就会导向教育的很大一部分。
ΑΘ. τί μήν;
ATH. 雅典人:当然如此。
ΚΛ. ἔχοις ἂν οὖν τὸ μετὰ τοῦτʼ εἰπεῖν ὡς ἔστιν τὸ νῦν εἰρημένον ἀληθές;
CL. 克里尼亚:那么,在此之后,你能说明刚才所说的话怎么会是真实的吗?
ΑΘ. τὸ μὲν ἀληθές, ὦ ξένε, διισχυρίζεσθαι ταῦτα οὕτως ἔχειν, πολλῶν ἀμφισβητούντων, θεοῦ· εἰ δʼ ὅπῃ ἐμοὶ φαίνεται δεῖ λέγειν, οὐδεὶς φθόνος, ἐπείπερ ὡρμήκαμέν γε τοὺς λόγους περὶ νόμων καὶ πολιτείας ποιεῖσθαι τὰ νῦν.
ATH. 雅典人:外邦人啊,在众人争论不休的情况下,要断言这些事情在真理上确实如此,那是神的事情;但如果需要说明在我看来它是怎样的,我绝不吝啬,尤其是因为我们现在已经着手进行关于法律和政治体制的讨论了。
ΚΛ. τοῦτʼ αὐτὸ δὴ πειρώμεθα, τὸ σοὶ δοκοῦν περὶ τῶν νῦν ἀμφισβητουμένων καταμαθεῖν.
CL. 克里尼亚:那么我们就试着去理解这件事情:你对目前争论的事物的看法。
ΑΘ. ἀλλὰ χρὴ ποιεῖν οὕτως, ὑμᾶς τε ἐπὶ τὸ μαθεῖν καὶ ἐμὲ ἐπὶ τὸ δηλῶσαι πειρώμενον ἁμῶς γέ πως, συντεῖναι, τὸν λόγον. πρῶτον δέ μου ἀκούσατε τὸ τοιόνδε.
ATH. 雅典人:那确实应当如此,你们努力去理解,而我努力以某种方式去阐明,共同把论证推向前进。
τὴν πόλιν ἅπαντες ἡμῶν Ἕλληνες ὑπολαμβάνουσιν ὡς φιλόλογός τέ ἐστι καὶ πολύλογος, Λακεδαίμονα δὲ καὶ Κρήτην, τὴν μὲν βραχύλογον, τὴν δὲ πολύνοιαν μᾶλλον ἢ πολυλογίαν ἀσκοῦσαν·
但在那之前,请先听我说明一件事:我们所有的希腊人都认为,我们的城邦既喜爱言辞,又多言多语;而拉克代蒙和克里特,前者言语简短,后者则宁愿培养深邃的智虑而非多言。
§1.642ΑΘ. σκοπῶ δὴ μὴ δόξαν ὑμῖν παράσχωμαι περὶ σμικροῦ πολλὰ λέγειν, μέθης πέρι, σμικροῦ πράγματος, παμμήκη λόγον ἀνακαθαιρόμενος.
ATH. 雅典人:我确实在考虑,免得给你们留下一种印象,觉得我是在为一件小事——关于醉酒这一微不足道的事情——说了太多的话,并展开了极其冗长的论证。
τὸ δὲ ἡ κατὰ φύσιν αὐτοῦ διόρθωσις οὐκ ἂν δύναιτο ἄνευ μουσικῆς ὀρθότητός ποτε σαφὲς οὐδὲ ἱκανὸν ἐν τοῖς λόγοις ἀπολαβεῖν, μουσικὴ δὲ ἄνευ παιδείας τῆς πάσης οὐκ ἂν αὖ ποτε δύναιτο·
然而,如果不借助文艺的正确性,对它的自然矫正就绝不可能在讨论中获得清晰或充分的阐释;而如果不借助整个教育,文艺本身也同样绝不可能做到这一点。
ταῦτα δὲ παμπόλλων ἐστὶν λόγων.
而这些事情需要极其繁复的论证。
ὁρᾶτε οὖν τί ποιῶμεν εἰ ταῦτα μὲν ἐάσαιμεν ἐν τῷ παρόντι, μετεκβαῖμεν δʼ εἰς ἕτερόν τινα νόμων πέρι λόγον. ΜΕ. ὦ ξένε Ἀθηναῖε, οὐκ οἶσθʼ ἴσως ὅτι τυγχάνει ἡμῶν ἡ ἑστία τῆς πόλεως οὖσα ὑμῶν πρόξενος.
所以,请考虑我们该怎么做,是目前暂时放下这些,转而讨论关于法律的其他论题, ME. 梅吉路斯:雅典的外邦人啊,你也许不知道,我们城邦的公社之炉恰好是你们城邦的邦交监。
ἴσως μὲν οὖν καὶ πᾶσιν τοῖς παισίν, ἐπειδὰν ἀκούσωσιν ὅτι τινός εἰσιν πόλεως πρόξενοι, ταύτῃ τις εὔνοια ἐκ νέων εὐθὺς ἐνδύεται ἕκαστον ἡμῶν τῶν προξένων τῇ πόλει, ὡς δευτέρᾳ οὔσῃ πατρίδι μετὰ τὴν αὑτοῦ πόλιν·
也许,对于所有的孩子来说,一旦听说自己是某个城邦的邦交监,从年轻时起,对那个城邦的某种好意就会立刻附在我们这些邦交监每个人的身上,把它当作仅次于自己城邦的第二祖国。
καὶ δὴ καὶ ἐμοὶ νῦν ταὐτὸν τοῦτο ἐγγέγονεν.
而事实上,现在我身上也发生了完全相同的事情。
ἀκούων γὰρ τῶν παίδων εὐθύς, εἴ τι μέμφοιντο ἢ καὶ ἐπαινοῖεν Λακεδαιμόνιοι Ἀθηναίους, ὡς
ἡ πόλις ὑμῶν, ὦ Μέγιλλε,
ἔφασαν,
ἡμᾶς οὐ καλῶς ἢ καλῶς ἔρρεξε
—ταῦτα δὴ ἀκούων, καὶ μαχόμενος πρὸς αὐτὰ ὑπὲρ ὑμῶν ἀεὶ πρὸς τοὺς τὴν πόλιν εἰς ψόγον ἄγοντας, πᾶσαν εὔνοιαν ἔσχον, καί μοι νῦν ἥ τε φωνὴ προσφιλὴς ὑμῶν, τό τε ὑπὸ πολλῶν λεγόμενον, ὡς ὅσοι Ἀθηναίων εἰσὶν ἀγαθοὶ διαφερόντως εἰσὶν τοιοῦτοι, δοκεῖ ἀληθέστατα λέγεσθαι·
因为从我孩提时代起,只要拉栖代梦人非难或赞美雅典人,我就会听他们说: “梅吉路斯啊,你们的城邦待我们不好(或:好)。 ”——听到这些话,我总是为了你们,去反驳那些诋毁你们城邦的人,从而对你们抱有全部的好意。 现在,你们的嗓音对我来说是亲切的,并且许多人所说的“雅典人中只要是优秀的,就优秀得超乎寻常”这句话,在我看来也说得最真实不过。
μόνοι γὰρ ἄνευ ἀνάγκης αὐτοφυῶς, θείᾳ μοίρᾳ ἀληθῶς καὶ οὔτι πλαστῶς εἰσιν ἀγαθοί.
因为只有他们不是在被迫的情况下,而是自然而然地、通过神圣的命运真正地、绝非矫揉造作地成为优秀的人。
θαρρῶν δὴ ἐμοῦ γε ἕνεκα λέγοις ἂν τοσαῦτα ὁπόσα σοι φίλον.
因此,放心吧,只要是为了我,你想说多少就说多少。
ΚΛ. καὶ μήν, ὦ ξένε, καὶ τὸν παρʼ ἐμοῦ λόγον ἀκούσας τε καὶ ἀποδεξάμενος, θαρρῶν ὁπόσα βούλει λέγε.
CL. 克里尼亚:此外,外邦人啊,在听了并接受了我的话之后,你也可以放心地想说什么就说什么。
τῇδε γὰρ ἴσως ἀκήκοας ὡς Ἐπιμενίδης γέγονεν ἀνὴρ θεῖος, ὃς ἦν ἡμῖν οἰκεῖος, ἐλθὼν δὲ πρὸ τῶν Περσικῶν δέκα ἔτεσιν πρότερον παρʼ ὑμᾶς κατὰ τὴν τοῦ θεοῦ μαντείαν, θυσίας τε ἐθύσατό τινας ἃς ὁ θεὸς ἀνεῖλεν, καὶ δὴ καὶ φοβουμένων τὸν Περσικὸν Ἀθηναίων στόλον, εἶπεν ὅτι δέκα μὲν ἐτῶν οὐχ ἥξουσιν, ὅταν δὲ ἔλθωσιν, ἀπαλλαγήσονται πράξαντες οὐδὲν ὧν ἤλπιζον, παθόντες τε ἢ δράσαντες πλείω κακά.
因为你也许听说过,我们那里曾出现过一位神圣的人,名叫埃庇米尼得斯,他是我们的同胞。 在波斯战争前十年,他根据神谕来到你们那里,献祭了一些神所规定的祭品。 而且,在雅典人惧怕波斯大军入侵时,他说他们十年之内不会来,而当他们来的时候,他们会一无所获、无法实现任何期望地撤走,并且遭受的比他们造成的还要多的灾祸。